- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:29.1-29.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
米特里达梯在提格兰兵败后与其会合重组联军,卢库鲁斯则攻占提格兰诺刻尔塔,将缴获分赐将士并遣返被迫迁徙的原住人口。随后,卢库鲁斯通过隆重安葬被害的戈尔杜埃内国王扎尔比埃努斯等仁厚之举,使周边各族由衷归顺。
διὸ καὶ Μιθριδάτης οὐ συνέτεινεν ἐπὶ τὴν μάχην, τῇ συνήθει τὸν Λούκουλλον εὐλαβείᾳ καὶ παραγωγῇ πολεμήσειν οἰόμενος,1 ἀλλὰ καθʼ ἡσυχίαν ἐπορεύετο πρὸς τὸν Τιγράνην. καὶ πρῶτον μὲν ὀλίγοις τῶν Ἀρμενίων ἐντυχὼν καθʼ ὁδὸν ἐπτοιημένοις καὶ περιφόβοις ἀπιοῦσιν εἴκασε τὸ πάθος, εἶτʼ ἤδη πλειόνων γυμνῶν καὶ τετρωμένων ἀπαντώντων πυθόμενος τὴν ἧτταν ἐζήτει τὸν Τιγράνην.
因此,米特里达梯并未急于奔赴战场,他料想卢库鲁斯仍会以惯常的谨慎与拖延来进行作战,便安步当车地朝提格兰处进发。起初,他在路上遇到少数惊慌失措、仓皇退却的亚美尼亚人,便隐约揣度到了这场灾祸;随后,遇到越来越多赤身裸体、负伤流血的人,得知了惨败的实情,他便四处寻找提格兰。
εὑρὼν δὲ πάντων ἔρημον καὶ ταπεινόν οὐκ ἀνθύβρισεν, ἀλλὰ καταβὰς καὶ συνδακρύσας τὰ κοινὰ πάθη θεραπείαν τε τὴν ἑπομένην αὐτῷ βασιλικὴν ἔδωκε καὶ κατεθάρρυνε πρὸς τὸ μέλλον, οὗτοι μὲν οὖν αὖθις ἑτέρας δυνάμεις συνῆγον. ἐν δὲ τῇ πόλει τοῖς Τιγρανοκέρτοις τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους στασιασάντων καὶ τῷ Λουκούλλῳ τὴν πόλιν ἐνδιδόντων προσβαλὼν εἷλε·
当发现提格兰已一无所有、精神颓丧时,米特里达梯并未反唇相讥,而是翻身下马,与他抱头痛哭共同的厄运,并将跟随自己的王室扈从赠予对方,鼓励他重振旗鼓面对未来;于是二人再次着手召集新的兵力。此时在提格兰诺刻尔塔城中,由于希腊人起来反抗蛮族并意欲向卢库鲁斯献城,卢库鲁斯发起强攻夺取了该城。
καὶ τοὺς μὲν ἐν τῇ πόλει θησαυροὺς παρελάμβανε, τὴν δὲ πόλιν διαρπάσαι παρέδωκε τοῖς στρατιώταις, μετὰ τῶν ἄλλων χρημάτων ὀκτακισχίλια τάλαντα νομίσματος ἔχουσαν. χωρὶς δὲ τούτων ὀκτακοσίας δραχμὰς κατʼ ἄνδρα διένειμεν ἀπὸ τῶν λαφύρων.
他接收了城中的库藏,而将整座城市交由士兵洗劫;除了其他财宝之外,城中尚有八千塔兰特的铸币。除此之外,他还从战利品中分给每名将士八百德拉克马。
πυνθανόμενος δὲ πολλοὺς ἐν τῇ πόλει κατειλῆφθαι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν,2 οὓς ὁ Τιγράνης πανταχόθεν ἠθροίκει μέλλων ἀποδεικνύναι τὸ κατεσκευασμένον ὑπʼ αὑτοῦ θέατρον, ἐχρήσατο τούτοις πρὸς τοὺς ἀγῶνας καὶ τὰς θέας τῶν ἐπινικίων. τοὺς δʼ Ἕλληνας εἰς τὰς αὑτῶν πατρίδας ἔπεμψε προσθεὶς ἐφόδια, καὶ τῶν βαρβάρων ὁμοίως τοὺς ἠναγκασμένους κατοικεῖν, ὥστε συνέβη μιᾶς πόλεως διαλυθείσης πολλὰς ἀνοικίζεσθαι πάλιν κομιζομένας τοὺς αὑτῶν οἰκήτορας, ὑφʼ ὧν ὡς εὐεργέτης ὁ Λούκουλλος καὶ κτίστης ἠγαπᾶτο.
