- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:28.1-28.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卢库鲁斯身先士卒强渡河流并抢占制高点,令提格兰的具装骑兵与步兵陷入彻底溃败,以极小代价斩获大捷。后世史家与罗马统帅们盛赞卢库鲁斯以悬殊兵力摧毁强敌,并巧妙运用神速与持久这两种截然相反的战略克敌制胜。
ταῦτα δʼ εἰπὼν καὶ θαρρεῖν κελεύσας τόν τε ποταμὸν διέβαινε καὶ πρῶτος ἐπὶ τοὺς πολεμίους ἡγεῖτο, θώρακα μὲν ἔχων σιδηροῦν φολιδωτὸν ἀποστίλβοντα, κροσσωτὴν δὲ ἐφεστρίδα, τὸ δὲ ξίφος αὐτόθεν ὑποφαίνων γυμνόν, ὡς εὐθὺς εἰς χεῖρας ἵεσθαι δέον1 ἑκηβόλοις ἀνδράσι καὶ συναιρεῖν τὴν διατοξεύσιμον χώραν τῷ τάχει τῆς ἐπαγωγῆς.
说完这番话并勉励众人振奋勇气之后,卢库鲁斯亲自渡河,一马当先率军迎击敌人。他身披一副闪烁发光的铁质鳞甲,外罩流苏短斗篷,剑锋出鞘半露,深信面对惯用远程兵器的敌人理应立即近身肉搏,以迅猛的突击缩短暴露在弓箭射程内的距离。
ἐπεὶ δὲ τὴν κατάφρακτον ἵππον, ἧς πλεῖστος ἦν λόγος, κατεῖδε κατατεταγμένην ὑπὸ λόφῳ τινὶ τὴν ἄνω χώραν ἐπίπεδον καὶ πλατεῖαν ἔχοντι, πρόσβασιν δὲ τεττάρων σταδίων οὐ παντάπασι χαλεπὴν οὐδʼ ἀποκεκομμένην, Θρᾷκας μὲν ἱππεῖς καὶ Γαλάτας, οὓς εἶχεν, ἐκέλευσεν ἐκ πλαγίου προσφερομένους παρακρούεσθαι ταῖς μαχαίραις τοὺς κοντούς.
当他看到素负盛名的具装骑兵列阵在一座山丘下方,山顶地势平坦宽广,通往山顶约四斯塔德的坡道既不甚艰险也不陡峭,便命令麾下的色雷斯与加拉太骑兵从侧翼迂回突击,用马刀击偏敌人的长矛。
μία γὰρ ἀλκὴ τῶν καταφράκτων κοντός· ἄλλο δʼ οὐδὲν οὔθʼ ἑαυτοῖς οὔτε τοῖς πολεμίοις χρῆσθαι δύνανται διὰ βάρος καὶ σκληρότητα τῆς σκευῆς, ἀλλʼ ἐγκατῳκοδομημένοις ἐοίκασιν.2 αὐτὸς δὲ δύο σπείρας ἀναλαβὼν ἡμιλλᾶτο πρὸς τόν λόφον, ἐρρωμένως ἑπομένων τῶν στρατιωτῶν διὰ τὸ κἀκεῖνον ἐν τοῖς ὅπλοις ὁρᾶν πρῶτον κακοπαθοῦντα πεζὸν καὶ προσβιαζόμενον. γενόμενος δʼ ἄνω καὶ στὰς ἐν τῷ περιφανεῖ τοῦ χωρίου μέγα βοήσας· νενικήκαμεν, ἔφη, νενικήκαμεν, ὦ συστρατιῶται.
因为具装骑兵唯一的威力就在于那柄长矛;由于甲胄沉重坚硬,他们既无法顾全自己,也无法对付敌人,反而活像被砌在石墙里的囚徒一般。卢库鲁斯自己则率领两个大队向山丘疾进,将士们见他身披重甲率先步行受苦、奋勇冲击,皆斗志昂扬紧紧相随。登上高处并站在一览无余的显眼之处,他高声呼喊道: “我们胜利了,”他说: “战友们,我们胜利了!”
