← 普鲁塔克

卢库鲁斯传

§27.1-27.7

提格兰大军的到达与卢库鲁斯的迎击

提格兰率大军赶到并嘲讽弱小的罗马部队;卢库鲁斯分兵一边维持围城一边迎敌,并不顾该日为不吉之日的警告毅然渡河决战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

ὡς δʼ ὑπερβαλὼν τὸν Ταῦρον ἄθρους κατεφάνη καὶ κατεῖδε πρὸς τοῖς Τιγρανοκέρτοις ἐπικαθήμενον τὸ στράτευμα τῶν Ῥωμαίων, ὁ μὲν ἐν τῇ πόλει βάρβαρος ὅμιλος ὀλολυγῇ καὶ κρότῳ τὴν ὄψιν ἐδέξατο, καὶ τοῖς Ῥωμαίοις ἀπὸ τῶν τειχῶν ἀπειλοῦντες ἐδείκνυσαν τοὺς Ἀρμενίους·

提格兰越过托罗斯山脉,全军显露身形,俯瞰驻扎在提格兰诺刻尔塔的罗马军队时,城内的异族大众欢呼鼓掌迎接这一景象,并从城墙上威胁罗马人,指点着前来的亚美尼亚人。

§27.2

Λουκούλλῳ δὲ σκοποῦντι περὶ τῆς μάχης οἱ μὲν ἄγειν ἐπὶ Τιγράνην ἐάσαντα τὴν πολιορκίαν συνεβούλευον, οἱ δὲ μὴ καταλιπεῖν ὀπίσω πολεμίους τοσούτους μηδʼ ἀνεῖναι τὴν πολιορκίαν. ὁ δʼ εἰπὼν ἑκατέρους μὲν οὐκ ὀρθῶς, ἀμφοτέρους δὲ καλῶς παραινεῖν1 διεῖλε τὴν στρατιάν. καὶ Μουρήναν μὲν ἑξακισχιλίους ἔχοντα πεζοὺς ἐπὶ τῆς πολιορκίας ἀπέλιπεν, αὐτὸς δὲ τέσσαρας καὶ εἴκοσι σπείρας ἀναλαβών, ἐν αἷς οὐ πλείονες ἦσαν μυρίων ὁπλιτῶν, καὶ τοὺς ἱππεῖς ἅπαντας καὶ σφενδονήτας καὶ τοξότας περὶ χιλίους, ἐχώρει.

卢库鲁斯商议对敌之策时,一些人建议他放弃围城,率军迎击提格兰;另一些人则建议切莫在身后留下如此众多的敌人,也不可放松围困。卢库鲁斯却指出,单听任何一方都不对,但将两方结合起来便极为妥当,于是将部队分开。他留下穆雷纳率领六千步兵继续围攻,自己则带上二十四个大队(其中重装步兵不超过一万人),以及全部骑兵、大约一千名投石手和弓手,向前开拔。

§27.3

καὶ παρὰ τὸν ποταμὸν ἐν πεδίῳ μεγάλῳ καταστρατοπεδεύσας παντάπασι μικρὸς ἐφάνη Τιγράνῃ, καὶ τοῖς κολακεύουσιν αὐτὸν διατριβὴν παρεῖχεν. οἱ μὲν γὰρ ἔσκωπτον, οἱ δʼ ὑπὲρ τῶν λαφύρων ἐν παιδιᾷ διεβάλλοντο κλῆρον τῶν δὲ στρατηγῶν καὶ βασιλέων ἕκαστος ᾐτεῖτο προσιὼν αὐτοῦ μόνου γενέσθαι τὸ ἔργον, ἐκεῖνον δὲ καθέζεσθαι θεατήν.

他在大平原上的河畔安营扎寨,在提格兰看来显得微不足道,并成为谄媚之徒消遣嘲弄的对象。有人出言讥诮,有人戏谑地为战利品抽签;诸将领与国王们亦纷纷上前请缨,请求把战事单独交由自己解决,而让提格兰安坐旁观。

§27.4

βουλόμενος δέ τι καὶ αὐτὸς ὁ Τιγράνης χαρίεις εἶναι καὶ σκωπτικός εἶπε τὸ θρυλούμενον· εἰ μὲν ὡς πρεσβευταί, πολλοὶ πάρεισιν εἰ δʼ ὡς στρατιῶται, ὀλίγοι. καὶ τότε μὲν οὕτως εἰρωνευόμενοι καὶ παίζοντες διετέλεσαν, ἅμα δʼ ἡμέρᾳ Λούκουλλος ὡπλισμένην τὴν δύναμιν ἐξῆγε. καὶ πρὸς ἕω μὲν ἦν τοῦ ποταμοῦ τὸ βαρβαρικὸν στράτευμα· τοῦ δὲ ῥεύματος ἀποστροφὴν λαμβάνοντος ἐπὶ τὰς δύσεις, ᾗ μάλιστα περάσιμον ἦν, ἀντιπαρεξάγων τὴν δύναμιν καὶ σπεύδων ἔδοξεν ἀποχωρεῖν τῷ Τιγράνῃ.

