← 普鲁塔克

卢库鲁斯传

§17.1-17.7

本都军大溃败与米特拉达梯侥幸逃脱

罗马军队在运粮作战中几乎全歼本都拦截部队,致使本都军营陷入混乱溃逃,米特拉达梯仅以身免;但罗马士兵因贪图金银财物而错失生擒敌王和俘获要员的机会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

ἐκ τούτου Σωρνάτιος μὲν ἐπὶ σίτου κομιδὴν ἐπέμφθη μετὰ δέκα σπειρῶν καὶ καταδιωχθεὶς ὑπὸ Μενάνδρου, τῶν Μιθριδάτου στρατηγῶν ἑνός, ἀντέστη καὶ συμβαλὼν φόνον ἐποίησε πολὺν καὶ τροπὴν τῶν πολεμίων, αὖθις δὲ πεμφθέντος Ἀδριανοῦ μετὰ δυνάμεως, ὅπως ἐκ περιουσίας ἔχωσιν οἱ στρατιῶται σῖτον, οὐ περιεῖδε Μιθριδάτης, ἀλλʼ ἀπέστειλε Μενέμαχον καὶ Μύρωνα πολλῶν μὲν ἱππέων, πολλῶν δὲ πεζῶν ἡγουμένους.

此后,索尔纳提乌斯率领十个步兵大队被派去运粮;他在受到米特拉达梯部将之一梅南德罗斯的追击时转身迎敌,交战之后大肆斩杀并击溃了敌人。随后,哈德良努斯又率部被派去,以便让士兵们能有充裕的粮食;米特拉达梯对此不敢掉以轻心,便派梅内马科斯与米隆率领大量骑兵和步兵前去迎击。

§17.2

οὗτοι πάντες, ὡς λέγεται, πλὴν δυεῖν κατεκόπησαν ὑπὸ τῶν Ῥωμαίων. καὶ Μιθριδάτης μὲν ἔκρυπτε τὴν συμφοράν ὡς οὐ τοσαύτην οὖσαν, ἀλλὰ μικράν, προσκεκρουκότων ἀπειρίᾳ τῶν στρατηγῶν, Ἀδριανὸς δὲ λαμπρὸς παρημείβετο τὸ στρατόπεδον πολλὰς κατάγων ἁμάξας σίτου καὶ λαφύρων γεμούσας, ὥστε δυσθυμίαν μὲν αὐτῷ, ταραχὴν δὲ καὶ φόβον ἀμήχανον ἐμπεσεῖν τοῖς στρατιώταις.

据传,除了两人之外,这支队伍全被罗马人斩尽杀绝。米特拉达梯起初还试图隐瞒这场败仗,称损失并无这般巨大,不过微不足道,只是将领们缺乏经验偶有失误罢了;然而哈德良努斯却神气十足地押运着大批装满粮食与战利品的大车从其营旁走过,致使国王心灰意冷,士兵们则陷入混乱与束手无策的恐慌之中。

§17.3

ἐδέδοκτο μὲν οὖν μηκέτι μένειν1 ἐπεὶ δὲ προεξέπεμπον οἱ βασιλικοὶ τὰ σφέτερα χρήματα καθʼ ἡσυχίαν, τοὺς δʼ ἄλλους ἐκώλυον, ἤδη καὶ πρὸς ὀργὴν ἐπὶ τὰς ἐξόδους ὠθούμενοι καὶ βιαζόμενοι τὰ μὲν χρήματα ἥρπαζον, αὐτοὺς δὲ ἀπέσφαττον. ὅπου καὶ Δορύλαος ὁ στρατηγός οὐδὲν ἕτερον ἔχων ἢ τὴν πορφύραν περὶ αὑτόν ἀπώλετο διὰ ταύτην, Ἑρμαῖος δὲ ὁ θύτης κατεπατήθη περὶ τὰς πύλας.

于是,众人决定不再留守。然而,当王室近侍们悄悄将自己的财物先行送出,却阻拦其他人时,士兵们终于怒不可遏,争先恐后地强行挤向出口,一边抢夺财物,一边屠杀这些近侍。在这场骚乱中,将领多律拉奥斯身上除了一件紫袍别无他物,却因这件紫袍而送了命;占牲官赫耳马俄斯则在大门附近被踩踏致死。

§17.4

αὐτὸς δʼ ὁ Μιθριδάτης, οὔτε ὀπαδοῦ τινος οὔτε ἱπποκόμου παραμείναντος αὐτῷ, συνεξέπεσεν ἀπὸ τοῦ στρατοπέδου τοῖς πολλοῖς ἀναμεμιγμένος, οὐδʼ ἵππου τῶν βασιλικῶν εὐπορήσας, ἀλλʼ ὀψέ που κατιδὼν αὐτόν ἐν τῷ ῥεύματι τῆς τροπῆς ἐκείνης διαφερόμενον Πτολεμαῖος ὁ εὐνοῦχος ἵππον ἔχων αὐτὸς ἀπεπήδησε καὶ παρέσχεν.