καὶ τοῦτο εἰπὼν ἐπῆγε τοῖς καταφράκτοις, κελεύσας μηδὲν ἔτι χρῆσθαι τοῖς ὑσσοῖς, ἀλλʼ ἐκ χειρὸς ἕκαστον διαλαβόντα παίειν3 τῶν πολεμίων κνήμας τε καὶ μηρούς, ἃ μόνα γυμνὰ τῶν καταφράκτων ἐστίν, οὐ μὴν ἐδέησέ τι ταύτης τῆς μάχης οὐ γὰρ ἐδέξαντο τοὺς Ῥωμαίους, ἀλλʼ ἀλαλάξαντες καὶ φεύγοντες αἴσχιστα πάντων ἐνέωσαν ἑαυτούς τε καὶ τοὺς ἵππους βαρεῖς ὄντας εἰς τὰ τῶν πεζῶν ὅπλα πρὶν ἄρξασθαί τινος ἐκείνους μάχης, ὥστε μήτε τραύματος γενομένου μήθʼ αἵματος ὀφθέντος ἡττᾶσθαι τὰς τοσαύτας μυριάδας.
说完这番话,他便引兵向具装骑兵冲杀过去,命令众人切勿再掷标枪,而是人人近身握稳武器,专砍敌人的小腿和大腿——这正是具装骑兵全身上下唯一袒露之处。然而根本无需经历这般搏杀;因为敌军根本没有迎击罗马人,而是发出一阵呼号,以最可耻的方式落荒而逃,自身连同沉重的坐骑一股脑撞向步兵阵列,当时步兵甚至尚未开始交战,以致未遭创伤、未见流血,这数以万计的大军就已溃不成军。
ὁ δὲ πολὺς φόνος ἤδη φευγόντων ἐγίνετο, μᾶλλον δὲ βουλομένων φεύγειν οὐ γὰρ ἐδύναντο πυκνότητι καὶ βάθει τῶν τάξεων ὑφʼ αὑτῶν ἐμποδιζόμενοι. Τιγράνης δʼ ἐξελάσας ἐν ἀρχῇ μετʼ ὀλίγων ἔφευγε· καὶ τόν υἱὸν ὁρῶν κοινωνοῦντα τῆς αὐτῆς τύχης περιεσπάσατο τὸ διάδημα τῆς κεφαλῆς κἀκείνῳ δακρύσας παρέδωκε, σῴζειν ἑαυτὸν, ὅπως δύναται, καθʼ ἑτέρας ὁδοὺς κελεύσας.
大规模的屠杀随后在溃逃者、或者说妄图逃跑者中展开;因为在自身阵列的密集与深厚挤压之下,他们竟寸步难行。提格兰在战局之初便带着少数随从逃窜;眼见自己的儿子也落入同样的厄运,他从头上摘下王冠,流着泪交到儿子手中,命他无论如何自寻别路逃生。
ὁ δὲ νεανίας ἀναδήσασθαι μὲν οὐκ ἐτόλμησε, τῶν δὲ παίδων τῷ πιστοτάτῳ φυλάττειν ἔδωκεν. οὗτος ἁλοὺς κατὰ τύχην ἀνήχθη πρὸς Λούκουλλον, ὥστε μετὰ τῶν ἄλλων αἰχμάλωτον καὶ τὸ διάδημα γενέσθαι τοῦ Τιγράνου. λέγεται δὲ τῶν μὲν πεζῶν ὑπὲρ δέκα μυριάδας διαφθαρῆναι, τῶν δʼ ἱππέων ὀλίγους παντάπασι διαφυγεῖν. Ῥωμαίων δʼ ἑκατὸν ἐτρώθησαν, ἔπεσον δὲ πέντε.
年轻人不敢将王冠戴在头上,便交给身边最忠信的侍从代为保管。此人偶被俘获,解送至卢库鲁斯帐前,提格兰的王冠遂与其他缴获之物一同落入罗马人之手。据说敌军步兵阵亡逾十万人,骑兵逃脱者寥寥无几;而罗马一方仅百人负伤,阵亡五人。
ταύτης τῆς μάχης Ἀντίοχος ὁ φιλόσοφος ἐν τῇ Περὶ θεῶν γραφῇ μνησθεὶς οὔ φησιν ἄλλην ἐφεωρακέναι τοιαύτην τόν ἥλιον. Στράβων δʼ, ἕτερος φιλόσοφος, ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασιν αὐτοὺς λέγει τοὺς Ῥωμαίους αἰσχύνεσθαι καὶ καταγελᾶν ἑαυτῶν ἐπʼ ἀνδράποδα τοιαῦτα δεηθέντας ὅπλων. Λίουϊος δʼ εἴρηκεν, ὡς οὐδέποτε Ῥωμαῖοι πολεμίοις ἀποδέοντες τοσούτῳ πλήθει παρετάξαντο· σχεδὸν γὰρ οὐδʼ εἰκοστόν, ἀλλʼ ἔλαττον ἐγένοντο μέρος οἱ νικῶντες τῶν ἡσσημένων.
