← 普鲁塔克

卢库鲁斯传

§1.1-1.6

卢库鲁斯的家世与早年诉讼及学养

本段记叙了卢库鲁斯的家族背景、青年时期起诉害父仇人塞尔维利乌斯而名扬罗马之事,以及他兼通希腊语与拉丁语的文雅学识、晚年潜心哲学与对弟弟马尔库斯的深厚手足之情。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

τῷ δὲ Λουκούλλῳ πάππος μὲν ἦν ὑπατικός, θεῖος δὲ πρὸς μητρὸς Μέτελλος ὁ Νομαδικὸς ἐπικληθείς. τῶν δὲ γονέων ὁ μὲν πατὴρ ἑάλω κλοπῆς, Κεκιλία δὲ ἡ μήτηρ ἠδόξησεν ὡς οὐ βεβιωκυῖα σωφρόνως. αὐτὸς δʼ ὁ Λούκουλλος ἔτι μειράκιον ὢν, πρὶν ἀρχήν τινα μετελθεῖν καί πολιτείας ἅψασθαι, πρῶτον ἔργον ἐποιήσατο τὸν τοῦ πατρὸς κατήγορον κρῖναι Σερουίλιον αὔγουρα, λαβὼν ἀδικοῦντα δημοσίᾳ.

卢库鲁斯的祖父曾任执政官,他的母舅则是被称作“努米底亚征服者”的梅特卢斯。然而至于其父母,父亲因贪污公款被定罪,母亲凯基莉亚也因生活不检点而声名狼藉。卢库鲁斯自己尚为青年时,在谋求任何公职或投身国政之前,就把将控告其父的原告、占卜官塞尔维利乌斯送上法庭作为自己的第一桩大事,因抓住了他在公职上的不法行为。

§1.2

καί τὸ πρᾶγμα λαμπρὸν ἐφάνη Ῥωμαίοις, καί τὴν δίκην ἐκείνην ὥσπερ ἀριστείαν διὰ στόματος ἔσχον. ἐδόκει δὲ καί ἄλλως αὐτοῖς ἄνευ προφάσεως οὐκ ἀγεννὲς εἶναι τὸ τῆς κατηγορίας ἔργον, ἀλλὰ καί πάνυ τοὺς νέους ἐβούλοντο τοῖς ἀδικοῦσιν ἐπιφυομένους ὁρᾶν ὥσπερ θηρίοις εὐγενεῖς σκύλακας. οὐ μὴν ἀλλὰ μεγάλης περὶ τὴν δίκην ἐκείνην φιλονεικίας γενομένης, ὥστε καί τρωθῆναί τινας καί πεσεῖν, ἀπέφυγεν ὁ Σερουίλιος.

这桩举动在罗马人看来极为显赫,他们口口相传那场诉讼,视之如英雄壮举。此外,罗马人原本就认为,即便没有个人私怨为由,提出控告之事本身也并非不体面,他们甚至十分渴望看到年轻人们扑向不法之徒,就如同良种猎犬扑向野兽一般。然而,围绕那场诉讼爆发了极大的争斗,以致有人负伤倒地,塞尔维利乌斯最终被判无罪。

§1.3

ὁ δὲ Λούκουλλος ἤσκητο καί λέγειν ἱκανῶς ἑκατέραν γλῶτταν, ὥστε καί Σύλλας τὰς αὐτοῦ πράξεις ἀναγράφων ἐκείνῳ προσεφώνησεν ὡς συνταξομένῳ καὶ διαθήσοντι τὴν ἱστορίαν ἄμεινον.1 ἦν γὰρ οὐκ ἐπὶ τὴν χρείαν μόνην ἐμμελὴς αὐτοῦ καί πρόχειρος ὁ λόγος, καθάπερ ὁ τῶν ἄλλων τὴν μὲν ἀγορὰν "θύννος βολαῖος πέλαγος ὣς διεστρόβει," γενόμενος δὲ τῆς ἀγορᾶς ἐκτὸς αὖος, ἀμουσίᾳ τεθνηκώς, ἀλλὰ καί τὴν ἐμμελῆ ταύτην καί λεγομένην ἐλευθέριον ἐπὶ τῷ καλῷ προσεποιεῖτο παιδείαν ἔτι καί μειράκιον ὤν. γενόμενος δὲ πρεσβύτερος ἤδη παντάπασιν ὥσπερ ἐκ πολλῶν ἀγώνων ἀφῆκε τὴν διάνοιαν ἐν φιλοσοφίᾳ σχολάζειν καί ἀναπαύεσθαι, τὸ θεωρητικὸν αὐτῆς ἐγείρας, καταλύσας δʼ ἐν καιρῷ καί κολούσας τὸ φιλότιμον ἐκ τῆς πρὸς Πομπήϊον διαφορᾶς.

