- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:2.1-2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卢库鲁斯受苏拉重用负责铸币并出使征集舰队,冒冬日严寒出海安抚了克里特并整顿了昔兰尼的政体。在遭海盗袭击后抵达亚历山大里亚,受到托勒密国王极隆重的款待,但他严守节制,拒绝厚礼并放弃观光以专注公事。
νέος δʼ ὢν ἐν τῷ Μαρσικῷ πολέμῳ πολλὰ μὲν τόλμης δείγματα παρέσχε καὶ συνέσεως, μᾶλλόν γε μὴν αὐτὸν διʼ εὐστάθειαν καὶ πρᾳότητα Σύλλας προσηγάγετο, καὶ χρώμενος ἀπʼ ἀρχῆς ἐπὶ τὰ πλείστης ἄξια σπουδῆς διετέλεσεν ὧν ἦν καὶ ἡ περὶ τὸ νόμισμα πραγματεία.
卢库鲁斯年轻时,在同盟者战争中展现了许多勇敢与智慧的证据,但苏拉将他招揽到自己身边,更是因为他的坚定与温和;从一开始,苏拉就持续将最需审慎办理的重务托付给他,其中便包括有关铸造货币的事宜。
διʼ ἐκείνου γὰρ ἐκόπη τὸ πλεῖστον ἐν Πελοποννήσῳ περὶ τὸν Μιθριδατικὸν πόλεμον, καὶ Λουκούλλειον ἀπʼ ἐκείνου προσηγορεύθη, καὶ διετέλεσεν ἐπὶ πλεῖστον, ὑπὸ τῶν στρατιωτικῶν χρειῶν ἐν τῷ πολέμῳ λαμβάνον ἀμοιβὴν ταχεῖαν. ἐκ τούτου τῆς μὲν γῆς ἐπικρατῶν ὁ Σύλλας ἐν ταῖς Ἀθήναις, περικοπτόμενος δὲ τὴν ἀγορὰν ἐκ τῆς θαλάττης ὑπὸ τῶν πολεμίων ναυκρατούντων, ἐξέπεμψεν ἐπʼ Αἰγύπτου καὶ Λιβύης τὸν Λούκουλλον ἄξοντα ναῦς ἐκεῖθεν.
因为在米特拉达梯战争期间,绝大多数钱币都是经由他在伯罗奔尼撒铸造的,并且因他而被称作“卢库鲁斯币”;由于战争中的军事急需,这种钱币流通极快,并且沿用了极长的时间。此后,苏拉在雅典虽控制了陆地,但在海上的补给却被掌握制海权的敌人所切断,于是他派遣卢库鲁斯前往埃及和利比亚,从那里调集舰队。
ἦν μὲν οὖν ἀκμὴ χειμῶνος, ἐξέπλευσε δὲ τρισὶν Ἑλληνικοῖς μυοπάρωσι καὶ δικρότοις ἴσαις Ῥοδιακαῖς πρὸς μέγα πέλαγος καὶ ναῦς πολεμίας, πανταχόσε τῷ κρατεῖν πολλὰς διαφερομένας, παραβαλλόμενος.1 οὐ μὴν ἀλλὰ καὶ Κρήτην κατάρας ὠκειώσατο καὶ Κυρηναίους καταλαβὼν ἐκ τυραννίδων συνεχῶν καὶ πολέμων ταραττομένους ἀνέλαβε, καὶ κατεστήσατο τὴν πολιτείαν Πλατωνικῆς τινος φωνῆς ἀναμνήσας τὴν πόλιν, ἣν ἐκεῖνος ἀπεθέσπισε πρὸς αὐτούς.
当时正值严冬,然而他仅率领三艘希腊轻疾船和等数量的罗得双层桨战船启航,甘冒奇险,迎战汹涌的大海以及敌方依仗制海权四处游弋的大量战舰。尽管如此,他在克里特靠岸并将其争取过来,又发现昔兰尼人因接连不断的僭主统治和战争而陷入混乱,便使他们恢复秩序并确立了政体,同时让这座城邦记起柏拉图当年向他们宣告过的一句格言。
δεομένων γὰρ, ὡς ἔοικεν, ὅπως τε νόμους γράψῃ καὶ τὸν δῆμον αὐτὸν εἰς τύπον τινὰ καταστήσῃ πολιτείας σώφρονος, ἔφη χαλεπὸν εἶναι Κυρηναίοις οὕτως εὐτυχοῦσι νομοθετεῖν. οὐδὲν γὰρ ἀνθρώπου δυσαρκτότερον εὖ πράσσειν δοκοῦντος, οὐδʼ αὖ πάλιν δεκτικώτερον ἐπιστασίας συσταλέντος ὑπὸ τῆς τύχης, ὃ καὶ τότε Κυρηναίους νομοθετοῦντι Λουκούλλῳ πρᾴους παρέσχεν.
