← 普鲁塔克

卢库鲁斯传

§18.1-18.6

占领卡贝拉与米特拉达梯女眷之死

卢库鲁斯攻占卡贝拉并释放了被囚者,但受米特拉达梯之命的宦官巴克基达斯迫使国王的妻妾与姐妹(莫妮梅、贝勒尼基、斯塔蒂拉等)自尽,这一惨剧令卢库鲁斯深感悲恸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

τὰ δὲ Κάβειρα λαβὼν καὶ τῶν ἄλλων φρουρίων τὰ πλεῖστα θησαυρούς τε μεγάλους εὗρε καὶ δεσμωτήρια, πολλῶν μὲν Ἑλλήνων, πολλῶν δὲ συγγενῶν τοῦ βασιλέως καθειργμένων, οἷς πάλαι τεθνάναι δοκοῦσιν οὐ σωτηρίαν, ἀλλʼ ἀναβίωσιν καὶ δευτέραν τινὰ γέννησιν ἡ Λουκούλλου χάρις παρέσχεν.

卢库鲁斯攻占卡贝拉并夺取了其余大部分要塞后,发现了巨额财宝与牢狱,其中关押着许多希腊人和国王的亲眷;对于这些久被视为早已死去的人来说,卢库鲁斯的恩德带给他们的不仅是获救,更宛如复活和重生。

§18.2

ἑάλω δὲ καὶ ἀδελφὴ τοῦ Μιθριδάτου Νύσσα σωτήριον ἅλωσιν1 αἱ δʼ ἀπωτάτω τοῦ κινδύνου καὶ καθʼ ἡσυχίαν ἀποκεῖσθαι δοκοῦσαι περὶ Φαρνάκειαν ἀδελφαί καὶ γυναῖκες οἰκτρῶς ἀπώλοντο, Μιθριδάτου πέμψαντος ἐπʼ αὐτὰς ἐκ τῆς φυγῆς Βακχίδην εὐνοῦχον. ἦσαν δὲ μετὰ πολλῶν ἀδελφαί τε δύο τοῦ βασιλέως, Ῥωξάνη καὶ Στάτειρα, περὶ τεσσαράκοντα ἔτη παρθενευόμεναι, καὶ γαμεταὶ δύο, γένος Ἰωνίδες, Βερενίκη μὲν ἐκ Χίου, Μονίμη δὲ Μιλησία.

米特拉达梯的妹妹尼萨也被俘获,但这却是一场救命的被俘;而在法尔纳基亚附近、看似远离危险且安享平静的姐妹和妻子们,却落得悲惨死去的下场,因为米特拉达梯在逃亡途中派宦官巴克基德斯前去处置她们。除许多其他人外,其中有国王的两位姐妹罗克珊与斯塔蒂拉——她们年届四十仍独守处子之身——以及两位身为爱奥尼亚人的正妻:希俄斯岛的贝勒尼基与米利都的莫妮梅。

§18.3

ταύτης ὁ πλεῖστος ἦν λόγος ἐν τοῖς Ἕλλησιν, ὅτι τοῦ βασιλέως πειρῶντος αὐτὴν καὶ μυρίους πεντακισχιλίους χρυσοῦς προσπέμψαντος ἀντέσχε, μέχρι οὗ γάμων ἐγένοντο συνθῆκαι καὶ διάδημα πέμψας αὐτῇ βασίλισσαν ἀνηγόρευσεν. αὕτη καὶ παρὰ τὸν ἄλλον χρόνον ἀνιαρῶς εἶχε καὶ ἀπεθρήνει τὴν τοῦ σώματος εὐμορφίαν, ὡς δεσπότην μὲν ἀντʼ ἀνδρὸς αὐτῇ, φρουρὰν δὲ βαρβάρων ἀντὶ γάμου καὶ οἴκου προξενήσασαν,2 πόρρω δέ που τῆς Ἑλλάδος ἀπῳκισμένη τοῖς ἐλπισθεῖσιν ἀγαθοῖς ὄναρ σύνεστι, τῶν δʼ ἀληθινῶν ἐκείνων ἀπεστέρηται.

