- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:26.1-26.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卢库鲁斯包围了提格兰诺刻尔塔,而提格兰不顾米特里达梯等人的劝阻,率领由各藩属部族组成的十数万庞大大军前来应战。
οὕτω δὲ τούτων προχωρούντων ἄρας ὁ Λούκουλλος ἐπορεύετο πρὸς Τιγρανόκερτα, καὶ περιστρατοπεδεύσας ἐπολιόρκει τὴν πόλιν. ἦσαν δʼ ἐν αὐτῇ πολλοὶ μὲν Ἕλληνες τῶν ἀναστάτων ἐκ Κιλικίας, πολλοὶ δὲ βάρβαροι τοῖς Ἕλλησιν ὅμοια πεπονθότες, Ἀδιαβηνοὶ καὶ Ἀσσύριοι καὶ Γορδυηνοὶ καὶ Καππάδοκες, ὧν κατασκάψας τὰς πατρίδας, αὐτοὺς δὲ κομίσας ἐκεῖ κατοικεῖν ἠνάγκασεν.1
正当这些事态如此进展之际,卢库鲁斯拔营起兵,向提格兰诺刻尔塔进军,将该城围困并展开攻势。城中有许多从基利西亚被迫迁徙而来的希腊人,以及许多遭受与希腊人同样命运的异族人——阿迪亚贝尼人、亚述人、戈尔杜埃尼人和卡帕多西亚人;提格兰摧毁了他们的故土,将他们押解到那里,强迫他们定居。
ἦν δὲ καὶ χρημάτων ἡ πόλις μεστὴ καὶ ἀναθημάτων, παντὸς ἰδιώτου καὶ δυνάστου τῷ βασιλεῖ συμφιλοτιμουμένου πρὸς αὔξησιν καὶ κατασκευὴν τῆς πόλεως, διὸ καὶ συντόνως ἐπολιόρκει ὁ Λούκουλλος αὐτήν, οὐκ ἀνέξεσθαι τὸν Τιγράνην οἰόμενος, ἀλλὰ καὶ παρὰ γνώμην ὑπʼ ὀργῆς καταβήσεσθαι διαμαχούμενον, ὀρθῶς οἰόμενος.
这座城市还充斥着财富与奉献品,因为每位平民与权贵都争相顺应国王的心愿,为城市的扩张与营建贡献力量。因此卢库鲁斯也全力进行围攻,他料想提格兰绝无法忍受,甚至会在愤怒之下违背理智,下来决一死战;而他的预料确实正确。
πολλὰ δὲ Μιθριδάτης ἀπηγόρευσεν ἀγγέλους πέμπων καὶ γράμματα μὴ συνάπτειν μάχην, ἀλλὰ τοῖς ἱππεῦσι περικόπτειν τὴν ἀγοράν πολλὰ δὲ Ταξίλης ἥκων παρʼ αὐτοῦ καὶ συστρατεύων ἐδεῖτο τοῦ βασιλέως φυλάττεσθαι καὶ φεύγειν ὡς ἄμαχον πρᾶγμα τὰ Ῥωμαίων ὅπλα.
然而,米特里达梯屡屡派来使者并修书,严禁他与敌接战,而是要用骑兵切断其补给;来自米特里达梯处并在军中效力的塔克西勒斯,也屡次恳求国王防范并避开罗马人的武装,视其为不可战胜的力量。
καὶ τά γε πρῶτα πρᾴως ἤκουε τούτων, ἐπεὶ δὲ πανστρατιᾷ μὲν αὐτῷ συνῆλθον Ἀρμένιοι καὶ Γορδυηνοί, πανστρατιᾷ δὲ Μήδους καὶ Ἀδιαβηνοὺς ἄγοντες οἱ βασιλεῖς παρῆσαν, ἧκον δὲ πολλοὶ μὲν ἀπὸ τῆς ἐν Βαβυλῶνι θαλάσσης Ἄραβες, πολλοὶ δὲ ἀπὸ τῆς Κασπίας Ἀλβανοὶ καὶ Ἴβηρες Ἀλβανοῖς προσοικοῦντες, οὐκ ὀλίγοι δὲ τῶν περὶ τὸν Ἀράξην νεμομένων ἀβασίλευτοι χάριτι καὶ δώροις πεισθέντες ἀπήντησαν, ἐλπίδων δὲ καὶ θράσους καὶ βαρβαρικῶν ἀπειλῶν μεστὰ μὲν ἦν τὰ συμπόσια τοῦ βασιλέως, μεστὰ δὲ τὰ συμβούλια, παρεκινδύνευσε μὲν ὁ Ταξίλης ἀποθανεῖν ὑπεναντιούμενος τῇ γνώμῃ τῆς μάχης, ἐδόκει δὲ καὶ Μιθριδάτης φθονῶν ἀποτρέπειν μεγάλου κατορθώματος.
