← 普鲁塔克

卢库鲁斯传

§34.1-34.5

克劳狄煽动军众叛乱

专横的普布利乌斯·克劳狄因未获重用而暗中挑唆芬布里亚派士兵,借对比庞培部众的安逸与赏赐煽动怨愤,致使卢库鲁斯的军队抗命不前,借冬季滞留并等待新统帅接替。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

τούτοις δὲ τηλικούτοις οὖσι προσγίνεται τὸ μάλιστα Λουκούλλῳ διειργασμένον τὰς πράξεις,1 Πόπλιος Κλώδιος, ἀνὴρ ὑβριστὴς καὶ μεστὸς ὀλιγωρίας ἁπάσης καὶ θρασύτητος. ἦν δὲ τῆς Λουκούλλου γυναικὸς ἀδελφός, ἣν καὶ διαφθείρειν ἔσχεν αἰτίαν ἀκολαστοτάτην οὖσαν.

在这些本已十分严重的情势之上,又添上了最彻底瓦解卢库鲁斯功业的因素——普布利乌斯·克劳狄,一个专横傲慢、满腹轻慢与狂妄的男子。他是卢库鲁斯妻子的兄弟,且因其妹极度放荡,他还背负着与其通奸的恶名。

§34.2

τότε δὲ τῷ Λουκούλλῳ συστρατεύων οὐχ ὅσης αὑτὸν ἠξίου τιμῆς ἐτύγχανεν ἠξίου δὲ πρῶτος εἶναι, καὶ πολλῶν ἀπολειπόμενος διὰ τὸν τρόπον ὑποικούρει τὴν Φιμβριανὴν στρατιὰν καὶ παρώξυνε κατὰ τοῦ Λουκούλλου, λόγους χρηστοὺς εἰς οὐκ ἄκοντας οὐδʼ ἀήθεις τοῦ δημαγωγεῖσθαι διαδιδούς. οὗτοι γὰρ ἦσαν, οὓς καὶ πρότερον ἀνέπεισε Φιμβρίας ἀποκτείναντας τὸν ὕπατον Φλάκκον αὑτὸν ἑλέσθαι στρατηγόν.

当时他在卢库鲁斯军中一同服役,却未能获得自认为应得的礼遇;他自命应当位居首位,却因自身品性而落后于众人,于是暗中拉拢芬布里亚派的将士,挑唆他们反对卢库鲁斯,向那些本就不反感、也早已习惯被蛊惑的人散布动听的话语。因为这批士兵正是当年受到芬布里亚的煽动,杀害执政官弗拉库斯而推选他本人为统帅的同一批人。

§34.3

διὸ καὶ τὸν Κλώδιον ἡδέως ἐδέχοντο καὶ φιλοστρατιώτην προσηγόρευον, ἀγανακτεῖν προσποιούμενον ὑπὲρ αὐτῶν, εἰ2 πέρας οὐδὲν ἔσται πολέμων τοσούτων καὶ πόνων, ἀλλὰ παντὶ μὲν ἔθνει μαχόμενοι, πᾶσαν δὲ γῆν πλανώμενοι κατατρίψουσι τὸν βίον οὐδὲν ἄξιον ἐκ τηλικαύτης φερόμενοι στρατείας, ἀλλὰ τὰς Λουκούλλου παραπέμποντες ἁμάξας καὶ καμήλους ἐκπωμάτων χρυσῶν καὶ διαλίθων γεμούσας, οἱ δὲ Πομπηίου στρατιῶται δῆμος ὄντες ἤδη που μετὰ γυναικῶν καὶ τέκνων κάθηνται γῆν εὐδαίμονα καὶ πόλεις ἔχοντες, οὐ Μιθριδάτην καὶ Τιγράνην εἰς τὰς ἀοικήτους ἐμβαλόντες ἐρημίας, οὐδὲ τῆς Ἀσίας τὰ βασίλεια καταρρίψαντες, ἀλλὰ φυγάσιν ἀνθρώποις ἐν Ἰβηρίᾳ καὶ δραπέταις ἐν Ἰταλίᾳ πολεμήσαντες. τί οὖν, εἰ δεῖ μηδέποτε παύσασθαι στρατευομένους, οὐχὶ τοιούτῳ στρατηγῷ καὶ σώματα τὰ λοιπὰ καὶ ψυχὰς φυλάσσομεν,3 ᾧ κάλλιστος εἶναι δοκεῖ κόσμος ὁ τῶν στρατευομένων πλοῦτος;

