← 普鲁塔克

卢库鲁斯传

§11.1-11.6

米特拉达梯军的饥荒与撤退大军的覆灭

米特拉达梯的军营因卢库鲁斯的粮草封锁而陷入饥荒,他企图转移部分部队,却在林达科斯河遭到惨败;随后撤退的本都大军又在格拉尼科斯河被卢库鲁斯几乎歼灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

Μιθριδάτην δέ, ἄχρι μὲν ὑπὸ τῶν ἑαυτοῦ στρατηγῶν φενακιζόμενος ἠγνόει τὸν ἐν τῷ στρατοπέδῳ λιμόν, ἠνίων Κυζικηνοὶ διαφεύγοντες τὴν πολιορκίαν.1 ταχὺ δʼ ἐξερρύη τὸ φιλότιμον αὐτοῦ καὶ φιλόνεικον ἐν αἰσθήσει γενομένου τῶν ἀποριῶν, αἷς οἱ στρατιῶται συνείχοντο, καὶ τῶν ἀνθρωποφαγιῶν, ἅτε δὴ μὴ θεατρικῶς μηδʼ ἐπιδεικτικῶς Λουκούλλου πολεμοῦντος, ἀλλὰ, τοῦτο δὴ τὸ λεγόμενον, εἰς τὴν γαστέρα ἐναλλομένου2 καὶ ὅπως ὑφαιρήσει τὴν τροφὴν ἅπαντα πραγματευομένου.

另一方面,米特拉达梯由于受自己手下将领的蒙骗,对营中的饥荒一无所知,期间一直因基济科斯人摆脱围困而恼怒。然而,一旦他察觉到士兵们所陷入的困境以及人相食的惨状,其好胜之心与争竞之意便迅速消散;因为卢库鲁斯作战并非虚张声势或哗众取宠,而是正如俗话所说“直扑其肚腹”,千方百计要断绝他们的粮草。

§11.2

διὸ καὶ φρούριόν τι πολιορκοῦντος αὐτοῦ τῷ καιρῷ χρήσασθαι σπεύδων ὁ Μιθριδάτης ἐξέπεμψεν εἰς Βιθυνίαν τοὺς μὲν ἱππεῖς σχεδὸν ἅπαντας μετὰ τῶν ὑποζυγίων, τῶν δὲ πεζῶν τοὺς ἀχρήστους, πυθόμενος δʼ ὁ Λούκουλλος ἔτι νυκτὸς ἧκεν εἰς τὸ στρατόπεδον, πρωὶ δὲ χειμῶνος ὄντος ἀναλαβὼν σπείρας δέκα καὶ τὴν ἵππον ἐδίωκε νιφόμενος καὶ κακοπαθῶν, ὥστε πολλοὺς ὑπὸ κρύους ἐνδιδόντας ἀπολείπεσθαι τῶν στρατιωτῶν, τοῖς δʼ ἄλλοις περὶ τὸν Ῥυνδακὸν ποταμόν καταλαβὼν τοὺς πολεμίους τοσαύτην τροπὴν ἐποίησεν, ὥστε τὰς γυναῖκας ἐκ τῆς Ἀπολλωνίας προερχομένας ἀφαρπάζειν τὰ φορτία καὶ σκυλεύειν τοὺς φονευομένους. πολλῶν δʼ, ὡς εἰκὸς, ἀποθανόντων ἑάλωσαν ἵπποι μὲν ἑξακισχίλιοι καὶ πλῆθος ἀναρίθμητον ὑποζυγίων, ἄνδρες δὲ μύριοι πεντακισχίλιοι· καὶ τούτους ἄγων πάντας παρεξῄει παρὰ τὸ στρατόπεδον τῶν πολεμίων.

因此,当卢库鲁斯正在围攻某座要塞时,米特拉达梯急欲利用这一良机,将几乎全部骑兵连同驮兽,以及步兵中无用之人打发往比提尼亚。卢库鲁斯得知此事,趁着夜色返回营地;清晨时分,虽值寒冬,他仍率领十个步兵队和骑兵冒雪耐苦进行追击,以至于许多士兵因严寒不支而掉队;但他率领其余部队在林达科斯河一带追上了敌人,将其击溃得如此惨烈,以至于阿波罗尼亚城中走出的妇女也来抢夺辎重,并剥取被杀者的遗物。正如所料,敌军伤亡惨重,被俘获的有六千匹战马、不计其数的驮兽以及一万五千名战俘;卢库鲁斯押解着所有这些俘获,直接从敌营旁经过。

§11.4

Σαλουστίου δὲ θαυμάζω τότε πρῶτον ὦφθαι Ῥωμαίοις καμήλους λέγοντος, εἰ μήτε πρότερον τοὺς μετὰ Σκηπίωνος νικήσαντας Ἀντίοχον ᾤετο μήτε τοὺς ἔναγχος πρὸς Ὀρχομενῷ καὶ περὶ Χαιρώνειαν Ἀρχελάῳ μεμαχημένους ἐγνωκέναι κάμηλον.3

对于萨卢斯特声称罗马人此时才首次见到骆驼之语,我颇感惊讶,难道他以为昔日跟随西庇阿击溃安条克的人,或是最近在奥尔科梅诺斯和喀罗尼亚一带与阿基劳斯作战的人,都不曾认得骆驼吗?

