- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:23.1-23.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卢库鲁斯安抚亚细亚后进军攻克西诺佩,依梦兆保全了建城始祖奥托吕科斯的雕像;得知提格兰竟在米特拉达梯覆灭后才与之联合开战,卢库鲁斯对其不智之举深感惊异。
Λούκουλλος δὲ τὴν Ἀσίαν πολλῆς μὲν εὐνομίας, πολλῆς δʼ εἰρήνης ἐμπεπληκώς οὐδὲ τῶν πρὸς ἡδονὴν καὶ χάριν ἠμέλησεν, ἀλλὰ πομπαῖς καὶ πανηγύρεσιν ἐπινικίοις καὶ ἀγῶσιν ἀθλητῶν καὶ μονομάχων ἐν Ἐφέσῳ καθήμενος ἐδημαγώγει τὰς πόλεις, αἱ δʼ ἀμειβόμεναι Λουκούλλειά τε ἦγον ἐπὶ τιμῇ τοῦ ἀνδρός, καὶ τῆς τιμῆς ἡδίονα τὴν ἀληθινὴν εὔνοιαν αὐτῷ παρεῖχον.
卢库鲁斯使亚细亚充满了良好的法治与和平,亦未曾忽略增添欢愉与悦乐之事;他驻留于以弗所,以凯旋游行、盛典节庆以及运动员和角斗士的竞赛来博取诸城邦的人心。各城邦也投桃报李,为表彰他而举办“卢库鲁斯节”,向他展现了比这番荣耀更为甘美的由衷善意。
ἐπεὶ δʼ Ἄππιός τε ἧκε καὶ πολεμητέον πρὸς Τιγράνην ἐφαίνετο, παρῆλθεν αὖθις εἰς Πόντον, καὶ τοὺς στρατιώτας ἀναλαβὼν ἐπολιόρκει Σινώπην, μᾶλλον δὲ τοὺς κατέχοντας αὐτὴν βασιλικοὺς Κίλικας, οἳ πολλοὺς μὲν ἀνελόντες τῶν Σινωπέων, τὴν δὲ πόλιν ἐμπρήσαντες διὰ νυκτὸς ἔφυγον.
然而,当阿庇乌斯归来且对提格兰的战争势在必行时,他再次进军本都,集合士兵围攻西诺佩,更确切地说是围攻占据该城的国王近属奇里乞亚兵;这些人屠杀了许多西诺佩人,并趁夜纵火烧城后遁逃。
αἰσθόμενος δʼ ὁ Λούκουλλος καὶ παρελθὼν εἰς τὴν πόλιν ὀκτακισχιλίους αὐτῶν τοὺς ἐγκαταλειφθέντας ἀπέκτεινε, τοῖς δʼ ἄλλοις ἀπέδωκε τὰ οἰκεῖα καὶ τῆς πόλεως ἐπεμελήθη μάλιστα διὰ τὴν τοιαύτην ὄψιν. ἐδόκει τινὰ κατὰ τοὺς ὕπνους εἰπεῖν παραστάντα πρόελθε, Λούκουλλε, μικρόν ἥκει γὰρ Αὐτόλυκος ἐντυχεῖν σοι βουλόμενος.
卢库鲁斯察觉后进入城内,诛杀了遗留下来的八千名奇里乞亚人,但将其余居民的私产归还原主,并尤因如下的梦境异象而对该城格外关照。他在睡梦中似乎见到有人站在身旁说道: “前行几步吧,卢库鲁斯;因为奥托吕科斯前来想要见你。”
ἐξαναστὰς δὲ τὴν μὲν ὄψιν οὐκ εἶχε συμβαλεῖν εἰς ὅ τι φέροι, τὴν δὲ πόλιν εἷλε κατʼ ἐκείνην τὴν ἡμέραν, καὶ τοὺς ἐκπλέοντας τῶν Κιλίκων διώκων ὁρᾷ παρὰ τὸν αἰγιαλὸν ἀνδριάντα κείμενον, ὃν ἐκκομίζοντες οἱ Κίλικες οὐκ ἔφθησαν ἐμβαλέσθαι1 τὸ δʼ ἔργον ἦν Σθένιδος τῶν καλῶν,2 φράζει οὖν τις, ὡς Αὐτολύκου τοῦ κτίσαντος τὴν Σινώπην ὁ ἀνδριὰς εἴη.
