← 普鲁塔克

卢库鲁斯传

§33.1-33.5

卢库鲁斯的傲慢与军心涣散及继任者的任命

作者评述了卢库鲁斯好运耗尽的转折点及其傲慢性格对士卒同僚造成的怨怼,叙述了严酷冬营引起的兵怨如何被罗马政客利用,从而促成派遣继任者并遣散军士的决议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33.1

μέχρι τοῦδε φαίη τις ἂν Λουκούλλῳ τὴν τύχην ἑπομένην συστρατηγεῖν. ἐντεῦθεν δʼ ὥσπερ πνεύματος ἐπιλιπόντος προσβιαζόμενος πάντα καὶ παντάπασιν ἀντικρούων ἀρετὴν μὲν ἐπεδείκνυτο καὶ μακροθυμίαν ἡγεμόνος ἀγαθοῦ, δόξαν δὲ καὶ χάριν οὐδεμίαν αἱ πράξεις ἔσχον, ἀλλὰ καὶ τὴν προϋπάρχουσαν ἐγγὺς ἦλθε δυσπραγῶν καὶ διαφερόμενος μάτην ἀποβαλεῖν.1

至此,人们可以说命运一直相随卢库鲁斯,与他共同担当统帅。然而自此之后,宛如顺风骤止,他强行推动一切却处处受挫,虽然展现出一位优秀统帅的美德与坚毅,但他的功业却未曾赢得丝毫声誉与好感,反而在诸事不顺与无谓冲突中,险些连此前已有的名望也付之东流。

§33.2

τῶν δʼ αἰτιῶν αὐτὸς οὐχὶ τὴν ἐλαχίστην εἰς τοῦτο παρέσχεν, οὐκ ὢν θεραπευτικὸς πλήθους στρατιωτικοῦ, καὶ πᾶν τὸ πρὸς ἡδονὴν τοῦ ἀρχομένου γινόμενον ἀρχῆς ἀτιμίαν καὶ κατάλυσιν ἡγούμενος· τὸ δὲ μέγιστον,2 οὐδὲ τοῖς δυνατοῖς καὶ ἰσοτίμοις εὐάρμοστος εἶναι πεφυκώς, ἀλλὰ πάντων καταφρονῶν καὶ μηδενὸς ἀξίους πρὸς αὑτὸν ἡγούμενος.

而对于此种局面,他自己所提供的诱因绝非最小:他天生不善于迎合当兵的部众,认为凡是迎合部属欢心的做法,都是对统率权力的侮慢与瓦解;而最为关键的是,他天性不善于与当权者及地位同等之人融洽相处,反而轻视所有人,认为谁也比不上自己。

§33.3

ταῦτα γὰρ ὑπάρξαι Λουκούλλῳ κακὰ λέγουσιν ἐν πᾶσι τοῖς ἄλλοις ἀγαθοῖς· καὶ γὰρ μέγας καὶ καλὸς καὶ δεινὸς εἰπεῖν καὶ φρόνιμος ὁμαλῶς ἐν ἀγορᾷ καὶ στρατοπέδῳ δοκεῖ γενέσθαι. Σαλούστιος μὲν οὖν φησι χαλεπῶς διατεθῆναι τοὺς στρατιώτας πρὸς αὑτὸν εὐθὺς ἐν ἀρχῇ τοῦ πολέμου πρὸς Κυζίκῳ καὶ πάλιν πρὸς Ἀμισῷ, δύο χειμῶνας ἑξῆς ἐν χάρακι διαγαγεῖν ἀναγκασθέντας.

人们说,在所有其他优长之中,这些正是卢库鲁斯的缺点所在;因为他被认为身材魁梧、容貌端正、口才出众,且在广场辩论与军营统领中同样见识过人。萨卢斯特便说,士兵们早在战事初期于基齐库斯,以及后来在阿米索斯,因被迫连续两个冬天滞留在壕堑营盘之中,便已对他心生怨怼。

