- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:22.1-22.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提格兰将米特拉达梯迎入王宫修好,并将彼此猜疑归咎于各自友人,致使斯刻普西斯的迈特罗多洛斯遭处死,提格兰懊悔之余将其厚葬。本节亦记述了修辞学家安菲克拉底流亡受挫、绝食而亡的遭遇。
Τιγράνης δὲ Μιθριδάτην πρότερον μὲν οὐδὲ ἰδεῖν ἠξίωσεν οὐδὲ προσειπεῖν οἰκεῖον ἄνδρα βασιλείας ἐκπεπτωκότα τηλικαύτης, ἀλλʼ ἀτίμως καὶ ὑπερηφάνως ἀπωτάτω περιεῖδεν αὐτὸν τρόπον τινὰ φρουρούμενον ἐν χωρίοις ἑλώδεσι καὶ νοσεροῖς· τότε δὲ σὺν τιμῇ καὶ φιλοφροσύνῃ μετεπέμψατο αὐτὸν εἰς τὰ βασίλεια.
提格兰早先甚至不屑于接见米特拉达梯,也不愿与他交谈,尽管这位至亲刚刚失去了如此庞大的王国;相反,他极其傲慢无礼地将他弃置于极偏远的沼泽多病之地,使其处于某种软禁状态。然而此刻,他却以崇敬与亲善的态度将他迎入王宫。
καὶ δὴ λόγων γενομένων ἀπορρήτων τὰς πρὸς ἀλλήλους ἐθεράπευον ὑποψίας ἐπὶ κακῷ τῶν φίλων, εἰς ἐκείνους τὰς αἰτίας τρέποντες. ὧν ἦν καὶ Μητρόδωρος ὁ Σκήψιος, ἀνὴρ εἰπεῖν οὐκ ἀηδὴς καὶ πολυμαθής, ἀκμῇ δὲ φιλίας τοσαύτῃ χρησάμενος, ὥστε πατὴρ προσαγορεύεσθαι τοῦ βασιλέως.
在举行秘密会谈时,他们使各自的友人蒙受灾祸,试图通过归咎于他人来化解相互的猜疑。斯刻普西斯的迈特罗多洛斯便是其中之一,此人言谈动听且博学多才,曾备受宠信,甚至被称为“国王之父”。
τοῦτον, ὡς ἔοικεν, ὁ Τιγράνης πεμφθέντα πρεσβευτὴν ὑπὸ τοῦ Μιθριδάτου πρὸς αὐτὸν δεομένου βοηθεῖν ἐπὶ Ῥωμαίους ἤρετο· σὺ δʼ αὐτὸς, ὦ Μητρόδωρε, τί μοι περὶ τούτων παραινεῖς; κἀκεῖνος εἴτε πρὸς τὸ Τιγράνου συμφέρον εἴτε Μιθριδάτην σῴζεσθαι μὴ βουλόμενος, ὡς μὲν πρεσβευτὴς ἔφη κελεύειν, ὡς δὲ σύμβουλος ἀπαγορεύειν. ταῦτʼ ἐξήνεγκεν ὁ Τιγράνης τῷ Μιθριδάτῃ καὶ κατεῖπεν ὡς οὐδὲν ἐργασομένῳ τὸν Μητρόδωρον ἀνήκεστον.1 ὁ δʼ εὐθὺς ἀνῄρητο·
据传,当迈特罗多洛斯受米特拉达梯派遣作为使节前往提格兰处请求援助以对抗罗马人时,提格兰曾询问他: “但你自己,迈特罗多洛斯,对此事有何建议呢?” 他不知是出于提格兰的利益,还是不愿看到米特拉达梯获救,便回答说:若作为使节,他敦促发兵;但若作为谋士,他则坚决反对。提格兰将这番话透露给米特拉达梯并告发了他,本以为米特拉达梯绝不会对迈特罗多洛斯施以不可挽回的伤害。
καὶ μετάνοια τὸν Τιγράνην εἶχεν, οὐ παντελῶς ὄντα τῷ Μητροδώρῳ τῆς συμφορᾶς αἴτιον, ἀλλὰ ῥοπήν τινα τῷ πρὸς αὐτὸν ἔχθει τοῦ Μιθριδάτου προσθέντα. πάλαι γὰρ ὑπούλως εἶχε πρὸς τὸν ἄνδρα, καὶ τοῦτʼ ἐφωράθη τῶν ἀπορρήτων αὐτοῦ γραμμάτων ἁλόντων, ἐν οἷς ἦν καὶ Μητρόδωρον ἀπολέσθαι διατεταγμένον. ἔθαψεν οὖν ὁ Τιγράνης λαμπρῶς τὸ σῶμα, μηδεμιᾶς πολυτελείας φεισάμενος εἰς νεκρὸν ὃν ζῶντα προὔδωκεν.
