← 普鲁塔克

卢库鲁斯传

§32.1-32.5

严寒撤军与强攻尼西比斯

卢库鲁斯本拟继续深入征服,但严酷的气候与艰苦的环境引发了士卒的哗变倾向,迫使他引军撤退并转攻米格多尼亚,一举强攻克下尼西比斯,并擒获宿敌卡利马库斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.1

ἐκ τούτου Λούκουλλος μὲν ἐπηρμένος καὶ τεθαρρηκὼς ἄνω προάγειν διενοεῖτο καὶ καταστρέφεσθαι τὴν βάρβαρον ὥρᾳ δʼ ἰσημερίας φθινοπωρινῆς οὐκ ἂν ἐλπίσαντι1 χειμῶνες ἐπέπεσον βαρεῖς, τὰ μὲν πλεῖστα κατανίφοντες, ἐν δὲ ταῖς αἰθρίαις πάχνην ἐπιφέροντες καὶ πάγον, ὑφʼ οὗ χαλεποὶ μὲν ἦσαν οἱ ποταμοὶ τοῖς ἵπποις πίνεσθαι2 διὰ ψυχρότητος ὑπερβολήν, χαλεπαὶ δʼ αὐτῶν αἱ διαβάσεις ἐκρηγνυμένου τοῦ κρυστάλλου καὶ διακόπτοντος τὰ νεῦρα τῶν ἵππων τῇ τραχύτητι.

经此一役,卢库鲁斯意气昂扬、信心倍增,打算向内陆纵深推进并征服蛮族的土地;然而在秋分时节,在任谁也料想不到的情况下,暴烈冬暴骤然降临,大部分地方大雪覆盖,而在晴朗的日子里又带来白霜与严冰。由于严寒彻骨,河水使战马难以饮用;河道也难以渡越,因为冰层碎裂,以其尖锐粗糙的边缘割断马的筋腱。

§32.2

τῆς δὲ χώρας ἡ πολλὴ συνηρεφὴς οὖσα καὶ στενόπορος καὶ ἑλώδης ἀεὶ καθύγραινεν αὐτούς, χιόνος ἀναπιμπλαμένους ἐν ταῖς ὁδοιπορίαις καὶ κακῶς ἐν τόποις νοτεροῖς νυκτερεύοντας, οὐ πολλὰς οὖν ἡμέρας ἀκολουθήσαντες τῷ Λουκούλλῳ μετὰ τὴν μάχην ἠναντιοῦντο, πρῶτον δεόμενοι καὶ τοὺς χιλιάρχους προσπέμποντες, ἔπειτα θορυβωδέστερον συνιστάμενοι καὶ κατὰ σκηνὰς νυκτὸς ἀλαλάζοντες, ὅπερ εἶναι δοκεῖ σύμβολον ἀποστατικῶς ἐχούσης στρατιᾶς.

该国大部分地区树木遮蔽、道路狭仄且地势沼洼,使他们始终湿透,在行军中浸满风雪,夜间又凄惨地在潮湿处露宿。因此,他们在战后跟从卢库鲁斯没几天便开始抗命,起初是恳求并派出千夫长前去游说,后来则更为喧嚣地聚众结伙,在夜间的帐篷中高声呐喊——这被认为是军队倾向于哗变的征兆。

§32.3

καίτοι πολλὰ προσελιπάρει Λούκουλλος ἀξιῶν αὐτοὺς μακροθυμίαν ἐμβαλέσθαι ταῖς ψυχαῖς, ἄχρι οὗ τὴν ἐν Ἀρμενίοις Καρχηδόνα λαβόντες ἀνδρὸς ἐχθίστου, τὸν Ἀννίβαν λέγων, ἔργον ἀνατρέψωσιν. ὡς δʼ οὐκ ἔπειθεν, ἀπῆγεν αὐτοὺς ὀπίσω καὶ κατʼ ἄλλας ὑπερβολὰς διελθὼν τὸν Ταῦρον εἰς τὴν λεγομένην Μυγδονικὴν κατέβαινε, χώραν παμφόρον καὶ ἀλεεινὴν καὶ πόλιν ἐν αὑτῇ μεγάλην καὶ πολυάνθρωπον ἔχουσαν, ἣν οἱ μὲν βάρβαροι Νίσιβιν, οἱ δʼ Ἕλληνες Ἀντιόχειαν Μυγδονικὴν προσηγόρευον.

