← 普鲁塔克

卢库鲁斯传

§31.1-31.8

进军阿尔塔克萨塔与阿尔萨尼亚斯河之战

由于士兵动摇,卢库鲁斯放弃征讨帕提亚,转而进军提格兰的王都阿尔塔克萨塔以迫其决战;提格兰与米特里达梯联军在阿尔萨尼亚斯河对岸列阵迎敌,却被卢库鲁斯率领的罗马军彻底击溃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

τοιούτων δὲ καὶ πονηροτέρων ἔτι λόγων αἰσθόμενος ὁ Λούκουλλος τὴν ἐπὶ Πάρθους στρατείαν ἀφῆκεν, αὖθις δʼ ἐπὶ τὸν Τιγράνην ἐβάδιζε θέρους ἀκμάζοντος, καὶ τὸν Ταῦρον ὑπερβαλὼν ἠθύμησε χλωρῶν τῶν πεδίων ἐκφανέντων τοσοῦτον αἱ ὧραι διὰ τὴν ψυχρότητα τοῦ ἀέρος ὑστερίζουσιν.1

察觉到这类乃至更为恶劣的言论后,卢库鲁斯放弃了对帕提亚人的远征,在盛夏时节再次向提格兰进军。然而在越过托罗斯山脉之后,他见平原上草木尚青,不禁大失所望,因为大气的酷寒竟使季节推迟了如此之多。

§31.2

οὐ μὴν ἀλλὰ καταβὰς καὶ δὶς ἢ τρὶς ἀνατολμήσαντας ἐπʼ αὐτὸν τοὺς Ἀρμενίους τρεψάμενος ἀδεῶς ἐπόρθει τὰς κώμας, καὶ τὸν παρεσκευασμένον τῷ Τιγράνῃ σῖτον ἐξαιρῶν ἣν αὐτὸς ἐφοβεῖτο τοῖς πολεμίοις περιέστησεν ἀπορίαν. ἐπεὶ δὲ προκαλούμενος εἰς μάχην αὐτούς περιταφρεύων τὸν χάρακα καὶ πορθῶν ἐν ὄψει τὴν χώραν οὐκ ἐκίνει πεπληγότας πολλάκις, ἀναστὰς ἐβάδιζεν ἐπʼ Ἀρτάξατα τὸ Τιγράνου βασίλειον, ὅπου καὶ παῖδες αὐτῷ νήπιοι καὶ γαμεταὶ γυναῖκες ἦσαν, οὐκ ἂν οἰόμενος ἀμαχεὶ ταῦτα προήσεσθαι τὸν Τιγράνην.2

尽管如此,他依然率军下山,击溃了两三次胆敢向他挑战的亚美尼亚人,肆无忌惮地洗劫村落;并通过掠走为提格兰储备的粮食,将自己曾担忧的困匮转移到了敌人头上。但是,尽管卢库鲁斯在对方营垒四周挖掘壕堑,并当着他们的面蹂躏国土以此诱战,屡遭重创的敌人却仍按兵不动。于是他拔营而起,向提格兰的王都阿尔塔克萨塔进发;由于那里安置着提格兰幼小的子女和结发妻妾,卢库鲁斯料定提格兰绝不会不战而弃之不顾。

§31.3

λέγεται δʼ Ἀννίβαν τὸν Καρχηδόνιον,3 Ἀντιόχου καταπολεμηθέντος ὑπὸ Ῥωμαίων, μεταβάντα πρὸς Ἀρτάξαν τὸν Ἀρμένιον ἄλλων τε πολλῶν εἰσηγητὴν καὶ διδάσκαλον αὐτῷ γενέσθαι χρησίμων, καὶ τῆς χώρας καταμαθόντα τόπον εὐφυέστατον καὶ ἥδιστον ἀργοῦντα καὶ παρορώμενον σχῆμα πόλεως ἐν αὐτῷ προϋπογράψασθαι, καὶ τὸν Ἀρτάξαν ἐπαγαγόντα δεῖξαι καὶ παρορμῆσαι πρὸς τὸν οἰκισμόν.

