← 普鲁塔克

卢库鲁斯传

§20.1-20.5

亚细亚行省的债务改革与罗马债主的怨恨

卢库鲁斯在亚细亚各城实施了限制利息与废除复利等严厉的债务整顿措施,将受税吏与放债人盘剥的行省民众解救出来。这一德政赢得了行省各邦的爱戴,却招致罗马大债主们的极大怨恨并在本土掀起针对他的政治攻击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

Λούκουλλος δὲ τρέπεται πρὸς τὰς ἐν Ἀσίᾳ πόλεις, ὅπως, τῶν πολεμικῶν ἔργων σχολάζοντος αὐτοῦ, καὶ δίκης τινὸς μετάσχῃ καὶ θεσμῶν,1 ὧν ἐπὶ πολὺν χρόνον ἐνδεῆ τὴν ἐπαρχίαν οὖσαν ἄρρητοι καὶ ἄπιστοι δυστυχίαι κατεῖχον, ὑπὸ τῶν τελωνῶν καὶ τῶν δανειστῶν πορθουμένην καὶ ἀνδραποδιζομένην, πιπράσκειν ἰδίᾳ μὲν υἱοὺς εὐπρεπεῖς θυγατέρας τε παρθένους, δημοσίᾳ δʼ ἀναθήματα, γραφάς, ἱεροὺς ἀνδριάντας ἀναγκαζομένων.2

卢库鲁斯前往亚细亚各城,以便在自己暂离战事之际,使行省也能分享到一些正义与法制。长期以来行省匮乏于此,正饱受难以言表、令人难以置信的苦难折磨;它遭税吏与放债人劫掠并沦为奴役,民众在私人方面被迫出卖容貌姣好的儿子与处女之身的女儿子,在公共方面则被迫变卖神庙的奉纳品、图画与神圣雕像。

§20.2

αὐτοῖς δὲ τέλος μὲν ἦν προσθέτοις γενομένοις3 δουλεύειν, τὰ δὲ πρὸ τούτου χαλεπώτερα, σχοινισμοὶ καὶ κιγκλίδες καὶ ἵπποι καὶ στάσεις ὕπαιθροι, καύματος μὲν ἐν ἡλίῳ, ψύχους δʼ εἰς πηλὸν ἐμβιβαζομένων ἢ πάγον, ὥστε τὴν δουλείαν σεισάχθειαν δοκεῖν εἶναι καὶ εἰρήνην.

对他们而言,最终的下场是被抵押沦为奴隶,但在沦为奴隶之前的遭遇却更为残酷:绳绑、栅笼、木马拷问,以及露天罚站——炎热时被曝晒于骄阳之下,严寒时则被驱逼立于泥沼或坚冰之中,以至于沦为奴隶反倒被看作是免除债务与获得安宁了。

§20.3

τοιαῦτα μὲν κακὰ Λούκουλλος εὑρὼν ἐν ταῖς πόλεσιν ὀλίγῳ χρόνῳ πάντων ἀπήλλαξε τοὺς ἀδικουμένους. πρῶτον μὲν γὰρ ἑκατοστὴν ἐκέλευσε καὶ μὴ πλέον εἰς τοὺς τόκους λογίζεσθαι· δεύτερον δὲ τοὺς μακροτέρους τοῦ ἀρχαίου τόκους ἀπέκοψε· τὸ δὲ τρίτον καὶ μέγιστον, ἔταξε τῶν τοῦ χρεωφειλέτου προσόδων τὴν τετάρτην μερίδα καρποῦσθαι τὸν δανειστήν ὁ δὲ τόκον κεφαλαίῳ συνάψας ἐστέρητο τοῦ παντός·4

卢库鲁斯在各城发现这等惨状后,在短时间内便使受害者摆脱了全部困苦。首先,他规定利息按每月百分之一计算,不得超出;其次,他削减了超过本金部分的利息;第三,也是最重要的一条,他规定债权人每年只能提取债务人收入的四分之一,而凡是将利息并入本金计算复利者,则被剥夺全部债权。

