← 普鲁塔克

卢库鲁斯传

§30.1-30.4

远征帕提亚的计划与军队抗命

卢库鲁斯识破帕提亚国王的两面手腕后决意讨伐对方,但本都驻军的抗命以及随之蔓延至他麾下军中的厌战情绪,使他的远征图谋面临严重危机。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

ἐνταῦθα καὶ παρὰ τοῦ Πάρθων βασιλέως ἧκε πρεσβεία παρʼ αὐτόν εἰς φιλίαν προκαλουμένου καὶ συμμαχίαν. ἦν δʼ ἀσμένῳ ταῦτα τῷ Λουκούλλῳ· καὶ πάλιν ἀντέπεμψε παρʼ ἑαυτοῦ πρεσβείαν πρὸς τὸν Πάρθον, οἳ κατεφώρασαν1 αὐτόν ἐπαμφοτερίζοντα τῇ γνώμῃ καὶ μισθὸν αἰτοῦντα κρύφα τοῦ συμμαχῆσαι2 τῷ Τιγράνῃ τὴν Μεσοποταμίαν.

在此处,帕提亚国王亦派来使节觐见他,提议建立友好同盟关系。这对卢库鲁斯而言自是求之不得;于是他亦派遣己方使节回访帕提亚国王,而使者们看穿了对方心怀两端,暗中要求以美索不达米亚作为与提格兰结盟的报酬。

§30.2

ὡς οὖν ταῦθʼ ὁ Λούκουλλος ᾔσθετο, Τιγράνην μὲν ἔγνω καὶ Μιθριδάτην παρελθεῖν ὥσπερ ἀνταγωνιστὰς ἀπειρηκότας, ἀποπειρᾶσθαι δὲ τῆς Πάρθων δυνάμεως καὶ στρατεύειν ἐπʼ αὐτούς, καλὸν ἡγούμενος μιᾷ ῥύμῃ πολέμου τρεῖς ἐφεξῆς ὥσπερ ἀθλητὴς βασιλεῖς καταπαλαῖσαι καὶ διὰ τριῶν τῶν ὑπὸ τὸν ἥλιον μεγίστων ἡγεμονιῶν ἀήττητος καὶ νικῶν διεξελθεῖν.

卢库鲁斯获悉此事后,便决意撇下已筋疲力尽的对手提格兰与米特里达梯,去试探帕提亚的力量并向他们进军;他认为若能在一次军事冲锋中像竞技勇士般接连降服三位君王,并在天下最伟大的三大帝国中保持全胜与克敌之势横贯而过,实乃莫大的荣光。

§30.3

ἔπεμψεν οὖν εἰς Πόντον τοῖς περὶ Σωρνάτιον ἡγεμόσιν ἐπιστείλας ἄγειν τὴν ἐκεῖ στρατιὰν πρὸς αὐτόν, ὡς ἐκ τῆς Γορδυηνῆς ἀναβησόμενος. οἱ δὲ καὶ πρότερον χαλεποῖς χρώμενοι καὶ δυσπειθέσι τοῖς στρατιώταις τότε παντελῶς ἀπεκάλυψαν αὐτῶν τὴν ἀκολασίαν, οὐδενὶ τρόπῳ πειθοῦς οὐδʼ ἀνάγκης εὑρόμενοι προσαγαγέσθαι μαρτυρομένους καὶ βοῶντας, ὡς οὐδʼ αὐτόθι μενοῦσιν, ἀλλʼ οἰχήσονται τὸν Πόντον ἔρημον ἀπολιπόντες.

于是他遣使前往本都,向索尔纳提乌斯手下的将领们下达指令,命他们率领当地的驻军前来与自己汇合,因他打算从戈尔杜埃内进军内陆。然而那些将领原先就深感士兵难以驾驭且桀骜不驯,此时更彻底暴露了这批士卒的放肆无度;无论运用说服还是强迫的手段,将领们都无法使他们就范,士兵们叫嚣抗议,声称他们甚至连当地也不愿再驻留,而要弃本都于不顾径自离去。

§30.4

ταῦτα πρὸς Λούκουλλον ἀπαγγελθέντα καὶ τοὺς ἐκεῖ προσδιέφθειρε στρατιώτας, ἤδη μὲν ὑπὸ πλούτου καὶ τρυφῆς βαρεῖς γεγονότας πρὸς τὴν στρατείαν καὶ σχολῆς δεομένους, ὡς δὲ τὴν ἐκείνων ἐπύθοντο παρρησίαν, ἄνδρας αὐτοὺς ἀπεκάλουν καὶ μιμητέον αὐτοὺς ἔφασαν εἶναι·3 πολλὰ γὰρ αὐτοῖς ἄξια σωτηρίας καὶ ἀναπαύσεως κατειργάσθαι.

这一情况报至卢库鲁斯处,亦进一步腐化了他身边的将士;他们本就因财富与奢靡而对出征深感厌倦沉重,渴望休整,如今闻听本都驻军的大胆直言,便称赞对方是真男儿,并宣称应当效仿他们;因为他们自认已建立了许多足以配得上保全自身与安享歇息的战功。

语法注3 条
  1. 30.1οἳ κατεφώρασαν

    阳性复数关系代词 οἵ 通过意义一致(synesis)指代前面的阴性单数集合名词 πρεσβείαν,在性数上配合了组成使节团的实际人员。

  2. 30.1τοῦ συμμαχῆσαι

    冠词加不定词属格 τοῦ συμμαχῆσαι 修饰 μισθόν,表示作为代价或条件的动作(交换或说明性属格)。紧随其后的宾格 τὴν Μεσοποταμίαν 作为分词 αἰτοῦντα 的直接宾语,与 μισθόν 构成同位关系(“索取美索不达米亚作为结盟的报酬”)。

  3. 30.4μιμητέον αὐτοὺς ἔφασαν εἶναι

    表示义务或必要的动词性形容词中性形式 μιμητέον 在间接引语中作无人称结构使用(源自无人称的 μιμητέον ἐστί),直接支配宾格宾语 αὐτούς(“应当效仿他们”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:30.1-30.4