← 普鲁塔克

卢库鲁斯传

§14.1-14.6

进军本都与卢库鲁斯审慎的战略考量

卢库鲁斯克服粮草匮乏进军本都领地并斩获丰厚补给,却因不准洗劫投降城市以及行军迟缓而招致士兵怨言。对此,卢库鲁斯阐明其战略考量:他蓄意放缓节奏,是为避免将米特拉达梯过早逼入绝境,从而引来其背后强大的亚美尼亚国王提格兰介入战事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

πολλῶν δὲ Λουκούλλῳ παραινούντων ἀναβάλλεσθαι τὸν πόλεμον, οὐ φροντίσας ἐνέβαλε διὰ Βιθυνίας καὶ Γαλατίας εἰς τὴν βασιλικήν, ἐν ἀρχῇ μὲν ἐνδεὴς τῶν ἀναγκαίων, ὥστε Γαλάτας ἕπεσθαι τρισμυρίους ἕκαστον ἐπὶ τῶν ὤμων κομίζοντα1 σίτου μέδιμνον, προϊὼν δὲ καὶ κρατῶν ἁπάντων εἰς τοσαύτην ἦλθεν εὐπορίαν, ὥστε τὸν μὲν βοῦν ἐν στρατοπέδῳ δραχμῆς, τὸ δὲ ἀνδράποδον τεττάρων ὤνιον εἶναι, τὴν δʼ ἄλλην λείαν ἐν οὐδενὶ λόγῳ τοὺς μὲν ἀπολείπειν, τοὺς δὲ ἀναλίσκειν. διάθεσις γὰρ ἦν οὐδενὸς πρὸς οὐδένα πάντων εὐπορούντων.

虽然有许多人劝告卢库鲁斯推迟战事,但他不予理睬,率军穿过比提尼亚和加拉太侵入王室领地。起初军中极缺物资,以致有三万名加拉太人跟随其后,每人肩上扛着一麦地姆诺的粮食;然而随着他向前推进并控制了一切,物资变得如此丰足,以致在军营中一头牛仅售一德拉克马,一名奴隶仅售四德拉克马,其余战利品全不在意,有人弃置,有人挥霍;因为人人物资充裕,根本无人能向任何人出售。

§14.2

ἀλλʼ ὅσον φθεῖραι καὶ κακῶσαι τὴν χώραν ἱππασάμενοι καὶ καταδραμόντες ἄχρι Θεμισκύρας καὶ τῶν περὶ Θερμώδοντα πεδίων, ᾐτιῶντο τὸν Λούκουλλον, ὅτι πάσας προσάγεται τὰς πόλεις, κατὰ κράτος δὲ οὐδεμίαν ᾕρηκεν οὐδὲ παρέσχηκεν αὐτοῖς ὠφεληθῆναι διαρπάσασιν.

然而,士兵们策马奔袭直到忒弥斯库拉和塞耳摩冬河一带的平原,其行动除了毁坏和蹂躏这片国土之外别无所获,他们因而指责卢库鲁斯,说他让所有城市都通过归顺被纳降,却没有用武力攻陷任何一座,也未曾让他们通过抢劫而获利。

§14.3

ἀλλὰ καὶ νῦν, ἔφασαν, Ἀμισόν, πόλιν εὐδαίμονα καὶ πλουσίαν, οὐ μέγα ὂν ἔργον, εἴ τις ἐντείναι τὴν πολιορκίαν, κατασχεῖν, ἀπολιπόντας ἡμᾶς ἄγει περὶ τὴν Τιβαρηνῶν καὶ Χαλδαίων ἐρημίαν Μιθριδάτῃ πολεμήσοντας. ἀλλὰ ταῦτα μὲν οὐκ ἂν ὁ Λούκουλλος ἐλπίσας εἰς τοσοῦτον ἀπονοίας τοὺς στρατιώτας παραγαγεῖν,2 ὅσον ὕστερον ἐξέφηναν, ὑπερεώρα καὶ οὐκ ἐφρόντιζεν, ἐκείνοις δʼ ἀπελογεῖτο μᾶλλον, οἳ βραδυτῆτα κατηγόρουν αὐτοῦ διατρίβοντος ἐνταῦθα περὶ κώμας καὶ πόλεις οὐ πολλοῦ τινος ἀξίας πολὺν χρόνον, ἐῶντος δʼ αὔξεσθαι Μιθριδάτην. αὐτὸ γὰρ, ἔφη, τοῦτο καὶ βούλομαι καὶ κάθημαι τεχνάζων, μέγαν αὖθις γενέσθαι τὸν ἄνδρα καὶ συναγαγεῖν αὐτὸν ἀξιόμαχον δύναμιν, ἵνα μείνῃ καὶ μὴ φύγῃ προσιόντας ἡμᾶς.

