- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:13.1-13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卢库鲁斯企图追击米特拉达梯,但奉命拦截的沃科尼乌斯因故延误。然而米特拉达梯的舰队遭暴风雨摧毁,国王仅乘海盗船侥幸逃生,卢库鲁斯此前向元老院夸下无需大额军费单凭盟友船只即可制霸海上的誓言在神意庇佑下得以实现。
γενόμενος δʼ ἀπὸ τούτων ἠπείγετο πρὸς τὴν αὐτοῦ Μιθριδάτου δίωξιν. ἤλπιζε γὰρ ἔτι περὶ Βιθυνίαν εὑρήσειν αὐτόν ὑπὸ Βοκωνίου φρουρούμενον, ὃν αὐτὸς ἐνστησόμενον τῇ φυγῇ1 μετὰ νεῶν ἀπεστάλκει πρὸς Νικομήδειαν.
处理完这些事务后,卢库鲁斯便急于去追击米特拉达梯本人。因为他希望还能在比提尼亚一带发现被沃科尼乌斯封堵住的国王;卢库鲁斯自己曾派遣沃科尼乌斯率船队前往尼科米底亚,以阻截敌人的逃遁。
ἀλλὰ Βοκώνιος μὲν ἐν Σαμοθρᾴκῃ μυούμενος καὶ πανηγυρίζων καθυστέρησε· Μιθριδάτην δὲ ἀναχθέντα μετὰ τοῦ στόλου, σπεύδοντα πρὶν ἐπιστρέφειν Λούκουλλον εἰς τὸν Πόντον εἰσπλεῦσαι, καταλαμβάνει χειμὼν πολύς, ὑφʼ οὗ τὰ μὲν ἀφηρπάγη, τὰ δʼ ἐβυθίσθη τῶν σκαφῶν, πᾶσα δʼ ἡ παραλία τῶν ναυαγίων ἐκφερομένων ὑπὸ τοῦ κλύδωνος ἐπὶ πολλὰς ἡμέρας ἦν περίπλεως.
然而沃科尼乌斯因在萨莫色雷斯领受秘仪并参加节日集会而延误了行期;而米特拉达梯率舰队出海,正急于在卢库鲁斯回师之前驶入黑海,却遭遇了一场巨大的风暴,船只一部分被浪涛卷走,一部分沉没,整个海岸在多日之内都充斥着被海浪冲刷上岸的破船残骸。
αὐτὸς δέ, τῆς ὁλκάδος, ἐφʼ ἧς ἔπλει, μήτε πρὸς τὴν γῆν εὐπαρακομίστου διὰ μέγεθος ἐν σάλῳ μεγάλῳ καὶ κύματι τυφλῷ παρισταμένης τοῖς κυβερνήταις,2 πρός τε τὴν θάλασσαν ἤδη βαρείας καὶ ὑπεράντλου γενομένης, μετεμβὰς εἰς λῃστρικὸν μυοπάρωνα καὶ τὸ σῶμα πειραταῖς ἐγχειρίσας ἀνελπίστως καὶ παραβόλως εἰς τὴν Ποντικὴν Ἡράκλειαν ἐξεσώθη.
至于国王本人,因他所乘坐的商船在狂涛和盲浪之中,舵手们感到由于船体庞大而难以驶向陆地,而在海面又已进水沉重,他便转乘一艘海盗轻舟,将身家性命托付给海盗,出人意料且历经凶险地逃生到了黑海的赫拉克利亚。
Λουκούλλῳ δʼ ἀνεμέσητος ἡ πρὸς τὴν σύγκλητον ἀπέβη φιλοτιμία,3 ψηφιζομένης γὰρ αὐτῆς πρὸς τὸν πόλεμον ἀπὸ τρισχιλίων ταλάντων ἐξαρτύεσθαι ναυτικόν, ἐκώλυσε πέμψας γράμματα καὶ μεγαληγορήσας, ὡς ἄνευ δαπάνης καὶ τοσαύτης παρασκευῆς ταῖς τῶν συμμάχων ναυσὶ Μιθριδάτην ἐκβαλεῖ τῆς θαλάττης. καὶ τοῦτο ὑπῆρξεν αὐτῷ τοῦ θεοῦ συναγωνισαμένου. λέγεται γὰρ Ἀρτέμιδος χόλῳ Πριαπίνης ὁ χειμὼν ἐμπεσεῖν τοῖς Ποντικοῖς συλήσασιν αὐτῆς τὸ ἱερὸν καὶ τὸ ξόανον ἀνασπάσασι.
对卢库鲁斯而言,他在元老院面前的夸耀并未招致天谴;因为当元老院正表决要拨款三千塔兰同以装备海军对敌作战时,他致信阻止,并豪言道无需花销和如此庞大的准备,他单凭盟邦的船只就能把米特拉达梯逐出大海。而这一壮举得遂,也因有神祇助战;据说这场风暴乃是由于普里阿普斯的阿耳忒弥斯发怒而降临于本都人身上的,因为他们洗劫了她的神庙并拔除了她的木雕神像。
- 13.1ἐνστησόμενον τῇ φυγῇ
将来时分词 ἐνστησόμενον 依附于 ἀπεστάλκει 表示目的(“为了阻截其逃遁”)。中动态 ἐνίσταμαι 支配与格 τῇ φυγῇ,意为“阻拦、阻遏”。
- 13.3παρισταμένης τοῖς κυβερνήταις
属格独立结构的一部分,与 τῆς ὁλκάδος 一致。动词 παρίσταμαι 与与格(τοῖς κυβερνήταις)连用,意为“在某人心中呈现、被认为”,修饰述语形容词 εὐπαρακομίστου(“在舵手们看来不易驶向陆地”)。
- 13.4ἀνεμέσητος ἡ πρὸς τὴν σύγκλητον ἀπέβη φιλοτιμία,
形容词 ἀνεμέσητος 用作动词 ἀπέβη 的表语,表示结果:“对元老院的雄心抱负(狂言)最终未招致神谴(涅墨西斯的惩罚)”。随后的 γάρ 从句解释了他此前看似自傲的言辞(拒绝三千塔兰同军费)如何得到了事实验证。
