← 普鲁塔克

苏拉传

§9.1-9.7

苏拉进军罗马与马略败逃

苏拉受到军心支持与神兆鼓舞,进军罗马,并在以假意停顿欺骗使节后突入城内。面对民众激烈的巷战抵抗,他下令纵火烧城,最终击溃马略并迫其出逃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

φθάσαντος δὲ τοῦ Σύλλα διαφυγεῖν1 εἰς τὸ στρατόπεδον, καὶ τῶν στρατιωτῶν, ὡς ἐπύθοντο ταῦτα, καταλευσάντων τοὺς χιλιάρχους, οἱ περὶ τὸν Μάριον αὖθις ἐν τῇ πόλει τοὺς Σύλλα φίλους ἀνῄρουν καὶ χρήματα διήρπαζον αὐτῶν, ἦσαν δὲ μεταστάσεις καὶ φυγαί, τῶν μὲν εἰς πόλιν ἀπὸ στρατοπέδου, τῶν δʼ ἐκεῖσε διαφοιτώντων ἐκ τῆς πόλεως.

然而,由于苏拉已抢先逃往军营,且士兵们得知此事后用石头砸死了军团护民官,马略一党便在城内再度杀害苏拉的朋友并劫掠他们的财产;人们纷纷迁徙逃亡,有的从军营逃往城内,有的则从城内奔往营中。

§9.2

ἡ δὲ σύγκλητος ἦν μὲν οὐχ αὑτῆς, ἀλλὰ τοῖς Μαρίου καὶ Σουλπικίου διῳκεῖτο προστάγμασι, πυθομένη δὲ τὸν Σύλλαν ἐπὶ τὴν πόλιν ἐλαύνειν ἔπεμψε δύο τῶν στρατηγῶν, Βροῦτον καὶ Σερουΐλιον, ἀπαγορεύσοντας αὐτῷ βαδίζειν. τούτους θρασύτερον Σύλλᾳ διαλεχθέντας ὥρμησαν μὲν ἀνελεῖν οἱ στρατιῶται, τὰς δὲ ῥάβδους κατέκλασαν καὶ τὰς περιπορφύρους ἀφείλοντο καὶ πολλὰ περιυβρισμένους ἀπέπεμψαν, αὐτόθεν τε δεινὴν κατήφειαν, ὁρωμένους τῶν στρατηγικῶν παρασήμων ἐρήμους, καὶ τὴν στάσιν οὐκέτι καθεκτήν, ἀλλʼ ἀνήκεστον ἀπαγγέλλοντας.

元老院身不由己,完全受马略与苏尔皮基乌斯的命令所左右;它获悉苏拉正率军向罗马进发,便派遣布鲁图斯与塞维利乌斯两位大法官前去禁止他前进。这两人对苏拉说话相当傲慢,士兵们冲上前去企图杀死他们,却折断了他们的权标,剥去了他们的紫边长袍,极尽侮辱后将他们遣回;单是见到他们被剥夺了大法官仪仗的样子,就引起了极大的沮丧,并昭示着这场动乱已无法遏制,无可救药。

§9.3

οἱ μὲν οὖν περὶ τὸν Μάριον ἐν παρασκευαῖς ἦσαν· ὁ δὲ Σύλλας ἄγων ἓξ τάγματα τέλεια μετὰ τοῦ συνάρχοντος ἀπὸ Νώλης ἐκίνει, τὸν μὲν στρατὸν ὁρῶν πρόθυμον ὄντα χωρεῖν εὐθὺς ἐπὶ τὴν πόλιν, ἐνδοιάζων δὲ τῇ γνώμῃ παρʼ ἑαυτῷ καὶ δεδοικὼς τὸν κίνδυνον. ὁ δὲ μάντις Ποστούμιος θύσαντος αὐτοῦ καταμαθὼν τὰ σημεῖα, καὶ τὰς χεῖρας ἀμφοτέρας τῷ Σύλλᾳ προτείνας, ἠξίου δεθῆναι καὶ φυλάττεσθαι μέχρι τῆς μάχης, ὡς, εἰ μὴ πάντα ταχὺ καὶ καλῶς αὐτῷ συντελεσθείη, τὴν ἐσχάτην δίκην ὑποσχεῖν βουλόμενος.2