起初,提格兰还平和地倾听这些意见;然而,当亚美尼亚人与戈尔杜埃尼人倾巢来会,诸王亦率领全部米底人与阿迪亚贝尼人赶来,许多阿拉伯人自巴比伦的海域而来,里海一带的众多阿尔巴尼亚人及与其毗邻的伊比利亚人也相继而至,阿拉克西斯河周边游牧的众多无君部落亦在恩惠与礼物的打动下纷纷赶赴,国王的宴席与军议中充斥着希望、狂妄与蛮族的恐吓时,塔克西勒斯因反对决战的主张几乎招致杀身之祸,而米特里达梯也被认为纯粹是出于嫉妒才阻挠这一伟大的成功。
ὅθεν οὐδʼ ἀνέμεινεν αὐτὸν ὁ Τιγράνης, μὴ μετάσχοι τῆς δόξης, ἀλλʼ ἐχώρει παντὶ τῷ στρατῷ σφόδρα δυσφορῶν, ὡς λέγεται, πρὸς τοὺς φίλους, ὅτι πρὸς Λούκουλλον αὐτῷ μόνον, οὐ πρὸς ἅπαντας ὁ ἀγὼν ἔσοιτο τοὺς Ῥωμαίων στρατηγοὺς ἐν ταὐτῷ γενομένους. καὶ οὐ παντάπασιν ἦν τὸ θράσος αὐτοῦ μανιῶδες οὐδʼ ἄλογον, ἔθνη τοσαῦτα καὶ βασιλεῖς ἑπομένους καὶ φάλαγγας ὁπλιτῶν καὶ μυριάδας ἱππέων ἀποβλέποντος.2
因此,提格兰甚至不愿等待米特里达梯,以免后者分享荣耀,而是率领全部大军出动,据传他向身边的密友极其愤愤不平地抱怨,自己的对手竟然仅仅是卢库鲁斯一人,而不是聚集在同一处的罗马全体统帅。目睹如此众多的部族、随侍的诸王、重装步兵方阵以及数以万计的骑兵,他的狂妄自大也并非完全荒谬和盲目。
τοξότας μὲν γὰρ καὶ σφενδονήτας δισμυρίους ἦγεν, ἱππεῖς δὲ πεντακισμυρίους καὶ πεντακισχιλίους, ὧν ἑπτακισχίλιοι καὶ μύριοι κατάφρακτοι ἦσαν, ὡς Λούκουλλος ἔγραψε πρὸς τὴν σύγκλητον, ὁπλιτῶν δέ, τῶν μὲν εἰς σπείρας, τῶν δʼ εἰς φάλαγγας συντεταγμένων, πεντεκαίδεκα μυριάδας, ὁδοποιοὺς δὲ καὶ γεφυρωτὰς καὶ καθαρτὰς ποταμῶν καὶ ὑλοτόμους καὶ τῶν ἄλλων χρειῶν ὑπηρέτας τρισμυρίους καὶ πεντακισχιλίους, οἳ τοῖς μαχομένοις ἐπιτεταγμένοι κατόπιν ὄψιν ἅμα καὶ ῥώμην παρεῖχον.
事实上,他率领着两万弓手和投石手,五万五千名骑兵(据卢库鲁斯致元老院的信中所述,其中一万七千人是全副装甲的具装骑兵);重装步兵有十五万,有的编成大队,有的编成方阵;还有筑路工、造桥工、疏浚工、伐木工以及其他各类役务仆从共三万五千人,他们被部署在作战部队之后,既增添了威容,又增强了力量。
- 26.1ὧν κατασκάψας τὰς πατρίδας, αὐτοὺς δὲ κομίσας ἐκεῖ κατοικεῖν ἠνάγκασεν.
关系代词 ὧν 为属格,修饰 τὰς πατρίδας(“他们的故乡”),而主动词 ἠνάγκασεν 的直接宾语则通过代词 αὐτούς 进行呼应式补出。这是希腊语散文常见的复指重构现象。
- 26.5ἀποβλέποντος
属格分词 ἀποβλέποντος 在意义上呼应前面的所有格属格 αὐτοῦ(“他的”),表示原因或伴随情况(“当他注视着……时”),在语法上属于与代词相联结的松散属格结构。