提格兰自己也想表现得风趣诙谐,便说出了那句众所周知的名言: “若作为使节,来得太多;若作为士兵,来得太少。” 当时他们就这样极尽嘲弄戏谑。拂晓时分,卢库鲁斯率全副武装的部队出营。异族大军位于河流东侧;河水向西折转处最为便于涉渡,卢库鲁斯顺着河流行进并加快步伐,在提格兰看来倒像是在撤退。

§27.5

καὶ καλέσας τὸν Ταξίλην ἅμα γέλωτι τοὺς ἀμάχους, ἔφη, Ῥωμαίων ὁπλίτας οὐχ ὁρᾷς φεύγοντας; καὶ ὁ Ταξίλης βουλοίμην ἄν, εἶπεν, ὦ βασιλεῦ, γενέσθαι τι τῷ σῷ δαίμονι τῶν παραλόγων,2 ἀλλʼ οὔτʼ ἐσθῆτα λαμπρὰν οἱ ἄνδρες λαμβάνουσιν ὁδοιποροῦντες οὔτε θυρεοῖς ἐκκεκαθαρμένοις χρῶνται καὶ κράνεσι γυμνοῖς, ὥσπερ νῦν τὰ σκύτινα τῶν ὅπλων σκεπάσματα περισπάσαντες, ἀλλὰ μαχουμένων ἐστὶν ἡ λαμπρότης αὕτη καὶ βαδιζόντων ἤδη πρὸς τοὺς πολεμίους·

他叫来塔克西勒斯,笑着说: “你没看见那些无敌的罗马重步兵正在逃跑吗?” 塔克西勒斯回答道: “大王,我倒希望有不可思议的奇迹降临在您的命运上;但这些人在行军时绝不会穿戴这般光鲜,也不会手持擦拭得如此明亮的盾牌、戴着裸露的头盔,就像他们现在脱去武器的皮套那样。这般鲜明的装束属于即将投入战斗、正向敌人挺进之人。”

§27.6

ταῦτα λέγοντος ἔτι τοῦ Ταξίλου καταφανὴς ἦν πρῶτος ἀετὸς ἐπιστρέφοντος τοῦ Λουκούλλου καὶ τάξιν αἱ σπεῖραι κατὰ λόχους λαμβάνουσαι πρὸς τὴν διάβασιν καὶ μόλις ὥσπερ ἐκ μέθης τινὸς ἀναφέρων ὁ Τιγράνης δὶς ἢ τρὶς ἐξέκραγεν· ἐφʼ ἡμᾶς οἱ ἄνδρες;3 ὥστε θορύβῳ πολλῷ τὸ πλῆθος εἰς τάξιν καθίστασθαι, βασιλέως μὲν αὐτοῦ τὸ μέσον ἔχοντος, τῶν δὲ κεράτων τὸ μὲν ἀριστερὸν τῷ Ἀδιαβηνῷ, τὸ δὲ δεξιὸν τῷ Μήδῳ παραδόντος, ἐφʼ οὗ καὶ τῶν καταφράκτων ἐν προτάγματι τὸ πλεῖστον ἦν.

塔克西勒斯话音未落,卢库鲁斯回转军势,第一面军鹰标志显露无遗,各大队正按中队排列阵势准备渡河。提格兰好不容易才像从醉酒中回过神来一般,连喊了两三声: “这些人是冲我们来的吗?” 于是全军在极大的混乱中开始布阵,国王自己坐镇中央,把左翼交予阿迪亚贝尼〔王〕,右翼交予米底〔王〕;绝大多数具装骑兵也作为前锋部署在右翼。

§27.7

Λουκούλλῳ δὲ μέλλοντι διαβαίνειν τὸν ποταμὸν ἔνιοι τῶν ἡγεμόνων παρῄνουν φυλάττεσθαι τὴν ἡμέραν μίαν οὖσαν τῶν ἀποφράδων, ἃς μελαίνας καλοῦσιν· ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ ἡ μετὰ Καιπίωνος ἀπώλετο στρατιὰ συμβαλοῦσα Κίμβροις. ὁ δʼ ἀπεκρίνατο τὴν μνημονευομένην φωνήν. ἐγὼ γάρ, ἔφη, καὶ ταύτην εὐτυχῆ ποιήσω Ῥωμαίοις τὴν ἡμέραν. ἦν δὲ πρὸ μιᾶς νωνῶν Ὀκτωβρίων.

当卢库鲁斯正要渡河时,一些将官劝告他防范这一天,因为此日为不吉之日,即所谓的‘黑日’;昔日凯皮奥统率的大军就是在这天与辛布里人交战而全军覆没的。卢库鲁斯却作出了那句载入史册的回答: “我定要让这一天也成为罗马人的吉日。” 这一天正是十月诺奈日的前一日。

语法注3 条
  1. 27.2ἑκατέρους μὲν οὐκ ὀρθῶς, ἀμφοτέρους δὲ καλῶς παραινεῖν

    此处基于ἑκατέρους(两者各自独立)与ἀμφοτέρους(两者兼顾合并)之间的语义对比构成的修辞。意指单采纳任何一方的意见(完全放弃围城或单纯坚守围攻)都是错误的,但若将两者的建议结合并兵分两路,则两全其美。

  2. 27.5τῷ σῷ δαίμονι τῶν παραλόγων

    τῷ σῷ δαίμονι作与格,表示γενέσθαι的利益关系(“为了您的守护神/好运”);τῶν παραλόγων为部分属格,依附于不定代词τι,意为“出乎意料/不可思议之奇迹中的某种事物”。

  3. 27.6ἐφʼ ἡμᾶς οἱ ἄνδρες;

    省略了表示移动的动词(如ἔρχονται或χωροῦσιν),用于传达惊愕与紧迫感:“那些人是冲着我们(来)的吗?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:27.1-27.7