← 普鲁塔克

卢库鲁斯传

§24.1-24.8

远征亚美尼亚与强渡幼发拉底河

马哈雷斯归顺后,卢库鲁斯认为本都战事已毕,便留下守军,率精锐小规模部队远征亚美尼亚;在河水神迹般退落的相助下渡过幼发拉底河,并获得吉兆,随后挥师挺进。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

ἐπειδὴ δὲ καὶ Μαχάρης ὁ Μιθριδάτου παῖς ἔχων τὸν Βόσπορον ἔπεμψεν αὐτῷ στέφανον ἀπὸ χρυσῶν χιλίων, δεόμενος Ῥωμαίων ἀναγραφῆναι φίλος καὶ σύμμαχος, ἤδη οἰόμενος τὰ τοῦ προτέρου πολέμου πέρας ἔχειν Σωρνάτιον μὲν αὐτοῦ φύλακα τῶν Ποντικῶν ἀπέλιπε μετὰ στρατιωτῶν ἑξακισχιλίων, αὐτὸς δὲ μυρίους μὲν ἄγων καὶ δισχιλίους πεζούς, ἱππεῖς δὲ τρισχιλίων ἐλάττους, ἐπὶ τὸν δεύτερον ἐχώρει πόλεμον, ὁρμῇ τινι δοκῶν παραβόλῳ καὶ σωτήριον οὐκ ἐχούσῃ λογισμὸν ἐμβαλεῖν αὑτὸν εἰς ἔθνη μάχιμα καὶ μυριάδας ἱππέων πολλὰς καὶ ἀχανῆ χώραν, βαθέσι μὲν ποταμοῖς, ἀεὶ δὲ κατανιφομένοις ὄρεσι περιεχομένην, ὥστε τοὺς μὲν στρατιώτας οὐδʼ ἄλλως ὄντας εὐτάκτους ἄκοντας ἕπεσθαι καὶ ζυγομαχοῦντας, ἐν δὲ Ῥώμῃ καταβοᾶν καὶ διαμαρτύρεσθαι τοὺς δημαγωγούς, ὡς πόλεμον ἐκ πολέμου διώκει Λούκουλλος οὐδὲν τῆς πόλεως δεομένης, ἀλλʼ ὑπὲρ τοῦ στρατηγῶν μηδέποτε καταθέσθαι τὰ ὅπλα μηδὲ παύσασθαι χρηματιζόμενος ἀπὸ τῶν κοινῶν κινδύνων.

当米特拉达梯之子、领有博斯普鲁斯的马哈雷斯亦派人送来价值千枚金币的王冠,请求被登记为罗马人的朋友与盟友时,卢库鲁斯认为前一场战争业已终结,便留下索尔纳提乌斯率领六千名士兵就地驻守本都地区,自己则统率一万二千名步兵与不足三千名骑兵,开赴第二场战争;他似乎凭着一股盲动而全无保全自身之计虑的冲动,将自己投向尚武的诸族、数万骑兵以及一片为深阔江河与常年覆雪的高山所环抱的辽阔国土,以致原本就不甚守纪的士兵们满腹怨言、勉强跟从,而在罗马,煽动政客们亦高声谴责并抗议,声称卢库鲁斯在城邦全无需要之际一战接一战地穷兵黩武,无非是为了能长期担任统帅而永不放下武器,并不停借国家之危难谋取私利。

§24.4

οὗτοι μὲν οὖν ἐξειργάσαντο χρόνῳ τὴν αὑτῶν ὑπόθεσιν Λούκουλλος δὲ συντόνως ὁδεύσας ἐπὶ τὸν Εὐφράτην, καὶ κατιόντα πολὺν καὶ θολερὸν ὑπὸ χειμῶνος εὑρών, ἤσχαλλεν, ὡς διατριβῆς αὐτῷ καὶ πραγματείας ἐσομένης συνάγοντι πορθμεῖα καὶ πηγνυμένῳ σχεδίας,1 ἀρξάμενον δʼ ἀφʼ ἑσπέρας ὑποχωρεῖν τὸ ῥεῦμα καὶ μειούμενον διὰ τῆς νυκτός ἅμʼ ἡμέρᾳ κοῖλον παρέσχεν ὀφθῆναι τὸν ποταμόν.

这些人日后果真达成了他们的图谋;然而卢库鲁斯疾行至幼发拉底河,见河水因冬雨而暴涨浑浊,心中甚感懊恼,料想自己在搜集渡船与扎造木筏上必将耗费时日且大费周折。然而水流从傍晚开始退落,并在夜间持续减退,天明时分便使河流呈现出水位低落深陷之状。

§24.5

οἱ δʼ ἐπιχώριοι νησῖδας ἐν τῷ πόρῳ μικρᾶς διαφανείσας θεασάμενοι καὶ τεναγίζοντα τὸν ῥοῦν ἐπʼ αὐταῖς, προσεκύνουν τὸν Λούκουλλον, ὡς ὀλιγάκις τούτου συμβεβηκότος πρότερον, ἐκείνῳ δʼ ἑκουσίως χειροήθη καὶ πρᾷον αὑτὸν ἐνδιδόντος τοῦ ποταμοῦ καὶ παρέχοντος ἀπράγμονα καὶ ταχεῖαν τὴν διάβασιν.

