- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:25.1-25.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提格兰斩杀了首位报告卢库鲁斯来袭的使者,沉溺于奉承而不见危机,待其派出的米特罗巴尔赞内斯被塞克斯提利乌斯击毙后仓皇弃城后撤;卢库鲁斯的部将分头截击其各路援军,并击溃提格兰使其弃辎重而逃。
Τιγράνῃ δʼ, ὡς ὁ πρῶτος ἀγγείλας ἥκοντα Λούκουλλον οὐκ ἐχαίρησεν, ἀλλʼ ἀπετέτμητο τὴν κεφαλήν,1 οὐδεὶς ἄλλος ἔφραζεν, ἀλλʼ ἀγνοῶν καθῆστο περικαιόμενος ἤδη τῷ πολεμίῳ πυρί, λόγους ἀκούων πρὸς χάριν, ὡς μέγαν ὄντα Λούκουλλον στρατηγόν, εἰ πρὸς Ἐφέσῳ Τιγράνην ὑποσταίη καὶ μὴ φεύγων εὐθὺς ἐξ Ἀσίας οἴχοιτο τὰς τοσαύτας μυριάδας ἰδών.2
对于提格兰而言,由于最初报告卢库鲁斯来临的那个人并未善终,反而被斩了首,便再无其他人敢向他报告;他一无所知地安坐着,尽管战火已然蔓延在他四周,他却只听顺耳之言,说什么倘若卢库鲁斯见到如此浩瀚的大军不是立即从亚细亚逃之夭夭,而是敢在以弗所抵抗提格兰,那才真算得上是一位伟大的统帅。
οὕτως οὔτε σώματος παντός ἐστι πολὺν ἄκρατον ἐνεγκεῖν οὔτε διανοίας τῆς τυχούσης ἐν εὐτυχήμασι μεγάλοις μὴ ἐκστῆναι τῶν λογισμῶν, πρῶτος δʼ αὐτῷ τῶν φίλων ἐτόλμησε Μιθροβαρζάνης φράσαι τὸ ἀληθές, οὐδʼ οὗτος δὲ χρηστὸν ἠνέγκατο γέρας τῆς παρρησίας. ἐπέμφθη γὰρ εὐθὺς ἐπὶ τὸν Λούκουλλον σὺν ἱππεῦσι τρισχιλίοις, πεζοῖς δὲ παμπόλλοις, κελευσθεὶς τὸν μὲν στρατηγὸν ἄγειν ζῶντα, τοὺς δʼ ἄλλους καταπατῆσαι.
由此可见,正如并非每一具躯体都能承受过多的纯烈浓酒,亦非寻常的心智能在巨大的幸运中不丧失理智。在他的朋友中,米特罗巴尔赞内斯第一个敢于说出实情,但他直言进谏却未得善果;因为他立即被派去迎击卢库鲁斯,率领三千骑兵与极多的步兵,并奉命将敌军主帅生擒,将其余人众尽行踏平踩碎。
Λουκούλλῳ δὲ τῆς στρατιᾶς ἡ μὲν ἤδη κατεζεύγνυεν, ἡ δὲ ἔτι προσῄει. τῶν δὲ σκοπῶν αὐτῷ φρασάντων ἐπελαύνοντα τὸν βάρβαρον, ἔδεισε μὴ χωρὶς ὄντας καὶ οὐκ ἐν τάξει προσπεσὼν ταράξῃ. καὶ αὐτὸς μὲν καθίστατο τὴν στρατοπεδείαν, Σεξτίλιον δὲ πρεσβευτὴν ἔπεμψεν ἱππεῖς ἔχοντα χιλίους ἑξακοσίους, ὁπλίτας δὲ καὶ ψιλοὺς οὐ πολλῷ πλείονας, κελεύσας ἐγγὺς προσελθόντα τοῖς πολεμίοις μένειν, ἕως ἂν πύθηται τοὺς μετʼ αὐτοῦ κατεστρατοπεδευκότας. ἐβούλετο μὲν οὖν ὁ Σεξτίλιος ταῦτα ποιεῖν, ἐβιάσθη δʼ ὑπὸ τοῦ Μιθροβαρζάνου θρασέως ἐπελαύνοντος εἰς χεῖρας ἐλθεῖν. καὶ γενομένης μάχης ὁ μὲν Μιθροβαρζάνης ἔπεσεν ἀγωνιζόμενος, οἱ δʼ ἄλλοι φεύγοντες ἀπώλοντο πλὴν ὀλίγων ἅπαντες.