因为据说昔兰尼人曾请求柏拉图为他们制定法律,并将民众自身纳入某种适度稳健政体的框架中,柏拉图回答说,要给如此繁荣的昔兰尼人立法是十分困难的。因为再没有什么比自以为春风得意的人更难于统治,也再没有什么比被命运打击受挫的人更容易接受引导了;正是这一点,使得昔兰尼人在卢库鲁斯当时为他们立法时变得温顺柔和。
ἐκεῖθεν δʼ ἀναχθεὶς ἐπʼ Αἰγύπτου τὰ πλεῖστα τῶν σκαφῶν ἀπέβαλε πειρατῶν ἐπιφανέντων, αὐτὸς δὲ διασωθεὶς κατήγετο λαμπρῶς εἰς Ἀλεξάνδρειαν. ἀπήντησε γὰρ αὐτῷ σύμπας ὁ στόλος, ὥσπερ εἰώθει βασιλεῖ καταπλέοντι, κεκοσμημένος ἐκπρεπῶς· καὶ τὸ μειράκιον ὁ Πτολεμαῖος ἄλλην τε θαυμαστὴν ἐπεδείκνυτο φιλοφροσύνην πρὸς αὐτόν, οἴκησίν τε καὶ δίαιταν ἐν τοῖς βασιλείοις ἔδωκεν, οὐδενός πω ξένου πρότερον ἡγεμόνος αὐτόθι καταχθέντος.
他从那里起航前往埃及,在海盗突袭时损失了绝大多数船只,但他本人幸免于难,并极为隆重地进入了亚历山大里亚。因为整支舰队都盛装装饰,如同迎接国王入港的惯例那样出海迎接他;年少的托勒密也对他展现了其他令人惊叹的殷勤,并在王宫中为他提供住所与膳宿,而此前从未有任何外国将领获准留宿于此。
δαπάνην δὲ καὶ σύνταξιν οὐχ ὅσην ἐδίδου τοῖς ἄλλοις, ἀλλὰ τετραπλῆν ἐκείνῳ παρεῖχεν, οὐ προσιεμένῳ τῶν ἀναγκαίων πλέον οὐδὲν οὐδὲ δῶρον λαβόντι, καίπερ ὀγδοήκοντα ταλάντων ἄξια πέμψαντος αὐτῷ.2 λέγεται δὲ μήτʼ εἰς Μέμφιν ἀναβῆναι μήτʼ ἄλλο τῶν θαυμαζομένων ἐν Αἰγύπτῳ καὶ περιβοήτων ἱστορῆσαι· σχολάζοντος γὰρ εἶναι ταῦτα θεατοῦ καὶ τρυφῶντος, οὐχ, ὡς αὐτὸς, ἐν ὑπαίθρῳ τὸν αὐτοκράτορα σκηνοῦντα παρὰ ταῖς ἐπάλξεσι τῶν πολεμίων ἀπολελοιπότος.3
国王供给他的津贴与给养并非像赐予其他人那样,而是足足给了他四倍;但卢库鲁斯除了必需品之外分文不取,亦不接受任何馈赠,尽管国王曾派人送去价值八十塔兰同的厚礼。据说他既未溯河前往孟菲斯,也未游览埃及任何其他备受赞叹与闻名遐迩的名胜;因为他认为,这些事情属于悠闲度日、纵情享乐的观光客,而不属于像他这样将统帅留在敌人城堞旁的露天营地中的人。
- 2.3παραβαλλόμενος
中动态分词,意为“使自身涉险”“冒险”。与介词短语 πρὸς μέγα πέλαγος καὶ ναῦς πολεμίας(迎向汹涌大海与敌舰)连用,生动表明其不顾危险毅然出海的情状。
- 2.6πέμψαντος αὐτῷ
属格独立结构。其逻辑主语在上下文中显然是国王托勒密,因此在原文中省略。与 καίπερ 连用,表达让步:“尽管[国王]送给他……”。
- 2.6ἀπολελοιπότος
间接引语中不定词 εἶναι 的谓语属性属格。它与前文的 σχολάζοντος ... θεατοῦ καὶ τρυφῶντος(“属于悠闲奢靡的观光客的[特征]”)并列对比,构成 οὐχ ... ἀπολελοιπότος(“而不属于抛下……的人[的特征]”)。尽管中间插入了主格的 ὡς αὐτός(“像他自己一样”),分词依然保持了谓语骨架所要求的属格。