相传迦太基人汉尼拔在安条克被罗马人彻底击败后投奔了亚美尼亚人阿尔塔克萨斯,他不仅向阿尔塔克萨斯建言并传授了许多其他有益的事务,还发现该国有一处地理条件极佳且景色宜人的地方荒废闲置,未受重视,便在其中勾画出一座城市的轮廓,并把阿尔塔克萨斯引至该处,展示给他看,极力劝其建城。

§31.4

ἡσθέντος δὲ τοῦ βασιλέως καὶ δεηθέντος, ὅπως αὐτὸς ἐπιστατήσῃ τοῦ ἔργου, μέγα τι καὶ πάγκαλον χρῆμα πόλεως ἀναστῆναι, καὶ γενομένην ἐπώνυμον τοῦ βασιλέως μητρόπολιν ἀποδειχθῆναι τῆς Ἀρμενίας. ἐπὶ ταύτην τοῦ Λουκούλλου βαδίζοντος οὐκ ἠνέσχετο Τιγράνης, ἀλλὰ τὴν δύναμιν ἀναλαβὼν ἡμέρᾳ τετάρτῃ παρεστρατοπέδευσε τοῖς Ῥωμαίοις, ἐν μέσῳ λαβὼν τὸν Ἀρσανίαν ποταμόν, ὃν ἐξ ἀνάγκης διαβατέον ἦν τοῖς Ῥωμαίοις τὴν ἐπʼ Ἀρταξάτων πορευομένοις. θύσας δὲ τοῖς θεοῖς Λούκουλλος, ὡς ἐν χερσὶν οὔσης τῆς νίκης, διεβίβαζε τὸν στρατὸν ἐν δώδεκα σπείραις προτεταγμέναις, ταῖς δʼ ἄλλαις ἐπιτεταγμέναις πρὸς τὰς κυκλώσεις τῶν πολεμίων. πολλοὶ γὰρ ἦσαν ἱππεῖς καὶ λογάδες ἀντιπαρατεταγμένοι, πρὸ δʼ αὐτῶν ἱπποτοξόται Μάρδοι καὶ λογχοφόροι Ἴβηρες, οἷς μάλιστα τῶν ξένων ὁ Τιγράνης ἐπίστευεν ὡς μαχιμωτάτοις.

国王大为喜悦,恳请他亲自督造此工程,于是耸立起一座规模宏大、极具壮美的大城,并以国王之名命名,被定为亚美尼亚的都城。当卢库鲁斯向此城进军时,提格兰再也无法忍受,便统领全军,在第四天进驻到罗马军队对面扎营,将阿尔萨尼亚斯河隔在两军之间;而罗马军若要前往阿尔塔克萨塔,此河乃是必渡之水。卢库鲁斯向诸神献祭,宛若胜利已操于掌中一般,率军渡河;他以十二个步兵大队为前锋,其余部队部署在后,以防敌人的侧翼包抄。因为对面列阵的有大量骑兵和精选精锐,其前列则是马尔迪骑射手和伊比利亚长矛手,提格兰在外族雇佣军中最信任他们,视其为最骁勇善战者。

§31.6

οὐ μὴν ἐπράχθη τι λαμπρὸν ἀπʼ αὐτῶν, μικρὰ δὲ τοῖς ἱππεῦσι τῶν Ῥωμαίων διαπληκτισάμενοι τοὺς πεζοὺς ἐπιόντας οὐχ ὑπέμειναν, ἀλλʼ ἑκατέρωσε τῆς φυγῆς σχισθέντες ἐπεσπάσαντο τοὺς ἱππεῖς πρὸς τὴν δίωξιν. ἅμα δὲ τῷ τούτους διασπαρῆναι τῶν περὶ τὸν Τιγράνην ἐξιππασαμένων ἰδὼν τὴν λαμπρότητα καὶ τὸ πλῆθος ὁ Λούκουλλος ἔδεισε.