§11.5

ἀλλὰ τῷ γε Μιθριδάτῃ φεύγειν μὲν ἔγνωστο τὴν ταχίστην, ἀνθολκὰς δὲ Λουκούλλῳ καὶ διατριβὰς ὀπίσω μηχανώμενος ἔστελλε τὸν ναύαρχον Ἀριστόνικον ἐπὶ τὴν Ἑλληνικὴν θάλασσαν· καὶ ὅσον οὔπω μέλλοντος ἐκπλεῖν ἐκ προδοσίας ὁ Λούκουλλος ἐκυρίευσε μετὰ χρυσῶν μυρίων, οὓς ἐκόμιζε διαφθερῶν τι τοῦ Ῥωμαϊκοῦ στρατεύματος, ἐκ τούτου Μιθριδάτης μὲν ἔφυγεν ἐπὶ θάλασσαν, οἱ δὲ στρατηγοὶ πεζοὶ τὸν στρατὸν ἀπήγαγον.

无论如何,米特拉达梯已决意尽快逃窜,但为了在卢库鲁斯身后制造牵制与拖延,他派遣海军将领阿里斯托尼克斯前往希腊之海。然而就在即将启航之际,由于背叛,卢库鲁斯将他连同随身携带用以收买部分罗马军队的一万枚金币一并捕获。于是米特拉达梯走海路逃脱,而将领们则从陆路率领军队撤离。

§11.6

ἐπιπεσὼν δὲ Λούκουλλος αὐτοῖς περὶ τὸν Γρανικὸν ποταμόν εἷλέ τε παμπόλλους καὶ δισμυρίους ἀπέκτεινε. λέγονται δʼ ἐκ τοῦ παντὸς ἀκολούθων τε καὶ μαχίμων ὄχλου μυριάδες οὐ πολὺ δὴ τῶν τριάκοντα λείπουσαι διαφθαρῆναι.

卢库鲁斯在格拉尼科斯河一带突袭他们,俘虏了极多的人,并斩杀两万人。据说在随军人员与作战兵员构成的全部人群中,被消灭者几近三十万人。

语法注3 条
  1. 11.1Μιθριδάτην δέ, ἄχρι μὲν ὑπὸ τῶν ἑαυτοῦ στρατηγῶν φενακιζόμενος ἠγνόει τὸν ἐν τῷ στρατοπέδῳ λιμόν, ἠνίων Κυζικηνοὶ διαφεύγοντες τὴν πολιορκίαν.

    句首的宾格 Μιθριδάτην 跨越中间的时间从句,作主要动词 ἠνίων 的直接宾语。该句的核心结构为 Κυζικηνοὶ ἠνίων Μιθριδάτην(“基济科斯人使米特拉达梯感到恼怒”),作为话题的宾语被提前(倒装)。分词 φενακιζόμενος 为主格,与时间从句的主语(即米特拉达梯)保持一致。

  2. 11.1εἰς τὴν γαστέρα ἐναλλομένου

    由插入短语 τοῦτο δὴ τὸ λεγόμενον(“正如俗话所说”)引出的比喻性习语。该比喻借用格斗(如摔跤或潘克拉辛)中直击对手腹部要害的动作,形象地指代卢库鲁斯集中攻击敌军的补给与粮草(γαστήρ 意为“肚腹”)。

  3. 11.4Σαλουστίου δὲ θαυμάζω τότε πρῶτον ὦφθαι Ῥωμαίοις καμήλους λέγοντος, εἰ μήτε πρότερον τοὺς μετὰ Σκηπίωνος νικήσαντας Ἀντίοχον ᾤετο μήτε τοὺς ἔναγχος πρὸς Ὀρχομενῷ καὶ περὶ Χαιρώνειαν Ἀρχελάῳ μεμαχημένους ἐγνωκέναι κάμηλον.

    动词 θαυμάζω 支配人称属格及分词(Σαλουστίου ... λέγοντος),意为“对萨卢斯特所言感到惊异”。随后的 εἰ 从句是情感动词后的条件从句,搭配未完成过去时直陈式 ᾤετο,用以表达作者的质疑(“难道他竟以为……”)。由 ᾤετο 所统领的完成时不定式 ἐγνωκέναι 的逻辑主语是由 μήτε ... μήτε 并列的两个宾格分词短语(τοὺς ... νικήσαντας 与 τοὺς ... μεμαχημένους)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:11.1-11.6