- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:19.1-19.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卢库鲁斯停止追击米特拉达梯并返回围攻阿米索斯,守将卡利马科斯弃城纵火逃跑,士兵的大肆劫掠使城市毁于大火,令卢库鲁斯痛惜不已。随后卢库鲁斯着手重建该城并救济居民,同时指责了穆雷纳对学者蒂拉尼翁的不妥处置。
ἐλάσας δʼ ἄχρι Ταλαύρων, ἔνθεν ἡμέρᾳ τετάρτῃ πρότερον ἐφθάκει Μιθριδάτης εἰς Ἀρμενίαν πρὸς Τιγράνην πεφευγώς,1 ἀποτρέπεται, καταστρεψάμενος δὲ Χαλδαίους καὶ Τιβαρηνοὺς καὶ τὴν μικρὰν Ἀρμενίαν παραλαβών καὶ φρούρια καὶ πόλεις παραστησάμενος, Ἄππιον μὲν ἔπεμψε πρὸς Τιγράνην ἐξαιτῶν Μιθριδάτην, αὐτὸς δʼ ἧκε πρὸς Ἀμισὸν ἔτι πολιορκουμένην.
卢库鲁斯进军至塔劳拉,米特拉达梯已在四天前从那里逃往亚美尼亚投奔提格兰,他便折返回师;在征服了沙勒代亚人与蒂巴雷尼人、接管了小亚美尼亚、迫使各要塞与城镇归顺之后,他派遣阿庇乌斯前往提格兰处索要米特拉达梯,自己则前往仍在被围攻中的阿米索斯。
αἴτιος δʼ ἦν Καλλίμαχος ὁ στρατηγός ἐμπειρίᾳ μηχανικῆς παρασκευῆς καὶ δεινότητι πανουργίας, ὅσην πολιορκία δέχεται, πλεῖστα λυπήσας Ῥωμαίους· ὧν ὕστερον ἔδωκε δίκην. τότε δʼ ὑπὸ Λουκούλλου καταστρατηγηθείς, ὑφʼ ἣν ἔθος εἶχεν ὥραν τῆς ἡμέρας ἀπάγειν καὶ ἀναπαύειν τούς στρατιώτας, ἐν ἐκείνῃ προσβαλόντος αἰφνιδίως καὶ κατασχόντος οὐ πολὺ μέρος τοῦ τείχους,2 αὐτὸς ἐκλιπὼν τὴν πόλιν ὑφῆψεν, εἴτε φθονῶν ὠφεληθῆναι Ῥωμαίοις, εἴτε ῥᾳστώνην φυγῆς ἑαυτῷ μηχανώμενος.
围攻久拖不决的根源在于守将卡利马科斯,他凭借对机械器械的娴熟掌握以及攻防战所能容纳的极高诡计韬略,极大地困扰了罗马人;日后他也为此付出了代价。而在当时,卡利马科斯被卢库鲁斯以计谋击败——卢库鲁斯趁他平时每天率军撤离休息的时刻发起突袭,夺取了城墙不大的一部分——他弃城而去并在离去时纵火,不知是嫉恨罗马人获得战利品,还是为了使自己的逃亡更为顺畅。
οὐδεὶς γὰρ ἐφρόντιζε τῶν ἐκπλεόντων, ἀλλὰ ὡς ἡ φλὸξ ἀναδραμοῦσα πολλὴ τὰ τείχη περιέσχεν, οἱ μὲν στρατιῶται παρεσκευάζοντο πρὸς ἁρπαγήν, ὁ δὲ Λούκουλλος οἰκτείρων ἀπολλυμένην τὴν πόλιν ἔξωθεν ἐβοήθει πρὸς τὸ πῦρ καὶ σβεννύναι παρεκάλει, μηδενὸς αὐτῷ προσέχοντος, ἀλλʼ ἐξαιτουμένων τὰ χρήματα καὶ μετὰ βοῆς ὅπλα κρουόντων, ἕως ἐκβιασθεὶς ἐπέτρεψεν, ὡς αὐτήν γε τὴν πόλιν ἐξαιρησόμενος τοῦ πυρός.3
因为无人去顾及那些乘船逃离之人;当大火熊熊升腾包围城墙时,士兵们忙着准备抢掠,卢库鲁斯怜悯这座正在走向毁灭的城池,在城外协助灭火并呼吁扑灭火势,却无一人理会他,众人反而索要财物,高声呐喊并敲击兵器,直到卢库鲁斯被迫屈从,心想至少以此举将城市本身从烈火中解救出来。
οἱ δὲ τοὐναντίον ἔπραξαν, πάντα γὰρ ἐξερευνῶντες ὑπὸ λαμπάδων καὶ πανταχοῦ φῶς ἐπιφέροντες αὐτοὶ τὰ πλεῖστα τῶν οἰκημάτων καθεῖλον, ὥστε τὸν Λούκουλλον εἰσελθόντα μεθʼ ἡμέραν καὶ δακρύσαντα πρὸς τούς φίλους εἰπεῖν, ὡς πολλάκις ἤδη Σύλλαν μακαρίσας μάλιστα τῇ σήμερον ἡμέρᾳ τὴν τἀνδρὸς εὐτυχίαν θαυμάσειεν, ὅτι σῶσαι βουληθεὶς ἐδυνήθη τὰς Ἀθήνας.
