← 普鲁塔克

卢库鲁斯传

§15.1-15.7

进军卡贝拉与卢库鲁斯的小冲突得胜

卢库鲁斯把阿米苏斯的围城交给穆雷纳,进军卡贝拉讨伐米特拉达梯,并在希腊向导指引下占领有利高地。当罗马士兵因争夺猎鹿溃退时,他亲自下场反败为胜,随后对逃跑者施以屈辱的筑堑惩罚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

ἐπὶ τοιούτων λογισμῶν γενόμενος ὁ Λούκουλλος περί τε τὴν Ἀμισὸν διέτριψε, μαλακῶς τῇ πολιορκίᾳ χρώμενος, καὶ μετὰ χειμῶνα Μουρήναν ἀπολιπὼν ἐπὶ τῆς πολιορκίας ἐβάδιζεν ἐπὶ Μιθριδάτην καθήμενον ἐν Καβείροις καὶ διανοούμενον ὑφίστασθαι τοὺς Ῥωμαίους, ἠθροισμένης αὐτῷ δυνάμεως εἰς τετρακισμυρίους πεζούς, ἱππεῖς δὲ τετρακισχιλίους, οἷς ἐθάρρει μάλιστα.

卢库鲁斯怀着这样的考量,在阿米苏斯一带耽搁下来,温和地实施包围;冬季过后,他把围城之事留给穆雷纳负责,自己进军讨伐米特拉达梯。当时米特拉达梯驻扎在卡贝拉,打算迎击罗马人,他集结了一支多达四万步兵和四千骑兵的军队,而骑兵是他最大的倚仗。

§15.2

καὶ διαβὰς τὸν Λύκον ποταμὸν εἰς τὸ πεδίον προὐκαλεῖτο τοὺς Ῥωμαίους. γενομένης δʼ ἱππομαχίας ἔφυγον οἱ Ῥωμαῖοι· Πομπώνιος δʼ ἀνὴρ οὐκ ἄδοξος ἑάλω τετρωμένος καὶ πρὸς τὸν Μιθριδάτην ἀνήχθη κακῶς ὑπὸ τραυμάτων διακείμενος, πυθομένου δὲ τοῦ βασιλέως, εἰ σωθεὶς ὑπʼ αὐτοῦ γενήσεται φίλος, ἄν γε δή, ἔφη, Ῥωμαίοις διαλλαγῇς· εἰ δὲ μή, πολέμιος.1 τοῦτον μὲν θαυμάσας ὁ Μιθριδάτης οὐκ ἠδίκησε.

米特拉达梯渡过吕科斯河进入平原,向罗马人搦战。双方发生骑兵交战,罗马人溃逃;声名显赫的庞波纽斯负伤被俘,带着沉重的伤势被押送到米特拉达梯面前。国王询问他若获饶恕是否会成为自己的朋友,他答道:“只要你与罗马人和解,我就会是;否则,依然是敌人。” 米特拉达梯赞赏他的为人,并未加害于他。

§15.3

τοῦ δὲ Λουκούλλου τὰ μὲν πεδία τῶν πολεμίων ἱπποκρατούντων2 δεδιότος, τὴν δʼ ὀρεινὴν ὀκνοῦντος προϊέναι, μακρὰν καὶ ὑλώδη καὶ δύσβατον οὖσαν, ἁλίσκονταί τινες κατὰ τύχην Ἕλληνες εἴς τι σπήλαιον καταφυγόντες, ὧν ὁ πρεσβύτερος Ἀρτεμίδωρος ὑπέσχετο τὸν Λούκουλλον ἄξειν καὶ καταστάσειν ἐπὶ τόπῳ ἀσφαλεῖ τῷ στρατοπέδῳ καὶ φρούριον ἔχοντι τοῖς Καβείροις ἐπικρεμάμενον.

另一方面,由于敌人在骑兵上占尽优势,卢库鲁斯畏惧平原,又对穿越绵长、茂密且险阻的山地行军心存顾虑。恰在此时,几名躲入洞穴的希腊人偶然被俘,其中年长者阿尔忒弥多罗斯许诺引导卢库鲁斯,并将其部署在一处对营地而言十分安全、且有一座要塞俯瞰卡贝拉的据点。

§15.4

πιστεύσας δʼ ὁ Λούκουλλος ἅμα τῇ νυκτὶ πυρὰ καύσας ἐκίνει καὶ τὰ στενὰ παρελθὼν ἀσφαλῶς τὸ χωρίον εἶχε, καὶ μεθʼ ἡμέραν ὑπερεφαίνετο τῶν πολεμίων ἱδρύων τὸν στρατὸν ἐν τόποις, οἳ μάχεσθαι βουλομένῳ προσαγωγὴν ἐδίδοσαν καὶ τὸ μὴ βιασθῆναι παρεῖχον ἡσυχάζοντι.