当获悉城中俘获了许多狄奥尼索斯艺人——提格兰原打算在自己所建的剧场举行落成典礼而从四面八方将他们招揽至此——卢库鲁斯便任用他们来举办庆功会上的各项竞技与表演。他资助旅费,将希腊人遣送回各自的城邦,对那些被迫迁徙至此定居的蛮族亦同样处理;于是出现了一座城市解体而使许多城市得以重新迎来原有居民并获重建的景象,卢库鲁斯亦因此被他们视为恩人与城邦建立者而备受爱戴。
προὐχώρει δὲ καὶ τἆλλα κατʼ ἀξίαν τἀνδρί τῶν ἀπὸ δικαιοσύνης καὶ φιλανθρωπίας ἐπαίνων ὀρεγομένῳ μᾶλλον ἢ τῶν ἐπὶ τοῖς πολεμικοῖς κατορθώμασιν. ἐκείνων μὲν γὰρ οὐκ ὀλίγον ἡ στρατιὰ καὶ πλεῖστον ἡ τύχη μετεῖχε, ταῦτα δʼ ἦν ἡμέρου ψυχῆς καὶ πεπαιδευμένης ἐπίδειξις, οἷς ὁ Λούκουλλος τότε χωρὶς ὅπλων ἐχειροῦτο τοὺς βαρβάρους, καὶ γὰρ Ἀράβων βασιλεῖς ἧκον πρὸς αὐτὸν ἐγχειρίζοντες τὰ σφέτερα, καὶ τὸ Σωφηνῶν ἔθνος προσεχώρει·
其他事务的进展同样配得上这位统帅,他渴望因公正与仁爱而获得赞誉,甚于因赫赫战功而博得的声名。因为战功之中军队的作用不可磨灭,而命运所起的作用最大;仁义之举则是温和与受过良好教养的灵魂的显现,卢库鲁斯当时正是凭借这些品质,不费一兵一卒征服了蛮族。事实上,阿拉伯的诸王纷纷前来归附并献出自己的领土,索芬尼部族亦倒向他这一边。
τὸ δὲ Γορδυηνῶν οὕτω διέθηκεν, ὥστε βούλεσθαι τὰς πόλεις ἐκλιπόντας ἀκολουθεῖν ἐκείνῳ μετὰ παίδων καὶ γυναικῶν ἐθελοντὰς ἐξ αἰτίας τοιᾶσδε. Ζαρβιηνὸς γὰρ ὁ τῶν Γορδυηνῶν βασιλεὺς, ὥσπερ εἴρηται, διʼ Ἀππίου κρύφα Λουκούλλῳ διείλεκτο περὶ συμμαχίας τὴν Τιγράνου τυραννίδα βαρυνόμενος· μηνυθεὶς δʼ ἀπεσφάγη, καὶ παῖδες αὑτοῦ καὶ γυνὴ συναπώλοντο πρὶν ἢ Ῥωμαίους εἰς Ἀρμενίαν ἐμβαλεῖν.
此外,他使戈尔杜埃内人深受感召,以致他们甘愿携妻带子离开原居城市跟随于他,其原委如下。戈尔杜埃内国王扎尔比埃努斯正如前文所述,因不堪提格兰的暴虐统治,曾通过阿庇乌斯秘密与卢库鲁斯商议结盟;但他遭人告发而被处决,其妻儿亦在罗马人攻入亚美尼亚之前一同罹难。
τούτων οὐκ ἠμνημόνησεν ὁ Λούκουλλος, ἀλλὰ παρελθὼν εἰς τὴν Γορδυηνῶν ταφὰς προὔθετο τοῦ Ζαρβιηνοῦ, καὶ πυρὰν ἐσθῆτι καὶ χρυσῷ βασιλικῷ καὶ τοῖς ἀπὸ Τιγράνου κοσμήσας λαφύροις αὐτὸς παρὼν ὑφῆψε, καὶ χοὰς ἐπήνεγκε μετὰ φίλων καὶ οἰκείων τοῦ ἀνδρός, ἑταῖρον ἑαυτοῦ καὶ Ῥωμαίων σύμμαχον ἀνακαλούμενος.
卢库鲁斯并未忘却这些情谊,他率军进入戈尔杜埃内境内,为扎尔比埃努斯举行了隆重的葬礼,用王室华服、黄金以及从提格兰处缴获的战利品装饰柴堆,并亲自上前点燃。他与死者的亲友一同献上奠祭,高呼其为自己的挚友与罗马人的盟友。
ἐκέλευσε δὲ καὶ μνημεῖον ἀπὸ χρημάτων συχνῶν αὐτῷ γενέσθαι· πάμπολλα γὰρ εὑρέθη, καὶ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς τοῦ Ζαρβιηνοῦ βασιλείοις, σίτου δʼ ἀπέκειντο μυριάδες τριακόσιαι μεδίμνων, ὥστε καὶ τοὺς στρατιώτας ὠφελεῖσθαι καὶ τὸν Λούκουλλον θαυμάζεσθαι, ὅτι δραχμὴν μίαν ἐκ τοῦ δημοσίου ταμιείου μὴ λαβὼν αὐτὸν ἐξ αὑτοῦ διῴκει τὸν πόλεμον.3
他还下令动用巨资为死者修筑纪念碑;因为在扎尔比埃努斯的王宫中起获了无数金银财宝,并存有三百万美狄姆诺斯粮食,这不仅让将士们得到了丰厚补给,更使卢库鲁斯赢得了极高赞誉,因为他未从国库支取一文钱,便完全依靠战争本身的资源支撑了整场战事。
- 29.1τῇ συνήθει τὸν Λούκουλλον εὐλαβείᾳ καὶ παραγωγῇ πολεμήσειν οἰόμενος
在由分词 οἰόμενος 支配的“宾格加不定式”结构中,表示方式的与格短语 τῇ συνήθει... εὐλαβείᾳ καὶ παραγωγῇ 与主语宾格 τὸν Λούκουλλον 形成语序倒置(hyperbaton),置于未来不定式 πολεμήσειν 之前。句意应顺读为“料想卢库鲁斯会以其惯有的谨慎与拖延来进行作战”。
- 29.4τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν
专有名词短语(οἱ περὶ τὸν Διόνυσον τεχνῖται),指希腊化时代从事巡回戏剧与音乐演出的行业公会“狄奥尼索斯艺人”。
- 29.8αὐτὸν ἐξ αὑτοῦ διῴκει τὸν πόλεμον
代词 αὐτὸν 在此强调修饰宾语 τὸν πόλεμον,表达古代经典的“以战养战”原则,即“战争完全依靠其自身的资源(缴获与战地物资)来维持”。即便在句法上将 αὐτὸν 视作强调卢库鲁斯本人,其核心含义依然一致,皆指未耗费国库分文而完全依靠就地自给完成军事开支。