§33.4

ἠνίων δʼ αὐτοὺς καὶ οἱ λοιποὶ χειμῶνες, ἢ γὰρ ἐν τῇ πολεμίᾳ διεχείμαζον ἢ παρὰ τοῖς συμμάχοις ὕπαιθροι σκηνοῦντες, εἰς δὲ πόλιν Ἑλληνίδα καὶ φίλην οὐδʼ ἅπαξ εἰσῆλθε μετὰ στρατοπέδου Λούκουλλος, οὕτω δὲ διακειμένοις αὐτοῖς τὰς μεγίστας ἐνέδωκαν ἀπὸ τῆς Ῥώμης οἱ δημαγωγοὶ προφάσεις, φθόνῳ τοῦ Λουκούλλου κατηγοροῦντες ὡς ὑπὸ φιλαρχίας καὶ φιλοπλουτίας ἕλκοντος τὸν πόλεμον3 καὶ μονονοὺ κατέχοντος ἐν ταὐτῷ Κιλικίαν, Ἀσίαν, Βιθυνίαν, Παφλαγονίαν, Γαλατίαν, Πόντον, Ἀρμενίαν, τὰ μέχρι Φάσιδος, νυνὶ δὲ καὶ τὰ Τιγράνου βασίλεια πεπορθηκότος, ὥσπερ ἐκδῦσαι τοὺς βασιλεῖς, οὐ καταπολεμῆσαι πεμφθέντος.4

其余各冬也令他们痛苦不堪,因为他们要么在敌国过冬,要么在盟友领地中露天宿营,卢库鲁斯甚至从未带领军队进驻过一座友好的希腊城邦。对于这般心境的将士,来自罗马的平民煽动家提供了最大的借口;他们出于对卢库鲁斯的嫉妒,指控他因贪恋权位与财富而拖延战事,几乎在同一时间总揽基利家、亚细亚、比提尼亚、帕夫拉戈尼亚、加拉太、本都、亚美尼亚以及远至法西斯的所有地区,如今更是劫掠了提格兰的王宫,仿佛他被派遣出来是为了洗劫诸王,而非在战场上将其彻底击败。

§33.5

τοῦτο γὰρ εἰπεῖν φασιν ἕνα τῶν στρατηγῶν Λεύκιον Κόϊντον, ὑφʼ οὗ μάλιστα πεισθέντες ἐψηφίσαντο πέμπειν διαδόχους τῷ Λουκούλλῳ τῆς ἐπαρχίας, ἐψηφίσαντο δὲ καὶ τῶν ὑπʼ αὐτῷ στρατευομένων πολλοὺς ἀφεῖσθαι στρατείας.

据说裁判官之一卢基乌斯·昆克蒂乌斯便说了这番话;正是在他的极力劝说下,罗马人投票决定向卢库鲁斯的行省派遣继任者,并投票批准其麾下许多服役的士兵退役免役。

语法注4 条
  1. 33.1ἐγγὺς ἦλθε δυσπραγῶν καὶ διαφερόμενος μάτην ἀποβαλεῖν

    短语 ἐγγὺς ἦλθον 搭配不定式(ἀποβαλεῖν)构成习用句式,意为“险些……/几乎落得……的境地”。两个伴随分词 δυσπραγῶν 和 διαφερόμενος 与主语(卢库鲁斯)一致,说明处于“诸事不顺且徒劳冲突”的处境。

  2. 33.2τὸ δὲ μέγιστον

    充当状语性质的副词性宾格(修饰全句),意为“而最重大的则是”,用以引出并强调后续的分句(οὐδὲ τοῖς δυνατοῖς...)。

  3. 33.4ὡς ὑπὸ φιλαρχίας καὶ φιλοπλουτίας ἕλκοντος τὸν πόλεμον

    连词 ὡς 与属格分词(ἕλκοντος、κατέχοντος、πεπορθηκότος)连用,依附于分词 κατηγοροῦντες(指控),用来引出指控者所主张的主观理由与借口(“声称他出于……而拖延战事”)。

  4. 33.4ὥσπερ ἐκδῦσαι τοὺς βασιλεῖς, οὐ καταπολεμῆσαι πεμφθέντος

    助词 ὥσπερ 结合属格分词 πεμφθέντος,引出指控者所作出的讽刺性比拟(“仿佛被派去是为了……”)。不定式 ἐκδῦσαι 与 καταπολεμῆσαι 依附于该分词表示目的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:33.1-33.5