于是马略等人积极备战;苏拉则与同僚执政官率领六个完整的军团从诺拉拔营启程,他看到军队急于直接向城内挺进,自己心中却犹豫不决,畏惧其中的凶险。然而占卜官波斯图米乌斯在苏拉献祭时察看了兆头,向苏拉伸出双手,请求将自己捆绑看管起来直至战斗发生,表示若非一切都迅速且顺利地为苏拉达成,他甘愿承受极刑。

§9.4

λέγεται δὲ καὶ κατὰ τοὺς ὕπνους αὑτῷ Σύλλᾳ φανῆναι θεὸν ἣν τιμῶσι Ῥωμαῖοι παρὰ Καππαδοκῶν μαθόντες, εἴτε δὴ Σελήνην οὖσαν εἴτε Ἀθηνᾶν εἴτε Ἐνυώ. ταύτην ὁ Σύλλας ἔδοξεν ἐπιστᾶσαν ἐγχειρίσαι κεραυνὸν αὑτῷ, καὶ τῶν ἐχθρῶν ἕκαστον ὀνομάζουσαν τῶν ἐκείνου βάλλειν κελεῦσαι, τοὺς δὲ πίπτειν βαλλομένους καὶ ἀφανίζεσθαι. θαρσήσας δὲ τῇ ὄψει καὶ φράσας τῷ συνάρχοντι μεθʼ ἡμέραν ἐπὶ τὴν Ῥώμην ἡγεῖτο.

据说在梦境中,曾有一位罗马人从卡帕多奇亚人那里学来并崇拜的女神显现给苏拉本人——无论她是塞勒涅、雅典娜还是厄倪俄。苏拉梦见她伫立身旁,将霹雳交到他的手中,逐一叫出他敌人的名字并命令他予以击打,敌人被击中后纷纷倒地消失。苏拉受此异象鼓舞,告知同僚执政官后,天亮便向罗马进军。

§9.5

καὶ περὶ Πικτὰς αὐτῷ πρεσβείας ἐντυχούσης καὶ δεομένης μὴ βαδίζειν εὐθὺς ἐξ ἐφόδου, πάντα γὰρ ἔσεσθαι τὰ δίκαια τῆς βουλῆς ψηφισαμένης, ὡμολόγησε μὲν αὐτοῦ καταστρατοπεδεύσειν καὶ διαμετρεῖν ἐκέλευε χώρας, ὥσπερ εἰώθει, τῷ στρατοπέδῳ τοὺς ἡγεμόνας, ὥστε τοὺς πρέσβεις ἀπελθεῖν πιστεύσαντας· ἐκείνων δὲ ἀπελθόντων εὐθὺς ἐκπέμψας Λεύκιον Βάσιλλον καὶ Γάϊον Μόμμιον καταλαμβάνει τὴν πύλην διʼ αὐτῶν καὶ τὰ τείχη τὰ περὶ τὸν λόφον τὸν Αἰσκυλῖνον· εἶτʼ αὐτὸς ἁπάσῃ σπουδῇ συνῆπτε.

