← 普鲁塔克

卢库鲁斯传

§21.1-21.7

阿庇乌斯出使提格兰与通牒

奉派前往提格兰处的阿庇乌斯·克劳狄乌斯联络了对亚美尼亚统治不满的各地势力,在朝见时无惧国王役使诸王的傲慢威仪,毅然直言要求交出密特拉达梯,否则罗马将对之宣战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

Ἄππιος δὲ Κλώδιος, ὁ πεμφθεὶς πρὸς Τιγράνην ἦν δὲ ὁ Κλώδιος ἀδελφὸς τῆς τότε Λουκούλλῳ συνοικούσης πρῶτον μὲν ὑπὸ τῶν βασιλικῶν ὁδηγῶν κύκλον τινὰ καὶ περιβολὴν ἔχουσαν οὐκ ἀναγκαίαν καὶ πολυήμερον ὁδὸν διὰ τῆς ἄνω χώρας ἀγόμενος, μηνύσαντος αὐτῷ τὴν εὐθεῖαν ὁδὸν ἀπελευθέρου Σύρου τὸ γένος, ἐκτρέπεται τῆς μακρᾶς ἐκείνης καὶ σοφιστικῆς, ἐρρῶσθαι φράσας πολλὰ τοῖς βαρβάροις ἀγωγοῖς,1 καὶ διʼ ἡμερῶν ὀλίγων τὸν Εὐφράτην περάσας εἰς Ἀντιόχειαν ἧκε τὴν ἐπὶ Δάφνης.

被派往提格兰处的阿庇乌斯·克劳狄乌斯——这位克劳狄乌斯正是当时卢库鲁斯之妻的兄弟——起初被国王的向导们引着穿越高地,走了一条毫无必要、耗费多日的大弯路;但当一名叙利亚裔的获释奴向他指明直路后,他便断然与这些蛮族向导作别,脱离了那条漫长而欺诈的路线,在数日之内渡过幼发拉底河,来到了达芙妮附近的安条克。

§21.2

ἔπειτα Τιγράνην αὐτοῦ κελευσθεὶς περιμένειν ἀπῆν γὰρ ἐνίας ἔτι τῶν ἐν Φοινίκῃ πόλεων καταστρεφόμενος, πολλοὺς μὲν ᾠκειώσατο τῶν ὑπούλως ἀκροωμένων τοῦ Ἀρμενίου δυναστῶν, ὧν εἷς ἦν καὶ Ζαρβιηνὸς ὁ τῆς Γορδυηνῆς βασιλεύς, πολλαῖς δὲ κρύφα τῶν δεδουλωμένων πόλεων διαπεμπομέναις πρὸς αὑτὸν ὑπέσχετο τὴν Λουκούλλου βοήθειαν, ἐν τῷ παρόντι κελεύσας ἡσυχάζειν.

随后,他奉命在此等候提格兰——因为国王此时不在,尚在征服腓尼基的某些城邦——期间他拉拢了许多对亚美尼亚人阳奉阴违的统治者,戈杜埃内国王扎尔比埃努斯便是其中之一;许多沦为奴役的城邦暗中遣使见他,他也向它们许诺卢库鲁斯的援助,同时嘱咐它们眼下保持克制。

§21.3

ἦν γὰρ οὐκ ἀνασχετὸς ἡ τῶν Ἀρμενίων ἀρχὴ τοῖς Ἕλλησιν, ἀλλὰ χαλεπή καὶ μάλιστα τοῦ βασιλέως αὐτοῦ τὸ φρόνημα τραγικὸν καὶ ὑπέρογκον ἐν ταῖς μεγάλαις εὐτυχίαις ἐγεγόνει, πάντων, ὅσα ζηλοῦσιν οἱ πολλοὶ καὶ θαυμάζουσιν, οὐ μόνον ὄντων περὶ αὐτόν, ἀλλὰ καὶ διʼ αὑτὸν γεγονέναι δοκούντων.

因为亚美尼亚人的统治对希腊人而言是难以忍受且严酷的;尤其是国王本人的气焰,在巨大的顺境中变得极其夸张而骄横,这乃是因为凡大众所欣羡和赞叹的一切,不仅环绕于他左右,而且似乎全系凭借他一己之力造就。

§21.4

ἀρξάμενος γὰρ ἀπὸ μικρᾶς καὶ καταφρονουμένης ἐλπίδος ἔθνη πολλὰ κατεστρέψατο, καὶ τὴν Πάρθων, ὡς ἄλλος οὐδεὶς, δύναμιν ἐταπείνωσεν, Ἑλλήνων δὲ τὴν Μεσοποταμίαν ἐνέπλησε, πολλοὺς μὲν ἐκ Κιλικίας, πολλοὺς δʼ ἐκ Καππαδοκίας ἀνασπάστους κατοικίζων. ἐκίνησε δʼ ἐξ ἠθῶν καὶ Ἄραβας τοὺς Σκηνίτας μεταγαγὼν καὶ πλησίον ἱδρύσας, ὅπως χρῷτο διʼ ἐκείνων ταῖς ἐμπορίαις.