因此,他们欣然接纳了克劳狄,并称他为“将士之友”;克劳狄则假装为他们愤愤不平,声称这无数的战争与劳苦难道永无止境,他们只得与每一个民族交战、在每一寸土地上流徙,耗尽一生的生命,却不能从如此重大的远征中带走任何相称的回报,而只是为卢库鲁斯押运满载金杯与宝石器皿的辎重车和骆驼;相比之下,庞培的士兵如今早已身为公民,与妻子儿女安居一处,享有肥沃的土地和城镇,他们既未将米特拉达梯与提格兰驱逐入荒无人烟的沙漠,也未摧毁亚细亚的王宫,而不过是在伊比利亚同流亡者交战,在意大利同逃亡奴隶交战罢了。“那么,如果我们注定永远不能停止从军,为何不把残存的躯体与生命留给这样一位统帅呢?在他看来,麾下将士的富足才是最美丽的荣耀。”

§34.5

τοιαύταις αἰτίαις τὸ Λουκούλλου στράτευμα διαφθαρέν οὔτʼ ἐπὶ Τιγράνην ἠκολούθησεν οὔτʼ ἐπὶ Μιθριδάτην αὖθις ἐξ Ἀρμενίας εἰς Πόντον ἐμβαλόντα καὶ τὴν ἀρχὴν ἀναλαμβάνοντα, πρόφασιν δὲ τὸν χειμῶνα ποιούμενοι περὶ τὴν Γορδυηνὴν διέτριβον, ὅσον οὔπω Πομπήϊον ἤ τινʼ ἄλλον τῶν ἡγεμόνων Λουκούλλῳ διάδοχον ἀφίξεσθαι προσδοκῶντες.

由于此类抱怨与挑拨,卢库鲁斯的军队彻底瓦解了纪律,既不肯跟随他去进讨提格兰,也不肯去迎击那重新从亚美尼亚突入本都、收复故土的米特拉达梯;他们以冬季为借口滞留在戈杜埃内一带,一心期盼着庞培或另一位将领随时到来,接替卢库鲁斯的统帅之职。

语法注3 条
  1. 34.1τὸ μάλιστα Λουκούλλῳ διειργασμένον τὰς πράξεις

    带有中性单数定冠词的分词短语 τὸ ... διειργασμένον 与后文的专有名词 Πόπλιος Κλώδιος 构成同位语,将他抽象化为“最彻底瓦解卢库鲁斯功业的破坏因素”。动词 διεργάζομαι 虽为中被动态形式,但此处直接带宾语 τὰς πράξεις,具有及物的能动结果义(“彻底破坏了”)。

  2. 34.3ἀγανακτεῖν προσποιούμενον ὑπὲρ αὐτῶν, εἰ

    在表达情感的动词(ἀγανακτέω,“愤慨”)之后引导的 εἰ 从句并非表示假定条件,而是相当于 ὅτι,引出愤怒的具体内容(“对于……而愤愤不平”)。从句中的动词 ἔσται 与 κατατρίψουσι 保持了将来直陈语气,生动再现了克劳狄直接演说时的现场感。

  3. 34.4τί οὖν, εἰ δεῖ μηδέποτε παύσασθαι στρατευομένους, οὐχὶ τοιούτῳ στρατηγῷ ... φυλάσσομεν

    τί οὖν ... οὐχὶ ... φυλάσσομεν 构成强烈的反问式劝勉句型(“那我们为何不……呢?/ 我们难道不应当……?”)。条件从句 εἰ δεῖ μηδέποτε παύσασθαι στρατευομένους(“倘若注定永远不能停止从军”)插入其间,主句动词 φυλάσσομεν(现在直陈式)带有明显的意志与倡议色彩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:34.1-34.5