尽管如此,卢库鲁斯仍百般苦劝,要求他们在灵魂中注入坚忍,直到攻克亚美尼亚境内的这座“迦太基”,推翻其最痛恨之仇敌——指汉尼拔——的功业为止。然而他未能说服他们,便率部折返,经由托罗斯山脉的另一条隘道下至所谓的米格多尼亚;那是一片沃野温煦之地,其境内拥有一座规模宏大、人口稠密的城市,蛮族称之为尼西比斯,希腊人则称之为米格多尼亚的安条克。

§32.4

ταύτην εἶχεν ἀξιώματι μὲν ἀδελφὸς Τιγράνου Γούρας, ἐμπειρίᾳ δὲ καὶ δεινότητι μηχανικῇ Καλλίμαχος ὁ καὶ περὶ Ἀμισὸν πλεῖστα πράγματα Λουκούλλῳ παρασχών, βαλόμενος δὲ στρατόπεδον καὶ πᾶσαν ἰδέαν πολιορκίας ἐπαγαγών ὀλίγῳ χρόνῳ κατὰ κράτος λαμβάνει τὴν πόλιν.

此城名义上由提格兰的兄弟古拉斯把持,但依凭军事经验与器械造诣实际掌控全局的,则是此前在阿米索斯亦曾给卢库鲁斯制造极大麻烦的卡利马库斯。卢库鲁斯扎下营盘,动用了攻城的一切手段,在短时间内一举强攻破城。

§32.5

καὶ Γούρᾳ μὲν ἑαυτὸν ἐγχειρίσαντι φιλανθρώπως ἐχρήσατο, Καλλιμάχῳ δʼ ὑπισχνουμένῳ θήκας ἀπορρήτους μεγάλων χρημάτων ἀνακαλύψειν οὐ προσέσχεν, ἀλλʼ ἐκέλευσεν ἐν πέδαις κομίζεσθαι δίκην ὑφέξοντα τοῦ πυρὸς,3 ᾧ τὴν Ἀμισηνῶν διαλυμηνάμενος πόλιν ἀφείλετο φιλοτιμίαν αὐτοῦ καὶ χρηστότητος ἐπίδειξιν πρὸς τοὺς Ἕλληνας.

对于主动投降的古拉斯,卢库鲁斯宽宏对待;而对于承诺揭示大笔财富隐秘藏所的卡利马库斯,他则不予理会,而是下令将其戴上脚镣押解,以惩罚其纵火之罪——卡利马库斯正是借那场大火摧毁了阿米索斯城,剥夺了卢库鲁斯对希腊人展现功名心与仁德的机会。

语法注3 条
  1. 32.1οὐκ ἂν ἐλπίσαντι

    省去了不特定主语的人称判断与格(关系与格),并与带有潜在意味的小词ἄν和不定过去时分词结合。其功能相当于潜在条件句(如ὅτε τις οὐκ ἂν ἤλπισεν,“任谁也不会料想到之时”),用以紧凑地修饰事件发生时的出人意料。

  2. 32.1πίνεσθαι

    限定说明形容词χαλεποί(与主语οἱ ποταμοί一致)的说明性不定式(epexegetic infinitive)。虽然形式上为中动态/被动态,但在意义上起被动作用(“供马饮用是困难的”),用以界定河流在哪一方面构成困难。

  3. 32.5δίκην ὑφέξοντα τοῦ πυρός

    将来时分词ὑφέξοντα表目的(“以承受惩罚”),短语δίκην ὑπέχω(受罚)支配表示罪名与起因的属格τοῦ πυρός(“针对火灾”)。接续的关系代词与格ᾧ充当手段/工具(“借那场大火”),修饰关系从句内的分词διαλυμηνάμενος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:32.1-32.5