当地居民见渡口处露出了几座小沙洲,水流在其周围化作浅滩,遂纷纷向卢库鲁斯俯首下拜,因为此等情景往昔极罕得见,他们认为河水是自愿温顺驯服地归顺于他,为他提供了一次毫无阻碍而又迅捷的渡河之机。

§24.6

χρησάμενος οὖν τῷ καιρῷ διεβίβαζε τὴν στρατιάν· καὶ γίνεται σημεῖον αὐτῷ χρηστὸν ἅμα τῇ διαβάσει, βόες ἱεραὶ νέμονται Περσίας Ἀρτέμιδος, ἣν μάλιστα θεῶν οἱ πέραν Εὐφράτου βάρβαροι τιμῶσι χρῶνται δὲ ταῖς βουσὶ πρὸς θυσίαν μόνον, ἄλλως δὲ πλάζονται κατὰ τὴν χώραν ἄφετοι, χαράγματα φέρουσαι τῆς θεοῦ λαμπάδα, καὶ λαβεῖν ἐξ αὑτῶν, ὅταν δεηθῶσιν, οὐ πάνυ ῥᾴδιόν ἐστιν οὐδὲ μικρᾶς πραγματείας.

于是他乘此良机将全军运渡过河;渡河之际,他又获得了一个吉兆。当地放牧着波斯阿尔忒弥斯的圣牝牛,幼发拉底河彼岸的异族在诸神中最敬奉这位女神。他们仅在献祭时才使用这些牝牛,平素则任其在原野上自由漫游,身上烙有女神火炬的印记;当需要它们时,要从中捕获一头绝非易事,亦需耗费不小的周折。

§24.7

τούτων μία, τοῦ στρατοῦ διαβάντος τὸν Εὐφράτην, ἐλθοῦσα πρός τινα πέτραν ἱερὰν τῆς θεοῦ νομιζομένην ἐπʼ αὐτῆς ἔστη, καὶ καταβαλοῦσα τὴν κεφαλὴν, ὥσπερ αἱ δεσμῷ κατατεινόμεναι, θῦσαι τῷ Λουκούλλῳ παρέσχεν αὑτήν, ἔθυσε δὲ καὶ τῷ Εὐφράτῃ ταῦρον διαβατήρια.

待大军渡过幼发拉底河后,其中一头牛来到一块被奉为女神圣物的岩石处并站到上面,垂下头来,就像被绳索牵制下按的牲畜一般,任由卢库鲁斯将其献祭;卢库鲁斯亦向幼发拉底河献祭了一头公牛作为安渡之礼。

§24.8

κἀκείνην μὲν αὐτοῦ τὴν ἡμέραν ηὐλίσατο, τῇ δʼ ὑστεραίᾳ καὶ ταῖς ἐφεξῆς προῆγε διὰ τῆς Σωφηνῆς, οὐδὲν ἀδικῶν τοὺς ἀνθρώπους προσχωροῦντας αὐτῷ καὶ δεχομένους τὴν στρατιὰν ἀσμένους, ἀλλὰ καὶ τῶν στρατιωτῶν φρούριόν τι δοκοῦν ἔχειν χρήματα πολλὰ βουλομένων λαβεῖν ἐκεῖνο, ἔφη, μᾶλλον τὸ φρούριον ἡμῖν ἐκκοπτέον ἐστί2 δεῖξας τὸν Ταῦρον ἄπωθεν ὄντα, ταῦτα δʼ ἀπόκειται τοῖς νικῶσι.3 συντείνας δὲ τὴν πορείαν καὶ τὸν Τίγριν διαβάς ἐνέβαλεν εἰς τὴν Ἀρμενίαν.

他在该处扎营度过那一日,次日及随后数日则率军穿越索菲尼,对归顺于他且欣然接纳军队的当地居民秋毫无犯。然而,当士兵们想要攻占一座看似藏有巨资的要塞时,“那一处,”他说道,“才是我们更当攻破的要塞,”指着远处的陶鲁斯山脉说: “而这些财物是留给胜利者的。” 随后他加快行军步伐,渡过底格里斯河,攻入了亚美尼亚。

语法注3 条
  1. 24.4ὡς διατριβῆς αὐτῷ καὶ πραγματείας ἐσομένης συνάγοντι πορθμεῖα καὶ πηγνυμένῳ σχεδίας

    连词 ὡς 连用属格独立结构(διατριβῆς ... ἐσομένης),表示主语卢库鲁斯主观上的推测与担忧(“料想将有延误与劳烦”)。与格分词短语 συνάγοντι ... πηγνυμένῳ 与与格代词 αὐτῷ 一致,充当关系与格或施事与格,修饰其“在搜集船只和扎造木筏时”的处境。

  2. 24.8ἐκεῖνο ... μᾶλλον τὸ φρούριον ἡμῖν ἐκκοπτέον ἐστί

    动词性形容词 ἐκκοπτέον ἐστί 与施事与格 ἡμῖν 搭配构成表示义务的被动句式(“我们更应当攻克……”)。远指代词 ἐκεῖνο 与所修饰的名词 τὸ φρούριον 之间形成倒装隔离(hyperbaton),置于句首予以强调,与后文“指着远处的陶鲁斯山脉”(δεῖξας τὸν Ταῦρον)相呼应,同士兵眼前贪图的小要塞形成鲜明对照。

  3. 24.8ταῦτα δʼ ἀπόκειται τοῖς νικῶσι

    中性复数主语 ταῦτα 指代上文提及要塞中的巨资(χρήματα πολλά)。现在分词实质化的与格 τοῖς νικῶσι(“给得胜之人”)作为利益与格,表示这些财富作为战利品早已为最终的胜利者存留保留。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:24.1-24.8