事实上,他从微不足道且为人轻视的希望出发,征服了许多民族,以前所未有的程度挫败了安息人的势力,并强行迁徙安置了许多来自基利家和卡帕多细亚的居民,使美索不达米亚遍布希腊人。他还让游牧帐篷的阿拉伯人离开祖居之地,将其迁徙安置于邻近地区,以便通过他们从事商贸。

§21.5

βασιλεῖς δὲ πολλοὶ μὲν ἦσαν οἱ θεραπεύοντες αὐτόν, τέσσαρες δέ, οὓς ἀεὶ περὶ αὑτὸν εἶχεν ὥσπερ ὀπαδοὺς ἢ δορυφόρους, ἱππότῃ μὲν ἐλαύνοντι πεζοὺς παραθέοντας ἐν χιτωνίσκοις, καθημένῳ δὲ καὶ χρηματίζοντι περιεστῶτας ἐπηλλαγμέναις διʼ ἀλλήλων ταῖς χερσίν, ὅπερ ἐδόκει μάλιστα τῶν σχημάτων ἐξομολόγησις εἶναι δουλείας, οἷον ἀποδομένων τὴν ἐλευθερίαν καὶ τὸ σῶμα τῷ κυρίῳ παρεχόντων παθεῖν ἑτοιμότερον ἢ ποιῆσαι.2

服侍他的国王有很多,但他常伴身侧如侍从或近卫般的有四位:当他策马前行时,他们身着短衣徒步随旁奔跑;当他安坐处理政务时,他们则双手彼此交叠环立四周。这一姿态被认为是最能表明沦为奴隶的举止,仿佛他们已经出卖了自由,将肉身交付主人,随时准备逆来顺受而非有所作为。

§21.6

ταύτην μέντοι τὴν τραγῳδίαν οὐχ ὑποτρέσας οὐδʼ ἐκπλαγεὶς ὁ Ἄππιος, ὡς ἔτυχε λόγου πρῶτον, ἄντικρυς ἥκειν ἔφη Μιθριδάτην ἀπάξων ὀφειλόμενον τοῖς Λουκούλλου θριάμβοις ἢ καταγγελῶν Τιγράνῃ πόλεμον, ὥστε τὸν Τιγράνην, καίπερ ἐν διαχύσει τοῦ προσώπου καὶ μειδιάματι πεπλασμένῳ πειρώμενον ἀκούειν τῶν λόγων, μὴ λαθεῖν τοὺς παρόντας ἠλλοιωμένον τῇ παρρησίᾳ τοῦ νεανίσκου,3 φωνῆς σχεδὸν ἐλευθέρας ἀκούοντα διὰ πέντε καὶ εἴκοσιν ἐτῶν τοσαῦτα γὰρ ἐβασίλευσε, μᾶλλον δὲ ὕβρισεν.

然而阿庇乌斯面对这出排场非但不惧不骇,刚一获准发言,便开门见山地宣称:自己前来要么带走理应充当卢库鲁斯凯旋仪式的俘虏密特拉达梯,要么向提格兰宣战。提格兰尽管竭力以舒展的面容和勉强的微笑倾听这番话,却无法向在场众人掩饰自己被这名青年的直言不讳所触怒与动摇的神情;这是他二十五年来几乎首次听到自由的言论——他称王、或者不如说是专横狂悖已有这么多年了。

§21.7

ἀπεκρίνατο μὲν οὖν τῷ Ἀππίῳ μὴ προήσεσθαι Μιθριδάτην, καὶ Ῥωμαίους πολέμου ἄρχοντας ἀμυνεῖσθαι. Λουκούλλῳ δʼ ὀργιζόμενος, ὅτι βασιλέα μόνον αὐτόν, οὐ βασιλέων ἐν τῇ ἐπιστολῇ προσηγόρευσεν, οὐδʼ αὐτὸς ἀντιγράφων αὐτοκράτορα προσεῖπεν. ἔπεμψε δὲ δῶρα τῷ Ἀππίῳ λαμπρά, καὶ μὴ λαβόντος ἄλλα πλείω προσέθηκεν. ἐκ τούτων ὁ Ἄππιος οὐκ ἐθέλων δοκεῖν ἔχθρᾳ τινὶ διωθεῖσθαι φιάλην δεξάμενος μίαν ἀπέπεμψε τὰ λοιπά, καὶ διὰ ταχέων ἀπήλαυνε πρὸς τὸν αὐτοκράτορα.

于是他回答阿庇乌斯说,自己绝不交出密特拉达梯,如果罗马人挑起战争,他必将自卫反击。他又因卢库鲁斯在信中仅称呼他为“王”而非“诸王之王”而大为恼怒,自己在复信中亦不称对方为统帅。提格兰向阿庇乌斯馈赠了丰厚的礼物,见对方拒不接受,又追加了更多。于是阿庇乌斯因不愿显得是出于私怨而推拒,便只收下一只浅杯,将其余悉数退还,随后策马疾驰返回统帅处。

语法注3 条
  1. 21.1ἐρρῶσθαι φράσας πολλὰ τοῖς βαρβάροις ἀγωγοῖς

    ἐρρῶσθαι φράζω 与 χαίρειν λέγω 类似,是表示“告别”、“绝交”或“断然打发走”的习语。与格 τοῖς βαρβάροις ἀγωγοῖς 作 φράσας 的间接宾语,πολλά 作状语性宾格,意为“断然地”或“狠狠地”。

  2. 21.5ἀποδομένων τὴν ἐλευθερίαν καὶ τὸ σῶμα τῷ κυρίῳ παρεχόντων παθεῖν ἑτοιμότερον ἢ ποιῆσαι

    由 οἷον 引导的属格独立结构,表示表象或主观感受(“仿佛……”)。不定词 παθεῖν 与 ποιῆσαι 是修饰并限制比较级形容词 ἑτοιμότερον 的说明性/限定性不定词(“相比于有所作为,更准备好承受/遭受”)。

  3. 21.6μὴ λαθεῖν τοὺς παρόντας ἠλλοιωμένον τῇ παρρησίᾳ τοῦ νεανίσκου

    在 ὥστε 引导的结果从句中,动词 λαθεῖν 与补充分词 ἠλλοιωμένον 构成典型的“λανθάνω + 分词”句式(意为“某人做某事未被发觉”)。加上否定词 μή,意为“他在在场众人面前未能掩饰自己的动摇/变容”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:21.1-21.7