§20.4

ὥστʼ ἐν ἐλάττονι χρόνῳ τετραετίας διαλυθῆναι τὰ χρέα πάντα καὶ τὰς κτήσεις ἐλευθέρας ἀποδοθῆναι τοῖς δεσπόταις. ἦν δὲ τοῦτο κοινὸν δάνειον ἐκ τῶν δισμυρίων ταλάντων, οἷς τὴν Ἀσίαν ἐξημίωσεν ὁ Σύλλας καὶ διπλοῦν ἀπεδόθη τοῖς δανείσασιν, ὑπʼ ἐκείνων ἀνηγμένον ἤδη τοῖς τόκοις εἰς δώδεκα μυριάδας ταλάντων.

从而在不到四年的时间里,所有债务全部得以清偿,财产也无债一身轻地物归原主。这笔公债原本出自苏拉对亚细亚所罚的两万塔兰同,但在放债人的利滚利之下早已飙升至十二万塔兰同,放债人所得的偿还实际上已达本金的两倍之多。

§20.5

ἐκεῖνοι μὲν οὖν ὡς δεινὰ πεπονθότες ἐν Ῥώμῃ τοῦ Λουκούλλου κατεβόων, καὶ χρήμασιν ἀνίστασαν ἐπʼ αὐτὸν ἐνίους τῶν δημαγωγῶν, μέγα δυνάμενοι καὶ πολλοὺς ὑπόχρεως πεποιημένοι τῶν πολιτευομένων, ὁ δὲ Λούκουλλος οὐ μόνον ὑπὸ τῶν εὖ πεπονθότων ἠγαπᾶτο δήμων, ἀλλὰ καὶ ταῖς ἄλλαις ἐπαρχίαις ποθεινὸς ἦν, εὐδαιμονιζούσαις τοὺς ἡγεμόνος τοιούτου τυχόντας.

于是,放债人如同遭遇了奇耻大辱一般,在罗马大肆抨击卢库鲁斯,并且依仗强大的权势以及使许多从政者负债的控制力,用金钱唆使某些民众领袖群起攻击他。然而卢库鲁斯不仅受到受惠城邦民众的深切爱戴,也深受其他行省的企盼与向往,那些行省无不艳羡能遇到如此长官的人们。

语法注4 条
  1. 20.1ὅπως, τῶν πολεμικῶν ἔργων σχολάζοντος αὐτοῦ, καὶ δίκης τινὸς μετάσχῃ καὶ θεσμῶν

    目的从句中的动词 μετάσχῃ(虚拟式第三人称单数)的主语应理解为后文关系从句中作为宾格出现的“行省”(ἡ ἐπαρχία)。独立属格 τῶν πολεμικῶν ἔργων σχολάζοντος αὐτοῦ 中的 αὐτοῦ 指卢库鲁斯,主从语的主语转换表明 μετάσχῃ 的主语并非卢库鲁斯。此外,动词 μετέχω 通常表示“分享、享有”,指民众或行省享受法制与正义,而非统治者“施行”法治。

  2. 20.1ἀναγκαζομένων

    尽管前文中的“行省”(τὴν ἐπαρχίαν)为阴性单数宾格,此处的现在分词 ἀναγκαζομένων 却使用了属格复数。这是依意一致(constructio ad sensum)的独立属格结构,其意义上的主语为行省的居民或负债平民。

  3. 20.2προσθέτοις γενομένοις

    与与格代词 αὐτοῖς 搭配的谓语分词补足语。短语 πρόσθετοι γενόμενοι 是希腊语中表示债务拘禁的专门法律用语,相当于罗马法中的 addicti,即因无力偿债而被依法判归并交付债权人役使的抵债人。

  4. 20.3ὁ δὲ τόκον κεφαλαίῳ συνάψας ἐστέρητο τοῦ παντός

    带冠词的不定过去时分词 ὁ συνάψας 起条件性泛指主语的作用(“凡是将利息与本金相加者”),即指计算复利(利滚利)。动词 ἐστέρητο 为过去完成时被动态,在此表达违法后果的断然性与即时没收,支配表示分离的属格 τοῦ παντός(“全部债权”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:20.1-20.5