卢库鲁斯还受到充分训练,能够熟练地使用两种语言进行演说,以至于苏拉在记述自己的功业时,也把著作题献给他,深信他能更好地撰写并编排这部历史。因为卢库鲁斯的言辞并不仅仅是为了应付实用而调和流利——不像其他人的演说,在广场上“宛如疾冲的金枪鱼搅动大海”,一旦离开广场便干瘪枯竭,因缺乏文雅而窒息;相反,他尚为青年时,就为了追求高尚而修习这种和谐的、被称为自由人的教养。及至年岁渐长,他如同从众多争斗中退隐一般,完全让自己的心灵在哲学中休养放松,唤醒其中的沉思沉静之面,并在与庞培发生争执之后,顺应时机消解并削减了自己的争胜好名之心。

§1.5

περὶ μὲν οὖν τῆς φιλολογίας αὐτοῦ πρὸς τοῖς εἰρημένοις καὶ ταῦτα λέγεται· νέον ὄντα πρὸς Ὁρτήσιον τὸν δικολόγον καί Σισεννᾶν τὸν ἱστορικὸν ἐκ παιδιᾶς τινος εἰς σπουδὴν προελθούσης ὁμολογῆσαι, προθεμένων ποίημα καί λόγον Ἑλληνικόν τε καί Ῥωμαϊκόν,2 εἰς ὅ τι ἂν λάχῃ τούτων, τὸν Μαρσικὸν ἐντενεῖν πόλεμον.3 καί πως ἔοικεν εἰς λόγον Ἑλληνικὸν ὁ κλῆρος ἀφικέσθαι διασῴζεται γὰρ Ἑλληνική τις ἱστορία τοῦ Μαρσικοῦ πολέμου.

关于他的好学博识,在上述之外还有如下传闻:他在青年时代与辩护士霍尔滕西乌斯和历史学家西森纳之间,由某种玩笑演变为正式的赌约,在他们提出希腊语和罗马语的诗歌与散文四种体裁后,卢库鲁斯同意,不论抽中哪一种,都将用该体裁撰写马尔西战争。而抽签的结果似乎不知何故落到了希腊语散文上,因为至今仍留存着一部关于马尔西战争的希腊语历史著作。

§1.6

τῆς δὲ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Μᾶρκον εὐνοίας πολλῶν τεκμηρίων ὄντων μάλιστα Ῥωμαῖοι τοῦ πρώτου μνημονεύουσι. πρεσβύτερος γὰρ ὢν αὐτοῦ λαβεῖν ἀρχήν μόνος οὐκ ἠθέλησεν, ἀλλὰ τὸν ἐκείνου καιρὸν ἀναμείνας οὕτως ἐπηγάγετο τὸν δῆμον, ὥστε σὺν ἐκείνῳ μὴ παρὼν ἀγορανόμος αἱρεθῆναι.

至于他对弟弟马尔库斯的深情厚谊,虽有诸多凭证,罗马人记忆最深的还是第一件事。他虽然比弟弟年长,却不愿独自出任官职,而是等待弟弟到了合格年龄,如此赢得了民众的爱戴,以至于在他本人不在场的情况下与弟弟一同当选为市政官。

语法注3 条
  1. 1.3ὡς συνταξομένῳ καὶ διαθήσοντι τὴν ἱστορίαν ἄμεινον

    接在 ὡς 之后的与格将来分词短语,与前文的代词 ἐκείνῳ(指卢库鲁斯)同格一致,表示主语苏拉主观上的期待与认定(认为卢库鲁斯会更出色地编排并撰写这部历史)。

  2. 1.5προθεμένων ποίημα καί λόγον Ἑλληνικόν τε καί Ῥωμαϊκόν

    属格独立结构。上下文指示意上的主语为霍尔滕西乌斯和西森纳(或众人)。Ἑλληνικόν τε καί Ῥωμαϊκόν(希腊语和罗马语的)修饰 ποίημα 与 λόγον(诗歌与散文),即设定了四种体裁与语言的可能组合。

  3. 1.5τὸν Μαρσικὸν ἐντενεῖν πόλεμον

    动词 ἐντείνω 的不定式,此处为文学惯用法,指将“马尔西战争(同盟者战争)”这一题材“纳入、谱写或编织进(特定的文学体式中)”,与前文的 εἰς ὅ τι ἂν λάχῃ τούτων(无论抽中哪一种体式)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:1.1-1.6