在皮克泰附近,有一使团迎见了他,恳求他不要立即发起强攻,因为元老院将议决一切公正的条件;苏拉同意就地扎营,并如往常一样命令军官们为大营丈量场地,以致使者们深信不疑地离去。然而他们一走,苏拉立即派出卢基乌斯·巴西卢斯和盖乌斯·穆米乌斯,通过他们占领了城门以及埃斯奎利努斯山周围的城墙,随后自己全速跟进。

§9.6

τῶν δὲ περὶ τὸν Βάσιλλον εἰς τὴν πόλιν ἐμπεσόντων καὶ κρατούντων, ὁ πολὺς καὶ ἄνοπλος δῆμος ἀπὸ τῶν τεγῶν κεράμῳ καὶ λίθῳ βάλλοντες ἐπέσχον αὐτοὺς τοῦ πρόσω χωρεῖν καὶ συνέστειλαν εἰς τὸ τεῖχος, ἐν τούτῳ δὲ ὁ Σύλλας παρῆν ἤδη, καὶ συνιδὼν τὸ γινόμενον ἐβόα τὰς οἰκίας ὑφάπτειν, καὶ λαβὼν δᾷδα καιομένην ἐχώρει πρῶτος αὐτός, καὶ τοὺς τοξότας ἐκέλευε χρῆσθαι τοῖς πυροβόλοις ἄνω τῶν στεγασμάτων ἐφιεμένους, κατʼ οὐδένα λογισμόν, ἀλλʼ ἐμπαθὴς ὢν καὶ τῷ θυμῷ παραδεδωκὼς τὴν τῶν πρασσομένων ἡγεμονίαν, ὅς γε τοὺς ἐχθροὺς μόνον ἑώρα, φίλους δὲ καὶ συγγενεῖς καὶ οἰκείους εἰς οὐδένα λόγον θέμενος οὐδʼ οἶκτον κατῄει διὰ πυρός, ᾧ τῶν αἰτίων καὶ μὴ διάγνωσις οὐκ ἦν.3 τούτων δὲ γινομένων Μάριος ἐξωσθεὶς πρὸς τὸ τῆς Γῆς ἱερὸν ἐκάλει διὰ κηρύγματος ἐπʼ ἐλευθερίᾳ τὸ οἰκετικόν ἐπελθόντων δὲ τῶν πολεμίων κρατηθεὶς ἐξέπεσε τῆς πόλεως.

当巴西卢斯一众冲入城内并占据上风时,广大手无寸铁的民众从房顶上投掷瓦砾和石块,阻遏了他们继续前进,并将他们逼退至城墙边。此时苏拉已经赶到,见此情形便高呼纵火烧房,自己手持燃烧的火炬一马当先,并命令弓箭手使用火箭射向屋顶上方;他全然不顾理智,而是陷入激愤,将行动的主导权交给了怒火。他只看见敌人,对朋友、亲属和家眷皆不顾惜怜悯,径直借火势突进;对于烈火而言,原本就不存在有罪者与无罪者的分辨。在这些变故发生之际,马略被逼退至大地女神神庙附近,通过告示许诺以自由来号召奴隶反抗;但当敌军逼近时,他被压制并被迫逃出了城外。

语法注3 条
  1. 9.1φθάσαντος δὲ τοῦ Σύλλα διαφυγεῖν

    动词 φθάνω 通常接补充性分词,此处则支配不定式 διαφυγεῖν,意为“抢先逃脱”。整个短语构成属格绝对独立结构(genitive absolute),为后文主句提供了时间与原因背景。

  2. 9.3ὡς, εἰ μὴ πάντα ταχὺ καὶ καλῶς αὐτῷ συντελεσθείη, τὴν ἐσχάτην δίκην ὑποσχεῖν βουλόμενος.

    连词 ὡς 与分词 βουλόμενος 连用,表示主语主观的意图或决心。从属从句 εἰ ... συντελεσθείη 属于过去语境中间接引语性质的条件从句(采用祈愿语气),表达“如果一切未能顺利完成”的假定条件。

  3. 9.7ᾧ τῶν αἰτίων καὶ μὴ διάγνωσις οὐκ ἦν

    关系代词 ᾧ(与格)的先行词为前文的 πυρός(火),构成表示领属的与格(即“烈火所不具备的……”)。短语 τῶν αἰτίων καὶ μὴ 则是 τῶν αἰτίων καὶ [τῶν] μὴ [αἰτίων] 的省略表达,意指“有罪者与无辜者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:9.1-9.7