然而,他们并未立下任何显赫战功;仅与罗马骑兵稍作交锋后,便无法承受步兵的推进,而是兵分两路溃逃,将罗马骑兵引向追击。但在他们散开的同时,提格兰周围的部队策马冲出,卢库鲁斯目睹其仪容之盛与人数之众,不禁心生畏惧。

§31.7

καὶ τοὺς μὲν ἱππεῖς ἀπὸ τῆς διώξεως ἀνεκαλεῖτο, πρῶτος δʼ αὐτὸς ἀντέστη τοῖς Ἀτροπατηνοῖς κατʼ αὐτὸν οὖσι μετὰ τῶν ἀρίστων, καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν φοβήσας ἐτρέψατο. τριῶν δʼ ὁμοῦ παρατεταγμένων βασιλέων αἴσχιστα δοκεῖ φυγεῖν ὁ Ποντικὸς Μιθριδάτης, οὐδὲ τὴν κραυγὴν τῶν Ῥωμαίων ἀνασχόμενος.

于是他将骑兵从追击中召回,自己率领精锐率先迎战正对着他的阿特罗帕特尼军,尚未短兵相接便令其丧胆败逃。在并肩列阵的三位君王中,本都的米特里达梯似乎逃窜得最为可耻,甚至连罗马人的呼喊声都承受不住。

§31.8

γενομένης δὲ τῆς διώξεως μακρᾶς καὶ διʼ ὅλης νυκτός, οὐ μόνον κτείνοντες αὐτούς, ἀλλὰ καὶ ζωγροῦντες καὶ χρήματα καὶ λείαν ἄγοντες καὶ φέροντες ἀπεῖπον οἱ Ῥωμαῖοι.4 φησὶ δὲ ὁ Λίουϊος ἐν μὲν τῇ προτέρᾳ μάχῃ πλείονας, ἐν δὲ ταύτῃ γνωριμωτέρους πεσεῖν καὶ ληφθῆναι τῶν πολεμίων.

追击持续良久且贯穿了整夜,罗马人不仅杀敌,还抓捕俘虏并掠夺财物与战利品,以致精疲力竭才作罢。李维记载道,在前一次战役中阵亡和被俘的敌军人数更多,但在这一次战役中,阵亡和被俘的敌人身份则更为显赫。

语法注4 条
  1. 31.1τοσοῦτον αἱ ὧραι διὰ τὴν ψυχρότητα τοῦ ἀέρος ὑστερίζουσιν

    该句以解释性无连词连接(explanatory asyndeton)形式出现,用于阐明前文卢库鲁斯为何因平原草木尚青而心灰意冷(ἠθύμησε χλωρῶν τῶν πεδίων ἐκφανέντων)。τοσοῦτον 为副词性对格,表程度(“如此之甚”)。

  2. 31.2οὐκ ἂν οἰόμενος ἀμαχεὶ ταῦτα προήσεσθαι τὸν Τιγράνην

    小词 ἄν 虽前置于分词 οἰόμενος,但在句法意义上依附于间接引语中的不定式(προήσεσθαι,或异文中的不定过去时 προέσθαι),表达带有 ἄν 的归结从句(“料想提格兰绝不会不战而放弃这些”)。

  3. 31.3λέγεται δʼ Ἀννίβαν τὸν Καρχηδόνιον

    由非人称动词 λέγεται 引领的长大对格加不定式结构,以 Ἀννίβαν 为意义上的主语,统辖一系列并列不定式(γενέσθαι、προϋπογράψασθαι、δεῖξαι、παρορμῆσαι)。该间接引语结构在下一句中继续延续至城市建立(ἀναστῆναι 与 ἀποδειχθῆναι)。

  4. 31.8ἀπεῖπον οἱ Ῥωμαῖοι

    ἀπεῖπον(ἀπαγορεύω 的不定过去时)在此处意为“精疲力竭而作罢/放弃”。与分词 κτείνοντες、ζωγροῦντες 以及 ἄγοντες καὶ φέροντες 连用,表示罗马人因整夜杀戮、生擒和抢掠而疲惫不堪,最终停止了追击。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:31.1-31.8