卢库鲁斯的军队当时一部分已在扎营,另一部分仍在开进途中。当侦察兵向他报告蛮族大军正疾驰而来时,他唯恐敌军趁自己阵势未合、队伍分散之机突袭而造成混乱。于是他亲自指挥扎营,同时派遣副将塞克斯提利乌斯率领一千六百名骑兵以及人数稍多一点的重装和轻装步兵出发,命他接近敌人后原地待命,直至得知身在主帅处的部众已扎稳营盘。塞克斯提利乌斯本欲照此行事,但因米特罗巴尔赞内斯悍然疾冲而来,不得不与之一战。双方交战之后,米特罗巴尔赞内斯在激战中阵亡,其余众人除少数外皆在溃逃中覆灭。
ἐκ τούτου Τιγράνης μὲν ἐκλιπὼν Τιγρανόκερτα, μεγάλην πόλιν ἐκτισμένην ὑπʼ αὐτοῦ, πρὸς τὸν Ταῦρον ἀνεχώρησε καὶ τὰς δυνάμεις πανταχόθεν ἐνταῦθα συνῆγε, Λούκουλλος δὲ τῇ παρασκευῇ χρόνον οὐ διδούς Μουρήναν μὲν ἐξέπεμψεν ἐνοχλήσοντα καὶ περικόψοντα τοὺς ἀθροιζομένους πρὸς τὸν Τιγράνην, Σεξτίλιον δὲ πάλιν Ἀράβων χεῖρα μεγάλην ἀνείρξοντα βασιλεῖ προσιοῦσαν·
此后,提格兰放弃了他亲自建立的大都市提格兰诺凯尔塔,撤退至陶鲁斯山脉,并在彼处从各方集结兵力。卢库鲁斯却不给他准备的时机,派遣穆雷纳去骚扰并截击正向提格兰汇聚的部队,又再度派塞克斯提利乌斯去阻击正赶来与国王会合的大股阿拉伯人部队。
ὁμοῦ δὲ Σεξτίλιος μὲν ἐπιπεσὼν στρατόπεδον ποιουμένοις τοῖς Ἄραψι τοὺς πλείστους διέφθειρε, Μουρήνας δʼ ἑπόμενος Τιγράνῃ τραχὺν αὐλῶνα καὶ στενόπορον στρατῷ μακρῷ διεκβάλλοντι3 καιροῦ παρασχόντος ἐπιτίθεται, καὶ φεύγει μὲν αὐτὸς Τιγράνης προέμενος τὴν ἀποσκευὴν ἅπασαν, ἀποθνῄσκουσι δὲ πολλοὶ καὶ πλείονες ἁλίσκονται τῶν Ἀρμενίων.
几乎在同时,塞克斯提利乌斯趁阿拉伯人正在扎营时发起突袭,将其大半歼灭;而穆雷纳尾随提格兰,趁其以冗长的队伍穿越一条崎岖狭窄的山谷之际抓住战机发动攻击。提格兰本人丢弃了全部辎重狼狈逃窜,亚美尼亚士兵阵亡者众,被俘者则更为众多。
- 25.1οὐκ ἐχαίρησεν, ἀλλʼ ἀπετέτμητο τὴν κεφαλήν
短语 οὐ χαίρω 为固定习语,意为“不得好死”或“未得善终”。接续的动词 ἀπετέτμητο 为过去完成时被动态,构成表达受害义的被动句式,受累部位用宾格表示(τὴν κεφαλήν,表受影响部位的宾格)。
- 25.1ὡς μέγαν ὄντα Λούκουλλον στρατηγόν, εἰ πρὸς Ἐφέσῳ Τιγράνην ὑποσταίη καὶ μὴ φεύγων εὐθὺς ἐξ Ἀσίας οἴχοιτο τὰς τοσαύτας μυριάδας ἰδών
此为承接 λόγους ἀκούων πρὸς χάριν(听顺耳之言)的间接引语结构。连词 ὡς 引领分词宾格结构(μέγαν ὄντα Λούκουλλον στρατηγόν),从属条件从句(εἰ... ὑποσταίη καὶ μὴ... οἴχοιτο)使用希求式。其在直接引语中对应潜在条件句(μέγας ἂν εἴη... εἰ... ὑποσταίη,“若敢抵抗……那便算是伟大的统帅”),进入间接引语后省略了 ἄν,主句谓语变为宾格分词。
- 25.6τραχὺν αὐλῶνα καὶ στενόπορον στρατῷ μακρῷ διεκβάλλοντι
分词 διεκβάλλοντι 与前文受 ἑπόμενος 支配的与格 Τιγράνῃ 保持一致。与格短语 στρατῷ μακρῷ 作伴随或方式与格(“率领着长列部队”),而 τραχὺν αὐλῶνα καὶ στενόπορον(险峻狭窄的山谷)则是复合动词 διεκβάλλω 的直接宾语(宾格)。
