← 普鲁塔克

卢库鲁斯传

§12.1-12.5

阿佛洛狄忒托梦与卢库鲁斯大破敌舰

卢库鲁斯进入基济科斯后整备舰队,受阿佛洛狄忒托梦启发随即突袭敌军。他通过派遣精锐登岛包抄,击溃了靠岸顽抗的敌方主力,并生擒了塞多留派来的将领马略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

Λούκουλλος δὲ πρῶτον εἰς Κύζικον παρελθών ἀπέλαυσεν ἡδονῆς καὶ φιλοφροσύνης πρεπούσης· ἔπειτα ναυτικὸν ἐξηρτύετο τὸν Ἑλλήσποντον ἐπιπορευόμενος. εἰς δὲ Τρῳάδα καταχθείς ἐσκήνωσε μὲν ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης, κατακοιμηθεὶς δὲ νύκτωρ ἐδόκει τὴν θεὰν ὁρᾶν ἐφεστῶσαν αὐτῷ καὶ λέγουσαν· "τί κνώσσεις, μεγάθυμε λέον; νεβροὶ δε τοι ἐγγύς."

卢库鲁斯首先进入基济科斯,享受了应有的欢愉与款待;随后他巡视赫勒斯滂,装备起一支海军。在特罗阿斯靠岸后,他在阿佛洛狄忒的神庙中扎营,夜间入睡时,似乎看见女神立在他身旁说道: “雄心的大狮啊,为何还在熟睡?小鹿离你已很近了。”

§12.2

ἐξαναστὰς δὲ καὶ τοὺς φίλους καλέσας διηγεῖτο τὴν ὄψιν ἔτι νυκτὸς οὔσης. καὶ παρῆσαν ἐξ Ἰλίου τινὲς ἀπαγγέλλοντες ὦφθαι περὶ τὸν Ἀχαιῶν λιμένα τρισκαίδεκα πεντήρεις τῶν βασιλικῶν ἐπὶ Λῆμνον πλεούσας, εὐθὺς οὖν ἀναχθείς τούτους μὲν εἷλε καὶ τὸν στρατηγὸν αὐτῶν Ἰσίδωρον ἀπέκτεινεν, ἐπὶ δὲ τοὺς ἄλλους ἔπλει πρωρέας.

他起身召集友人,在仍是夜晚时向他们讲述了这一幻象。此时有几个人从伊利翁赶来,报告说在阿开亚人港附近见到十三艘国王的五层桨座战船正驶向利姆诺斯岛。卢库鲁斯遂立即起航,擒获了这些船只并杀死了其指挥官伊西多罗斯,接着向其余舰长进发。

§12.3

οἱ δὲ ἔτυχον ὁρμοῦντες, καὶ τὰ πλοῖα πάντα πρὸς τὴν γῆν συνέλκοντες ἀπὸ τῶν καταστρωμάτων διεμάχοντο καὶ πληγὰς ἐδίδοσαν τοῖς περὶ τὸν Λούκουλλον, οὔτε περιπλεῦσαι τοῦ χωρίου διδόντος1 οὔτε βιάσασθαι ναυσὶ μετεώροις τὰς τῶν πολεμίων προσερηρεισμένας τῇ γῇ καὶ βεβηκυίας ἀσφαλῶς.

那些人恰好正泊于锚地,将所有船只并拢向岸边拉近,在甲板上奋力交战,重创了卢库鲁斯的人马;因为当地地形既不允许包抄绕行,浮于海面的船只也无法强行冲击敌方紧靠陆地且停驻稳固的战船。

§12.4

οὐ μὴν ἀλλὰ μόλις ᾗ προσβολήν τινα ἡ νῆσος εἶχεν ἀποβιβάζει τῶν στρατιωτῶν τοὺς ἀρίστους, οἳ κατόπιν ἐπιπεσόντες τοῖς πολεμίοις τοὺς μὲν διέφθειρον αὐτῶν, τοὺς δʼ ἠνάγκαζον ἀποκόπτοντας2 τὰ πρυμνήσια τῶν νεῶν καὶ φεύγοντας ἐκ τῆς γῆς ἀλλήλοις τε συγκρούειν τὰ πλοῖα καὶ ταῖς ἐμβολαῖς ταῖς περὶ τὸν Λούκουλλον ὑποπίπτειν.

然而,卢库鲁斯艰难地在岛上某处尚可登岸的地方让最精锐的士兵下船;这些士兵从背后突袭敌军,斩杀了一部分,并迫使其他人在斩断船尾缆绳逃离陆地时使战船自相碰撞,且落入卢库鲁斯战船的冲撞之下。

§12.5

πολλοὶ μὲν οὖν διεφθάρησαν, ἐν δὲ τοῖς ἁλοῦσιν ἀνήχθη καὶ Μάριος ὁ παρὰ Σερτωρίου στρατηγός· ἦν γὰρ ἑτερόφθαλμος, καὶ παρήγγελτο τοῖς στρατιώταις εὐθὺς ἐπιπλέουσιν ὑπὸ Λουκούλλου μηδένα κτείνειν ἑτερόφθαλμον, ὅπως ἐξονειδισθεὶς καὶ καθυβρισθεὶς ἀποθάνοι.

于是许多人被歼灭,在被押送前来的俘虏中,还有塞多留派来的将领马略;因为他只有一只眼,卢库鲁斯在士兵刚发动水上袭击时就命令不得杀死任何独眼之人,以便让他饱受嘲弄与侮辱后再行处死。

语法注2 条
  1. 12.3τοῦ χωρίου διδόντος

    此为属格独立结构,动词 δίδωμι 具有“允许、容许”之不及物动词含义(相当于 ἐπιτρέπω),与前面的 οὔτε 一同支配补充不定式 περιπλεῦσαι(环绕航行)。

  2. 12.4ἀποκόπτοντας

    宾格复数分词 ἀποκόπτοντας 与 φεύγοντας 并列,作状语分词修饰 τοὺς δʼ(τοὺς δʼ 作 ἠνάγκαζον 的直接宾语,同时充当随后不定式 συγκρούειν 和 ὑποπίπτειν 的逻辑主语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:12.1-12.5