他惊起后虽不能参透这异象寓意何在,但就在当天攻克了该城;他在追击乘船出逃的奇里乞亚人时,望见海滩上横卧着一尊雕像,奇里乞亚人在搬运时未能来得及装上船;此作乃斯忒尼斯所造的杰作之一。于是有人相告,此像正是西诺佩的奠基者奥托吕科斯的雕像。
λέγεται δʼ ὁ Αὐτόλυκος γενέσθαι τῶν ἐπὶ τὰς Ἀμαζόνας ἐκ Θετταλίας Ἡρακλεῖ συστρατευσάντων, Δηιμάχου παῖς· ἐκεῖθεν δʼ ἀποπλέων ἅμα Δημολέοντι καὶ Φλογίῳ τὴν μὲν ναῦν ἀπολέσαι περιπεσοῦσαν τῆς Χερρονήσου κατὰ τὸ καλούμενον Πηδάλιον, αὐτὸς δὲ σωθεὶς μετὰ τῶν ὅπλων καὶ τῶν ἑταίρων πρὸς τὴν Σινώπην ἀφελέσθαι τοὺς Σύρους τὴν πόλιν·
据说这位奥托吕科斯是戴马科斯之子,曾从色萨利随赫拉克勒斯远征亚马逊人;从那里同德摩利翁与佛洛基奥斯乘船归途中,船只在客松尼索斯所谓“舵角”处触礁失事,但他携武器与同伴脱险,来到西诺佩,从叙利亚人手中夺取了该城。
Σύροι γὰρ αὐτὴν κατεῖχον ἀπὸ Σύρου γεγονότες τοῦ Ἀπόλλωνος, ὡς λέγεται, καὶ Σινώπης τῆς Ἀσωπίδος. ταῦτʼ ἀκούων ὁ Λούκουλλος ἀνεμιμνῄσκετο τῆς Σύλλα παραινέσεως· παρῄνει δὲ διὰ τῶν ὑπομνημάτων ἐκεῖνος μηδὲν οὕτως ἀξιόπιστον ἡγεῖσθαι καὶ βέβαιον, ὡς ὅ τι ἂν ἀποσημανθῇ διὰ τῶν ἐνυπνίων.
因为当时占据此城的是叙利亚人,据传他们是阿波罗与阿索波斯之女西诺佩所生之子叙罗斯的后裔。卢库鲁斯听闻此事,忆起了苏拉的劝诫:苏拉曾在其回忆录中劝勉道,不要把任何事物看得像梦中所昭示之兆那样可信和确定。
πυνθανόμενος δὲ Μιθριδάτην τε καὶ Τιγράνην εἰς Λυκαονίαν καὶ Κιλικίαν ὅσον οὔπω διαβιβάζειν δύναμιν ὡς προτέρους ἐμβαλοῦντας εἰς τὴν Ἀσίαν, ἐθαύμαζε τὸν Ἀρμένιον, εἰ3 γνώμην ἔχων ἐπιθέσθαι Ῥωμαίοις, ἀκμάζοντι μὲν οὐκ ἐχρῆτο Μιθριδάτῃ πρὸς τὸν πόλεμον, οὐδʼ ἐρρωμένοις τοῖς ἐκείνου τὰ παρʼ αὑτοῦ συνῆπτεν, ἀπολέσθαι δʼ ἐάσας καὶ συντριβῆναι νῦν ἐπὶ ψυχραῖς ἐλπίσιν ἄρχεται πολέμου τοῖς ἀναστῆναι μὴ δυναμένοις συγκαταβάλλων ἑαυτόν.
当得知米特拉达梯与提格兰正准备将大军开往吕考尼亚和奇里乞亚以先发制人侵入亚细亚时,卢库鲁斯对这位亚美尼亚王大惑不解:他若真有意攻打罗马人,为何在米特拉达梯处于全盛之时未利用其作战,未在对方兵强马壮之际将其与自己的力量联合,反而听任其覆灭崩溃,如今却依仗渺茫虚幻的希望开启战端,同这些无法复起之人一同走向自取灭亡。
- 23.4οὐκ ἔφθησαν ἐμβαλέσθαι
动词 φθάνω 通常接分词,但在否定句中搭配不定式(ἐμβαλέσθαι)为习语用法,表示“来不及装上船”或“未及载入船中”。
- 23.4τῶν καλῶν
紧随表示所有者的属格 Σθένιδος(斯忒尼斯的),作部分属格(省略了 ἔργον),意为“斯忒尼斯所作的杰作之一”。
- 23.7ἐθαύμαζε τὸν Ἀρμένιον, εἰ
在表达情感的动词(θαυμάζω)之后,连接词 εἰ 引出惊叹的对象或缘由,形式上为条件从句,实则相当于 ὅτι(“他对亚美尼亚王竟然……大惑不解”)。