米特拉达梯本人身边连一个侍从或马夫也未能留下,混杂在溃散的众兵之中逃出军营,甚至连一匹王室坐骑也弄不到。幸好宦官托勒密在溃逃的洪流中最终认出了被裹挟冲走的国王,便跳下自己的坐骑,将马献给了他。

§17.5

ἤδη γὰρ αὑτόν οἱ Ῥωμαῖοι κατεῖχον ἐπικείμενοι· καὶ τάχει μὲν οὐκ ἀπελίποντο τοῦ λαβεῖν αὐτόν, ἀλλʼ ἦλθον ἔγγιστα τούτου, φιλοπλουτία δὲ καὶ μικρολογία στρατιωτικὴ τὸ πολλοῖς ἀγῶσι καὶ μεγάλοις κινδύνοις διωκόμενον ἐκ μακροῦ θήραμα Ῥωμαίους ἀφείλετο καὶ Λούκουλλον ἀπεστέρησε νικῶντα τῶν ἐπάθλων.

因为此时罗马人已紧追不舍,迫在眉睫;在速度上他们并未落后以致抓不到国王,而是已逼近到极近的距离。然而,士兵的贪财与小器,却让罗马人失去了在无数战斗和巨大危险中久经追捕的猎物,也剥夺了获胜的卢库鲁斯应得的战利品。

§17.6

ἦν μὲν γὰρ ἐν ἐφικτῷ τῆς διώξεως ὁ ὑπεκφέρων τὸν ἄνδρα ἵππος, ἡμιόνου δὲ τῶν τὸ χρυσίον κομιζόντων μεταξὺ τοῦ βασιλέως εἴτʼ ἀπὸ ταὐτομάτου παρεισπεσόντος, εἴτε τοῦ βασιλέως ἐπίτηδες ἐμβαλόντος αὑτόν εἰς τοὺς διώκοντας,2 ἁρπάζοντες καὶ συλλέγοντες τὸ χρυσίον καὶ διαμαχόμενοι πρὸς ἀλλήλους καθυστέρησαν.

载着国王逃走的马匹本来完全在追击范围之内,但由于一头驮金的骡子突然插在国王与追兵之间——无论这是偶然发生,还是国王故意将其掷向追兵——士兵们只顾争抢、捡拾黄金并互相斗殴,因而落在了后面。

§17.7

καὶ οὐ τοῦτο μόνον αὐτῶν ἀπέλαυσε τῆς πλεονεξίας Λούκουλλος,3 ἀλλὰ καὶ τὸν ἐπὶ τῶν ἀπορρήτων τοῦ βασιλέως ὄντα Καλλίστρατον ὁ μὲν ἄγειν ἐκέλευσεν, οἱ δʼ ἄγοντες αἰσθόμενοι πεντακοσίους χρυσοῦς ὑπεζωσμένον ἀπέκτειναν. οὐ μὴν ἀλλὰ τούτοις μὲν ἐπέτρεψε τὸν χάρακα πορθῆσαι.

卢库鲁斯从士兵的贪婪中尝到的苦果还不止于此:他下令将掌管国王机密的卡利斯特拉托斯押送过来,但负责押送的人察觉到他腰带里藏着五百枚金币,便将他杀害了。尽管如此,卢库鲁斯还是允许他们抢劫营垒。

语法注3 条
  1. 17.3ἐδέδοκτο μὲν οὖν μηκέτι μένειν

    无人称过去完成时被动语态 ἐδέδοκτο,以不定式短语 μηκέτι μένειν 作主语,意为“(众人)已决定不再留守”。

  2. 17.6ἡμιόνου δὲ τῶν τὸ χρυσίον κομιζόντων μεταξὺ τοῦ βασιλέως εἴτʼ ἀπὸ ταὐτομάτου παρεισπεσόντος, εἴτε τοῦ βασιλέως ἐπίτηδες ἐμβαλόντος αὑτόν εἰς τοὺς διώκοντας

    复合属格绝对结构。前半句为 ἡμιόνου ... παρεισπεσόντος,由 εἴτε ... εἴτε ... 连接的后半句则转换为以 τοῦ βασιλέως 为逻辑主语的属格绝对分词短语(ἐμβαλόντος αὑτόν)。此处的 αὑτόν 依语境指代骡子。

  3. 17.7καὶ οὐ τοῦτο μόνον αὐτῶν ἀπέλαυσε τῆς πλεονεξίας Λούκουλλος

    动词 ἀπολαύω 通常带属格表示“享受、从中获益”,此处带有反讽意味,表示“尝到苦果、蒙受损失”。τοῦτο 作内宾对格(副词性对格),αὐτῶν τῆς πλεονεξίας 为表示来源或原因的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:17.1-17.7