然而士兵们却反其道而行之;他们手持火把搜寻各处,到处携火而行,亲手拆毁了大部分房屋,以至于卢库鲁斯天明入城时潸然泪下,对朋友们说,自己以往屡次称道苏拉乃有福之人,在今天这一日却最为钦佩其幸运,因为苏拉想挽救雅典便真能挽救得下。
ἐμὲ δʼ, ἔφη, τούτου ζηλωτὴν γενόμενον εἰς τὴν Μομμίου δόξαν ὁ δαίμων περιέστησεν. οὐ μὴν ἀλλʼ ἐκ τῶν παρόντων ἀναλαμβάνειν ἐπειρᾶτο τὴν πόλιν. καὶ τὸ μὲν πῦρ ὄμβροι κατέσβεσαν ἔκ τινος θείας τύχης περὶ τὴν ἅλωσιν αὐτήν συμπεσόντες, τὰ δὲ πλεῖστα τῶν ἀπολωλότων αὐτὸς ἔτι παρὼν ἀνῳκοδόμησε, καὶ τούς φεύγοντας Ἀμισηνῶν ἐδέξατο, καὶ τῶν ἄλλων Ἑλλήνων κατῴκισε τούς βουλομένους, εἴκοσι καὶ ἑκατὸν σταδίων χώραν προσορίσας.
他说: “而我这个效法他的人,命运却把我推向了穆米乌斯的名声。” 尽管如此,他仍尽力在现状之中使该城恢复元气。而正巧在城陷之际降下的一场大雨——出于某种神意的巧合——扑灭了烈火;卢库鲁斯在留驻期间亲自重建了大部分被毁建筑,接纳了阿米索斯的逃亡者,并安置了其他自愿定居的希腊人,额外划拨了一百二十斯塔德的土地。
ἦν δʼ ἡ πόλις Ἀθηναίων ἄποικος, ἐν ἐκείνοις ἄρα τοῖς καιροῖς, ἐν οἷς ἤκμαζεν ἡ δύναμις αὐτῶν καὶ κατεῖχε τὴν θάλασσαν, οἰκισθεῖσα. καὶ διὰ τοῦτο πολλοὶ τῶν τὴν Ἀριστίωνος τυραννίδα βουλομένων φεύγειν εἰσπλεύσαντες αὐτοῦ κατῴκουν καὶ μετεῖχον τῆς πολιτείας, οἷς συνέβη τὰ οἰκεῖα κακὰ φεύγουσιν ἀπολαῦσαι τῶν ἀλλοτρίων, ἀλλὰ τούς γε σωθέντας αὐτῶν ὁ Λούκουλλος ἀμφιέσας καλῶς καὶ διακοσίας ἑκάστῳ δραχμὰς ἐπιδοὺς ἀπέστειλε.
这座城市原是雅典人的殖民地,正是在雅典国力鼎盛、称霸海洋的时代所建。因此,许多意欲逃避阿里斯提昂僭主统治的人曾航海来此定居,并享有公民权;他们为了逃避家乡的灾祸,落得遭受异乡苦难的境遇。但卢库鲁斯给其中幸存者穿上体面的衣服,每人赠予二百德拉克马,将他们送走。
τότε καὶ Τυραννίων ὁ γραμματικὸς ἑάλω Μουρήνας δʼ αὐτὸν ἐξῃτήσατο καὶ λαβὼν ἀπηλευθέρωσεν, ἀνελευθέρως τῇ δωρεᾷ χρησάμενος. οὐ γὰρ ἠξίου Λούκουλλος ἄνδρα διὰ παιδείαν ἐσπουδασμένον δοῦλον γενέσθαι πρότερον, εἶτʼ ἀπελεύθερον. ἀφαίρεσις γὰρ ἦν τῆς ὑπαρχούσης ἡ τῆς δοκούσης ἐλευθερίας δόσις.4 ἀλλὰ Μουρήνας μὲν οὐκ ἐνταῦθα μόνον ὤφθη πολὺ τῆς τοῦ στρατηγοῦ καλοκαγαθίας ἀποδέων.
此时文法学者蒂拉尼翁也被俘;穆雷纳求取了他,得到后将他释放,却以小家子气的方式使用了这份馈赠。因为卢库鲁斯认为,一位因学识而受人敬重之人,断不该先沦为奴隶然后再变为被释自由人;赐予表面上的自由,实际上是剥夺了他本已拥有的自由。然而穆雷纳在品德上远不及主帅的高尚,亦不仅表现在这一件事上。
- 19.1ἐφθάκει Μιθριδάτης εἰς Ἀρμενίαν πρὸς Τιγράνην πεφευγώς
动词 φθάνω 的过去完成时 ἐφθάκει 与补充分词 πεφευγώς 构成固定句式,表示“早已逃遁”。与前面的 ἡμέρᾳ τετάρτῃ πρότερον(四天前)结合,表示米特拉达梯早在四天前便已完成逃跑。
- 19.2οὐ πολὺ μέρος τοῦ τείχους
短语 οὐ πολὺ μέρος 字面意为“不大的一部分”,以反叙法(litotes)表示“很小的一部分(城墙的一隅)”。在语境中,占领城墙的这一部分足以促使卡利马科斯弃城纵火逃跑。
- 19.3ὡς αὐτήν γε τὴν πόλιν ἐξαιρησόμενος τοῦ πυρός
连词 ὡς 与未来时分词 ἐξαιρησόμενος 连用,表达主语卢库鲁斯的意图或动机(“心想……/意在……”)。小词 γε 起限定与对比作用,强调“至少城市本身”(相对于任由抢掠的财物而言)。
- 19.7ἀφαίρεσις γὰρ ἦν τῆς ὑπαρχούσης ἡ τῆς δοκούσης ἐλευθερίας δόσις
倒装结构:表语名词 ἀφαίρεσις(剥夺)置于句首以示强调,主语是带有冠词的名词短语 ἡ τῆς δοκούσης ἐλευθερίας δόσις(赐予表面上的自由)。τῆς ὑπαρχούσης(现存固有的[自由])作 ἀφαίρεσις 的分离属格。此处批评先将自由人立为奴隶再施予解放送还,实际上是剥夺了其原有的自然自由。