他们说:“甚至现在,阿米苏斯这样一座繁荣富庶的城市,只要有人加紧围攻,攻占它并非难事,他却要我们弃之不顾,把我们带到梯巴热尼人和卡尔代亚人的荒原附近,去与米特拉达梯作战。” 卢库鲁斯未曾预料到士兵们竟会被引向后来所显露出的这般狂乱境地,因而忽视并漠视了这些不满,而是主要向那些指责他行动迟缓的人进行辩白;那些人指责他在此地那些无足轻重的村庄和城镇周围耽搁良久,听凭米特拉达梯坐大。 他说:“因为这正是我的意图,也是我驻留谋划的目的:让那个人再次壮大并集结起可堪匹敌的兵力,好让他能站稳脚跟,而不至于在我们逼近时闻风逃遁。

§14.5

ἢ οὐχ ὁρᾶτε πολλὴν μὲν αὐτῷ καὶ ἀτέκμαρτον ἐρημίαν ὀπίσω παροῦσαν; ἐγγὺς δὲ ὁ Καύκασος καὶ ὄρη πολλὰ καὶ βαθέα καὶ μυρίους βασιλεῖς φυγομαχοῦντας ἀρκοῦντα κατακρύψαι καὶ περισχεῖν ὀλίγων δʼ ἡμερῶν ὁδὸς εἰς Ἀρμενίαν ἐκ Καβείρων, καὶ ὑπὲρ Ἀρμενίας κάθηται Τιγράνης, βασιλεὺς βασιλέων, ἔχων δύναμιν, ᾗ Πάρθους τε περικόπτει τῆς Ἀσίας καὶ πόλεις Ἑλληνίδας εἰς Μηδίαν ἀνακομίζει καὶ Συρίας κρατεῖ καὶ Παλαιστίνης καὶ τοὺς ἀπὸ Σελεύκου βασιλεῖς ἀποκτιννύει, θυγατέρας δʼ αὐτῶν ἄγει καὶ γυναῖκας ἀνασπάστους.

难道你们看不见他身后拥有广阔无垠的荒野吗?高加索就在附近,还有许多深险的山峦,足以藏匿和护佑万千逃避战阵的君王;从卡贝拉到亚美尼亚只有几天的路程,而在亚美尼亚上方坐镇着‘诸王之王’提格兰;他拥有一支大军,以此将帕提亚人从亚洲逐退,将希腊诸城迁往米底亚,统治叙利亚和巴勒斯坦,诛灭塞琉古后裔诸王,并把他们的女儿和妻子掳掠为囚。

