← 普鲁塔克

卢库鲁斯传

§16.1-16.6

奥尔塔科斯谋刺卢库鲁斯失败

丹达里人酋长奥尔塔科斯诈降以谋刺卢库鲁斯,企图趁统帅午睡时潜入营帐下手,却被警觉的侍从拦截推开,暗杀图谋破产后仓皇逃回米特拉达梯军中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

ἦν δέ τις ἐν τῷ Μιθριδάτου στρατοπέδῳ Δανδαρίων δυνάστης Ὀλθακὸς γένος δʼ εἰσὶν οἱ Δανδάριοι βαρβάρων τῶν περὶ τήν Μαιῶτιν οἰκούντων, ἀνὴρ ὅσα χειρὸς ἔργα καί τόλμης ἐν πολέμῳ διαπρεπὴς ἅπαντα, καί γνώμην ἱκανὸς ἐν τοῖς μεγίστοις, ἔτι δʼ ἐμμελὴς ὁμιλῆσαι καί θεραπευτικός, οὗτος ἔχων ἀεὶ πρός τινα τῶν ὁμοφύλων δυναστῶν ἅμιλλαν ὑπὲρ πρωτείων καὶ ζηλοτυπίαν ὑπέσχετο τῷ Μιθριδάτῃ μέγα ἔργον, ἀποκτενεῖν Λούκουλλον.

在米特拉达梯的阵营中,有一位丹达里人的酋长,名叫奥尔塔科斯——丹达里人是居住在墨俄提斯湖附近的蛮族部落——此人在战争中一切亲力亲为的壮举与胆魄上都出类拔萃,在最重大的事务上也颇有决断之才,而且为人通晓交际、善于奉迎。由于他始终与同族的一位酋长争夺首领之位并心怀嫉恨,便向米特拉达梯许下一件大事,要刺杀卢库鲁斯。

§16.2

ἐπαινέσαντος δὲ τοῦ βασιλέως καί τινας αὐτῷ προσβαλόντος ἐπίτηδες ἀτιμίας εἰς προσποίησιν ὀργῆς ἀφιππάσατο πρός Λούκουλλον· ὁ δʼ ἄσμενος ἐδέξατο· λόγος γὰρ ἦν αὐτοῦ πολὺς ἐν τῷ στρατοπέδῳ· καί ταχὺ πειρώμενος ἠσπάζετο τήν τε ἀγχίνοιαν αὐτοῦ καί τὸ λιπαρές, ὥστε τραπέζης καί συνεδρίου ποτὲ ποιεῖσθαι κοινωνόν.

国王对此大加赞赏,并故意向他施加某些羞辱以伪造激怒之态;随后奥尔塔科斯便骑马投奔卢库鲁斯。卢库鲁斯欣然接纳了他,因为军营中早有许多关于他的传闻。经过试用,卢库鲁斯很快赏识他的机敏与勤勉,以至于让他成为自己餐桌上的常客和军议的成员。

§16.3

ἐπεὶ δʼ ἐδόκει καιρὸν ἔχειν ὁ Δανδάριος, τὸν μὲν ἵππον ἔξω τοῦ χάρακος ἐκέλευσε προαγαγεῖν τοὺς παῖδας, αὐτὸς δὲ μεσημβρίας οὔσης καί τῶν στρατιωτῶν ἐνδιαζόντων καί ἀναπαυομένων ἐβάδιζεν ἐπὶ τήν στρατηγικὴν σκηνήν, ὡς οὐδενὸς κωλύσοντος1 εἰσελθεῖν ἄνδρα συνήθη καί λόγους τινὰς ἀξίους σπουδῆς τῷ στρατηγῷ κομίζειν φάσκοντα.