卢库鲁斯信纳了他,入夜时分点燃营火便率军开拔,安全穿过险隘,占领了该地。黎明时分,他出现在敌人上方,将军队驻扎在一处极佳的位置:若欲交战便有进击之路,若欲按兵不动亦不致受敌所迫。

§15.5

γνώμην μὲν οὖν οὐδέτερος εἶχεν ἔν γε τῷ παρόντι διακινδυνεύειν ἔλαφον δὲ λέγεται τῶν βασιλικῶν διωκόντων ὑποτεμνομένους ἀπαντῆσαι τοὺς Ῥωμαίους, ἐκ δὲ τούτου συμπεσόντας ἀγωνίζεσθαι πλειόνων ἑκατέροις ἀεὶ προσγινομένων. τέλος δʼ ἐνίκων οἱ βασιλικοί· καὶ τὴν φυγὴν ἐκ τοῦ χάρακος οἱ Ῥωμαῖοι καθορῶντες ἤσχαλλον καὶ συνέτρεχον πρὸς τὸν Λούκουλλον, ἄγειν σφᾶς δεόμενοι καὶ σύνθημα πρὸς τὴν μάχην αἰτοῦντες.

因此,双方当前都无意决战冒险。然而据说,王室士兵在追逐一头鹿时,罗马人为了截取它而迎面相撞,由此引发冲突并演变成一场战斗,双方不断有援军加入。最终王室军队获胜;罗马人从营垒上望见溃退之景,群情激愤,纷纷奔向卢库鲁斯,恳请他率众出击,并索求作战的口令。

§15.6

ὁ δὲ βουλόμενος αὐτοὺς μαθεῖν, ἡλίκον ἐστὶν ἐν ἀγῶνι πολέμου καὶ κινδύνῳ παρουσία καὶ ὄψις ἡγεμόνος ἔμφρονος, ἐκείνους μὲν ἡσυχίαν ἄγειν ἐκέλευσεν, αὐτὸς δὲ κατέβαινεν εἰς τὸ πεδίον καὶ τοῖς πρώτοις ἀπαντήσας τῶν φευγόντων ἵστασθαι προσέταξε καὶ ἀναστρέφειν μετʼ αὐτοῦ.

卢库鲁斯则希望让他们明白,在战争的搏杀与危局中,一位明智统帅的亲临和现身具有何等重大的意义;于是他命令营中众人按兵不动,自己亲自下到平原,迎上面前的首批溃兵,命令他们站住并跟随他反身迎敌。

§15.7

πεισθέντων δὲ τούτων καὶ οἱ λοιποὶ μεταβαλόμενοι καὶ συστάντες ὀλίγῳ πόνῳ τρέπονται τοὺς πολεμίους καὶ καταδιώκουσιν εἰς τὸ στρατόπεδον. ἐπανελθὼν δὲ Λούκουλλος ἀτιμίαν τινὰ τοῖς φεύγουσι νενομισμένην προσέβαλε, κελεύσας ἐν χιτῶσιν ἀζώστοις3 ὀρύξαι δώδεκα ποδῶν τάφρον, ἐφεστώτων καὶ θεωμένων τῶν ἄλλων στρατιωτῶν.

这批溃兵听命之后,其余逃卒也纷纷掉头集结,几乎未费多大力气就击溃了敌人,一路追击至敌军营垒。归来后,卢库鲁斯对逃跑者施加了一种惯例性的耻辱惩罚,命令他们不束腰带、仅着短袍挖掘一条十二英尺的堑壕,其余士兵则列队在旁监督围观。

语法注3 条
  1. 15.2ἄν γε δή, ἔφη, Ῥωμαίοις διαλλαγῇς· εἰ δὲ μή, πολέμιος

    承接前文间接疑问句“εἰ σωθεὶς ὑπʼ αὐτοῦ γενήσεται φίλος”的省略式条件回答。在“ἄν ... διαλλαγῇς”之后省略了主句谓语“φίλος γενήσομαι”;在“εἰ δὲ μή, πολέμιος”之后则省略了动词“ἔσομαι”。

  2. 15.3τῶν πολεμίων ἱπποκρατούντων

    此独立属格从句嵌套在更高层级的独立属格结构(“τοῦ δὲ Λουκούλλου ... δεδιότος”)之内,作原因状语,用以解释卢库鲁斯畏惧平原(“τὰ μὲν πεδία”)的缘由。

  3. 15.7ἐν χιτῶσιν ἀζώστοις

    介词“ἐν”加与格表示穿着打扮。在古罗马军队纪律中,被剥夺象征军人身份的腰带(cingulum)、仅着不束腰带的短袍劳作,是惩罚溃兵的传统羞辱性军罚(ignominia)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:15.1-15.7