然而他〔迈特罗多洛斯〕却立即被处死;提格兰随之深感懊悔,尽管迈特罗多洛斯的厄运并非全由他引起,他不过是加剧了米特拉达梯对他的怨恨而已。因为米特拉达梯早已对迈特罗多洛斯怀有暗恨,这在他被缴获的绝密信件中得到了证实,信中早已下达了处死迈特罗多洛斯的命令。于是提格兰为他隆重下葬,对这个他在生前出卖的死者极尽奢华。
ἐτελεύτησε δὲ παρὰ τῷ Τιγράνῃ καὶ Ἀμφικράτης ὁ ῥήτωρ, εἰ δεῖ καὶ τούτου μνήμην τινὰ γενέσθαι διὰ τὰς Ἀθήνας, λέγεται γὰρ φυγεῖν μὲν αὐτὸν εἰς Σελεύκειαν τὴν ἐπὶ Τίγριδι, δεομένων δʼ αὐτόθι σοφιστεύειν ὑπεριδεῖν καταλαζονευσάμενον,2 ὡς οὐδὲ λεκάνη δελφῖνα χωροίη, μεταστάντα δὲ πρὸς Κλεοπάτραν τὴν Μιθριδάτου θυγατέρα, Τιγράνῃ δὲ συνοικοῦσαν ἐν διαβολῇ γενέσθαι ταχύ, καὶ τῆς πρὸς τοὺς Ἕλληνας ἐπιμιξίας εἰργόμενον ἀποκαρτερῆσαι· ταφῆναι δὲ καὶ τοῦτον ἐντίμως ὑπὸ τῆς Κλεοπάτρας καὶ κεῖσθαι περὶ Σαφάν, ἐκεῖ τι χωρίον οὕτω καλούμενον.
修辞学家安菲克拉底也死于提格兰处,若看在雅典的情面上亦当对他略提一笔。据说他逃亡至底格里斯河畔的塞琉西亚,但当当地人请求他教授修辞学时,他竟傲慢地嗤之以鼻,妄称洗脸盆盛不下海豚;随后他投奔了米特拉达梯之女、提格兰之妻克利奥帕特拉,不久便遭诬陷,因被禁止与希腊人往来而绝食自尽。他也得到了克利奥帕特拉的隆重安葬,长眠于当地一个名为萨法的地方附近。
- 22.3ὡς οὐδὲν ἐργασομένῳ τὸν Μητρόδωρον ἀνήκεστον
连词 ὡς 后接与格未来分词 ἐργασομένῳ,表示主语(提格兰)对于接受者(米特拉达梯,与格 τῷ Μιθριδάτῃ)意图的主观预期与揣测(“以为他不会加害……”)。动词 ἐργάζομαι 支配双宾格:受事的人(τὸν Μητρόδωρον)与动作的事物(ἀνήκεστον)。
- 22.5λέγεται γὰρ φυγεῖν μὲν αὐτὸν εἰς Σελεύκειαν τὴν ἐπὶ Τίγριδι, δεομένων δʼ αὐτόθι σοφιστεύειν ὑπεριδεῖν καταλαζονευσάμενον
由非人称动词 λέγεται 所统领的长篇宾格不定式结构(A.c.I.)。不定式 φυγεῖν、ὑπεριδεῖν、γενέσθαι、ἀποκαρτερῆσαι、ταφῆναι 及 κεῖσθαι 的共同逻辑主语为宾格 αὐτόν(安菲克拉底),修饰它的同性格分词(καταλαζονευσάμενον、μεταστάντα、εἰργόμενον)按时间顺序连接其行为历程。句中的 δεομένων δʼ αὐτόθι 为独立属格(“当地人请求时”)。