哲学家安提奥库斯在《论神》一书中提及此役,称太阳从未俯瞰过另一场这样的战役。另一位哲学家斯特拉波在其《历史见闻录》中亦言,罗马人自己也深感羞愧,自嘲对付这等奴才竟还需要动用兵戈。李维则评论道,罗马人迎战人数如此悬殊之敌,实属空前;因为胜利者的人数尚不足战败者的二十分之一,甚至更为稀少。
Ῥωμαίων δʼ οἱ δεινότατοι στρατηγοὶ καὶ πλεῖστα πολέμοις ὡμιληκότες ἐπῄνουν μάλιστα τοῦ Λουκούλλου τὸ δύο βασιλεῖς τοὺς ἐπιφανεστάτους καὶ μεγίστους δυσὶ τοῖς ἐναντιωτάτοις, τάχει καὶ βραδυτῆτι, καταστρατηγῆσαι. Μιθριδάτην μὲν γὰρ ἀκμάζοντα χρόνῳ καὶ τριβῇ κατανάλωσε, Τιγράνην δὲ τῷ σπεῦσαι συνέτριψεν, ἐν ὀλίγοις τῶν πώποτε ἡγεμόνων τῇ μελλήσει μὲν ἔργῳ, τῇ τόλμῃ δʼ ὑπὲρ ἀσφαλείας χρησάμενος.4
罗马最卓越、历经战阵最多的将领们尤其赞赏卢库鲁斯之处,在于他运用两种截然相反的手段——神速与迟缓——彻底制胜了两位最显赫、最强大的君王。他凭借时间与消耗战拖垮了正值鼎盛的米特里达梯,又以疾雷之势摧毁了提格兰,在古往今来的名将之中,实属少数能以迟滞作为制胜手段、以冒险换取安全之人。
- 28.1ὡς εὐθὺς εἰς χεῖρας ἵεσθαι δέον
由 ὡς 引导的无人称动词 δεῖ 的绝对宾格形式(δέον),表达主语卢库鲁斯的主观意图或判断(“认为应当……”)。其后的 ἑκηβόλοις ἀνδράσι 为由 εἰς χεῖρας ἵεσθαι(肉搏、短兵相接)所支配的与格,表示交战的对象。
- 28.3ἐγκατῳκοδομημένοις ἐοίκασιν
动词 ἐοίκασι(像、似)后接与格补足语,此处由 ἐγκατοικοδομέω(砌入墙内、幽禁于石室中)的完成时被动分词与格 ἐγκατῳκοδομημένοις 充当,形象地比喻具装骑兵因盔甲沉重僵硬而动弹不得的窘境。
- 28.4ἕκαστον διαλαβόντα παίειν
不定词 παίειν 的逻辑主语为宾格 ἕκαστον,分词 διαλαβόντα 亦作宾格与其保持性数格一致。διαλαμβάνω 与前文的 ἐκ χειρὸς(近战、徒手)相呼应,表示“每人手中紧握武器进行近身搏杀”。
- 28.8τῇ μελλήσει μὲν ἔργῳ, τῇ τόλμῃ δʼ ὑπὲρ ἀσφαλείας χρησάμενος
分词 χρησάμενος 支配两个与格(τῇ μελλήσει 和 τῇ τόλμῃ),分别与表述语性的与格 ἔργῳ(作为实质行动/有效手段)及介词短语 ὑπὲρ ἀσφαλείας(为了安全起见)构成工整的对照。作者在此以悖论修辞赞颂卢库鲁斯将通常消极的“迟缓拖延”化为有效杀招,将通常冒险的“大胆勇猛”化为保全军队的良策。