希腊人谈论最多的便是这位莫妮梅,因为当国王向她求欢并送上一万五千枚金币时,她坚决不从,直到订立婚约、国王送来王冠并册封她为王后为止。在其余的时日里,她也始终满怀愁绪,哀叹自己这具肉体的美貌,认为正是这美貌为她引来了主人而非丈夫,引来了一群蛮族卫兵而非婚姻与家庭;她流落于远离希腊的异乡,所期盼的美好仅在梦中相伴,而那些真实的福分却尽遭剥夺。

§18.4

καὶ δὴ τοῦ Βακχίδου παραγενομένου καὶ προστάξαντος αὐταῖς ἀποθνῄσκειν, ὡς ἑκάστῃ δοκοίη ῥᾷστον εἶναι καὶ ἀλυπότατον, περισπάσασα τῆς κεφαλῆς τὸ διάδημα τῷ τραχήλῳ περιῆψε καὶ ἀνήρτησεν ἑαυτήν. ταχὺ δʼ ἀπορραγέντος ὦ κατηραμένον, ἔφη, ῥάκος, οὐδὲ πρὸς τοῦτό μοι χρήσιμον ἔσῃ; κἀκεῖνο μὲν ἀπέρριψε προσπτύσασα, τῷ δὲ Βακχίδῃ τὴν σφαγὴν παρέσχεν.

当巴克基达斯赶到并命令她们各自以自认最轻松、最无痛苦的方式自尽时,她从头上扯下王冠系在颈上悬梁自尽。然而王冠很快断裂开来,她说: “啊,你这受咒诅的破布,难道连这种事也派不上用场吗?” 她啐了一口将它扔在一旁,向巴克基达斯引颈受戮。

§18.5

ἡ δὲ Βερενίκη κύλικα φαρμάκου λαβοῦσα, τῆς μητρὸς αὐτῇ παρούσης καὶ δεομένης, μετέδωκε. καὶ συνεξέπιον μὲν ἀμφότεραι, ἤρκεσε δὲ ἡ τοῦ φαρμάκου δύναμις εἰς τὸ ἀσθενέστερον σῶμα, τὴν δὲ Βερενίκην οὐχ ὅσον ἔδει πιοῦσαν3 οὐκ ἀπήλλαξεν, ἀλλὰ δυσθανατοῦσα τοῦ Βακχίδου σπεύδοντος ἀπεπνίγη.

贝勒尼基拿起一杯毒药,在场的母亲向她恳求分饮,她便分给了母亲。两人一同饮下,毒药的效力足以致命于那具较为虚弱的躯体,却未能解脱喝得不够剂量的贝勒尼基;正当她痛苦挣扎而巴克基达斯又急于启程之际,她便被勒死了。

§18.6

λέγεται δὲ καὶ τῶν ἀγάμων ἀδελφῶν ἐκείνων τὴν μὲν ἐπαρωμένην πολλὰ καὶ λοιδοροῦσαν ἐκπιεῖν τὸ φάρμακον, τὴν δὲ Στάτειραν οὔτε δύσφημόν τι φθεγξαμένην οὔτʼ ἀγεννές, ἀλλʼ ἐπαινοῦσαν τὸν ἀδελφόν, ὅτι περὶ τοῦ σώματος κινδυνεύων οὐκ ἠμέλησεν αὐτῶν, ἀλλὰ προὐνόησεν ἐλευθέρας καὶ ἀνυβρίστους ἀποθανεῖν. ταῦτα μὲν οὖν φύσει χρηστὸν ὄντα καὶ φιλάνθρωπον ἠνία τὸν Λούκουλλον.

据说在那两位未婚的姐妹中,一人一边痛骂咒诅一边饮尽毒药;斯塔蒂拉则未吐露半句不祥或卑劣之语,反而赞扬兄长在自身性命难保之际仍未忘记她们,预先安排好让她们以自由且不受凌辱之身死去。凡此种种,使生性仁慈宽厚的卢库鲁斯深感悲痛。

语法注3 条
  1. 18.2σωτήριον ἅλωσιν

    动词 ἑάλω(ἁλίσκομαι 的不定过去时)的同族宾格(同源宾格),用来定性说明该次“被俘”的性质实为“救命的俘获”。

  2. 18.3ὡς δεσπότην μὲν ἀντʼ ἀνδρὸς αὐτῇ, φρουρὰν δὲ βαρβάρων ἀντὶ γάμου καὶ οἴκου προξενήσασαν

    由 ὡς 引导的分词结构,阴性单数宾格分词 προξενήσασαν 与前面的直接宾语 τὴν τοῦ σώματος εὐμορφίαν 一致,表达莫妮梅主观上的悲叹理由(认定容貌并未给她带来丈夫,反倒招致了主人)。

  3. 18.5οὐχ ὅσον ἔδει πιοῦσαν

    分词 πιοῦσαν 与 τὴν δὲ Βερενίκην 一致。否定词 οὐχ 修饰 ὅσον ἔδει(“应服之量”),用以说明毒药未能使她解脱的原因在于她未能喝够足够的剂量。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:18.1-18.6