§14.6

οὗτος οἰκεῖός ἐστι Μιθριδάτου καὶ γαμβρός, οὐ περιόψεται δὲ αὐτὸν ἱκέτην ὑποδεξάμενος, ἀλλὰ πολεμήσει πρὸς ἡμᾶς καὶ σπεύδοντες ἐκβάλλειν Μιθριδάτην κινδυνεύσομεν ἐπισπάσασθαι Τιγράνην, πάλαι μὲν αἰτίας δεόμενον ἐφʼ ἡμᾶς, εὐπρεπεστέραν δὲ οὐκ ἂν λαβόντα3 τῆς ὑπὲρ ἀνδρὸς οἰκείου καὶ βασιλέως ἀναγκασθέντα ὑπουργεῖν αὐτῷ. τί οὖν δεῖ τοῦθʼ ἡμᾶς ἐξεργάσασθαι καὶ διδάξαι Μιθριδάτην ἀγνοοῦντα, μεθʼ ὧν ἐστιν αὐτῷ πρὸς ἡμᾶς πολεμητέον, καὶ μὴ βουλόμενον, ἀλλʼ ἀδοξοῦντα συνελαύνειν εἰς τὰς Τιγράνου χεῖρας, ἀλλʼ οὐχὶ δόντας αὐτῷ χρόνον ἐκ τῶν οἰκείων παρασκευάσασθαι καὶ ἀναθαρρῦναι, Κόλχοις καὶ Τιβαρηνοῖς καὶ Καππάδοξιν, ὧν πολλάκις κεκρατήκαμεν, μάχεσθαι μᾶλλον ἢ Μήδοις καὶ Ἀρμενίοις;4

此人是米特拉达梯的亲戚兼女婿;若接纳他为求庇护者,绝不会坐视不理,而必将与我们开战。我们若急于驱逐米特拉达梯,就会冒引火烧身的危险招来提格兰;提格兰早已在寻找反对我们的借口,而绝不会得到一个比因被迫援助自己的亲属和一位国王更为堂皇的借口了。既然如此,我们为何还要促成此事,指点那愚钝的米特拉达梯应当联络谁来与我们对抗,并将并不情愿反而引以为耻的他驱赶到提格兰怀中呢?难道我们不该给他时间利用自家资源进行整备并重振勇气,让我们宁可与我们屡次战胜的科尔基斯人、梯巴热尼人和卡帕多西亚人作战,也不愿去同米底亚人和亚美尼亚人交锋吗?”

语法注4 条
  1. 14.1ἕκαστον ἐπὶ τῶν ὤμων κομίζοντα

    在复数宾格 Γαλάτας τρισμυρίους 之后,单数宾格 ἕκαστον 作部分同位语(或分配性同位语),分词 κομίζοντα 相应地与 ἕκαστον 保持单数宾格一致。

  2. 14.3οὐκ ἂν ὁ Λούκουλλος ἐλπίσας εἰς τοσοῦτον ἀπονοίας τοὺς στρατιώτας παραγαγεῖν

    虚词 ἄν 与分词 ἐλπίσας 一同作用于不定式 παραγαγεῖν,表达过去潜在或非真实的推想(“卢库鲁斯本来不可能预料到士兵们会被引向如此狂乱的境地”)。主句动词为 ὑπερεώρα。

  3. 14.6εὐπρεπεστέραν δὲ οὐκ ἂν λαβόντα

    宾格分词 λαβόντα 与前面的 Τιγράνην 一致,带 ἄν 构成相当于条件句结论的潜在/非真实语气(“本不可能获得[更堂皇的借口]”)。比较级 εὐπρεπεστέραν 后的属格 τῆς 为比较属格,代指省略的名词 αἰτίας。随后的分词 ἀναγκασθέντα 同样是与 Τιγράνην 一致的宾格分词,说明被迫援助的情状。

  4. 14.6ἀλλʼ οὐχὶ δόντας αὐτῷ χρόνον ἐκ τῶν οἰκείων παρασκευάσασθαι καὶ ἀναθαρρῦναι, Κόλχοις καὶ Τιβαρηνοῖς καὶ Καππάδοξιν, ὧν πολλάκις κεκρατήκαμεν, μάχεσθαι μᾶλλον ἢ Μήδοις καὶ Ἀρμενίοις;

    对应前文的 τί οὖν δεῖ τοῦθʼ ἡμᾶς ἐξεργάσασθαι...,此处由 ἀλλʼ οὐχὶ(“难道不应当……”)引出反问句的后半部分。不定式 μάχεσθαι 承接省略的 δεῖ,分词 δόντας 则与 δεῖ 的逻辑主语宾格 ἡμᾶς 保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:14.1-14.6