当这名丹达里人认为时机成熟时,便命仆从将马匹牵到营垒外面,自己则在正午、士兵们正午睡休憩之时,走向统帅的营帐;他认为,既然自己是统帅的熟客,又声称要向统帅禀告极重要之事,便无人会阻拦他入内。

§16.4

κἂν εἰσῆλθεν ἀδεῶς, εἰ μὴ ὁ πολλοὺς ἀνῃρηκὼς στρατηγοὺς ὕπνος Λούκουλλον ἔσωσεν.2 ἐτύγχανε γὰρ καθεύδων καί Μενέδημος, εἷς τῶν κατευναστῶν, παρὰ ταῖς θύραις ἑστὼς οὐκ ἔφη κατὰ καιρὸν ἥκειν τὸν Ὀλθακόν, ἄρτι Λουκούλλου πρός ἀνάπαυσιν ἐκ μακρᾶς ἀγρυπνίας καί πόνων τοσούτων δεδωκότος ἑαυτόν.

若非那曾毁灭过无数统帅的睡眠此刻拯救了卢库鲁斯,他本可毫无阻碍地进入。原来卢库鲁斯正巧在睡觉,侍卧侍从之一的梅内德莫斯站在门前,告诉奥尔塔科斯他来得不合时宜,因为卢库鲁斯在久未合眼并经历诸多劳苦之后,才刚刚歇下。

§16.5

ἐπεὶ δʼ οὐκ ἀπῄει κελεύοντος, ἀλλʼ ἔφη καί κωλύοντος3 εἰσελεύσεσθαι περὶ πράγματος ἀναγκαίου καί μεγάλου διαλεχθῆναι βουλόμενος, ἤδη πρὸς ὀργὴν ὁ Μενέδημος εἰπὼν μηδὲν ἀναγκαιότερον τοῦ σῴζεσθαι Λούκουλλον ἀπεώσατο τὸν ἄνθρωπον ἀμφοτέραις ταῖς χερσίν.

然而,即便受到命令,奥尔塔科斯仍不肯离去,反而扬言哪怕受阻也要进去,因为他想商讨一件紧急而重大的要事;此时梅内德莫斯动了怒,说道没有任何事情比卢库鲁斯的保全更为紧急,遂用双手将此人推开。

§16.6

ὁ δὲ δείσας ὑπεξῆλθε τοῦ χάρακος, καί λαβὼν τὸν ἵππον ἀπήλασεν εἰς τὸ Μιθριδάτου στρατόπεδον ἄπρακτος, οὕτως ἄρα καί τοῖς πράγμασιν ὁ καιρὸς ὥσπερ τοῖς φαρμάκοις καί τήν σῴζουσαν καί τήν ἀναιροῦσαν ῥοπὴν προστίθησιν.

奥尔塔科斯心生恐惧,潜逃出营垒,取了马匹,一事无成地奔回米特拉达梯的阵营。可见,正如对药物一样,时机对于事态的发展也同样增添了或救生或戕害的决定性分量。

语法注3 条
  1. 16.3ὡς οὐδενὸς κωλύσοντος

    连词 ὡς 连用将来时分词的属格独立结构(οὐδενὸς κωλύσοντος),表示主语奥尔塔科斯的主观预期与企图(“认为无人会阻拦”)。

  2. 16.4κἂν εἰσῆλθεν ἀδεῶς, εἰ μὴ ὁ πολλοὺς ἀνῃρηκὼς στρατηγοὺς ὕπνος Λούκουλλον ἔσωσεν

    与过去事实相反的虚拟条件句。归结分句由 ἄν(此处与 καί 缩略为 κἄν)加上不定过去时直陈式(εἰσῆλθεν)构成,条件分句由 εἰ μή 加上不定过去时直陈式(ἔσωσεν)构成,意为“若非睡眠拯救了卢库鲁斯,他早已毫无畏惧地进去了”。

  3. 16.5κελεύοντος ... κωλύοντος

    省略明确名词主语的属格独立分词结构。由于施事者由上下文显而易见(κελεύοντος 指命令他离开的梅内德莫斯;κωλύοντος 泛指阻拦他的人),故省略了逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:16.1-16.6