- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:10.1-10.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉判处马略等人死刑并下令悬赏,招致元老院与民众的反感。为平息民愤,他让对立派的秦纳宣誓后出任执政官;但秦纳甫一就职即图谋起诉苏拉,苏拉对此不予理会,启航征伐米特拉达梯。
Σύλλας δὲ τὴν βουλὴν συναγαγὼν καταψηφίζεται θάνατον αὐτοῦ τε Μαρίου καὶ ὀλίγων ἄλλων, ἐν οἷς Σουλπίκιος ἦν ὁ δήμαρχος, ἀλλὰ Σουλπίκιος μέν ἀπεσφάγη προδοθεὶς ὑπὸ θεράποντος, ὃν ὁ Σύλλας ἠλευθέρωσεν, εἶτα κατεκρήμνισε, Μαρίῳ δʼ ἐπεκήρυξεν ἀργύριον, οὐκ εὐγνωμόνως οὐδὲ πολιτικῶς, ᾧ γε μικρὸν ἔμπροσθεν ὑποχείριον εἰς τὴν οἰκίαν δοὺς ἑαυτὸν ἀσφαλῶς ἀφείθη.1
苏拉召集元老院,判处马略本人以及包括护民官苏尔皮基乌斯在内的少数几人死刑。苏尔皮基乌斯因家奴出卖而被刺杀,苏拉将该家奴释放后,又命人将其推下悬崖摔死;但他对马略悬赏缉拿,此举既不知感恩,亦不合公民道义,因为不久之前苏拉本人在马略家中落入对方掌心,却被平安放行。
καίτοι Μαρίῳ τότε μὴ διέντι Σύλλαν, ἀλλʼ ἀποθανεῖν ὑπὸ Σουλπικίου προεμένῳ, πάντων κρατεῖν ὑπῆρχεν,2 ἀλλʼ ὅμως ἐφείσατο καὶ μεθʼ ἡμέρας ὀλίγας τὴν αὐτὴν λαβὴν παρασχὼν οὐκ ἔτυχε τῶν ὁμοίων. ἐφʼ οἷς ὁ Σύλλας τὴν μέν σύγκλητον ἀδήλως ἠνίασεν ἡ δὲ παρὰ τοῦ δήμου δυσμένεια καὶ νέμεσις αὐτῷ φανερὰ διʼ ἔργων ἀπήντα.
然而马略当时若不放走苏拉,而是任由苏尔皮基乌斯将其处死,原本是可以掌控全盘大局的;尽管如此,马略仍宽恕了他,但在数日之后给予了苏拉同样的可乘之机时,却未得到相同的回报。为此,苏拉让元老院暗中愤懑,而来自民众的反感与义愤则通过实际行动公开向他袭来。
Νώνιον μέν γε τὸν ἀδελφιδοῦν αὐτοῦ καὶ Σερουήϊον ἀρχὰς μετιόντας ἀποψηφισάμενοι καὶ καθυβρίσαντες ἑτέρους κατέστησαν ἄρχοντας, οὓς μάλιστα τιμῶντες ᾤοντο λυπεῖν ἐκεῖνον, ὁ δὲ τούτοις τε προσεποιεῖτο χαίρειν, ὡς τοῦ δήμου τῷ ποιεῖν ἃ βούλοιτο διʼ αὐτὸν ἀπολαύοντος τῆς ἐλευθερίας, καὶ θεραπεύων τὸ τῶν πολλῶν μῖσος ὕπατον κατέστησεν ἀπὸ τῆς ἐναντίας στάσεως Λεύκιον Κίνναν, ἀραῖς καὶ ὅρκοις καταλαβὼν εὐνοήσειν τοῖς ἑαυτοῦ πράγμασιν.
事实上,当苏拉的外甥诺尼乌斯与塞维埃乌斯竞选官职时,民众予以否决并加以羞辱,立了他人为官,自以为尊崇这些人最能令苏拉痛苦。苏拉却装作对这些事感到高兴,声称民众正是通过他才享受到了随心所欲的自由;为了抚平大众的仇恨,他任命对立派系的卢基乌斯·秦纳为执政官,并用誓词与诅咒约束他友好对待自己的体制。
ὁ δὲ ἀναβὰς εἰς τὸ Καπιτώλιον ἔχων ἐν τῇ χειρὶ λίθον ὤμνυεν, εἶτα ἐπαρασάμενος ἑαυτῷ μὴ φυλάττοντι τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἐκπεσεῖν τῆς πόλεως, ὥσπερ ὁ λίθος διὰ τῆς χειρός, κατέβαλε χαμᾶζε τὸν λίθον οὐκ ὀλίγων παρόντων, παραλαβὼν δὲ τὴν ἀρχὴν εὐθὺς ἐπεχείρει τὰ καθεστῶτα κινεῖν, καὶ δίκην ἐπὶ τὸν Σύλλαν παρεσκεύασε καὶ κατηγορεῖν ἐπέστησεν Οὐεργίνιον, ἕνα τῶν δημάρχων, ὃν ἐκεῖνος ἅμα τῷ δικαστηρίῳ χαίρειν ἐάσας3 ἐπὶ Μιθριδάτην ἀπῆρε.
秦纳登上卡皮托尔山,手里拿着一块石头起誓,随后诅咒自己若不恪守对苏拉的好意,便如同石头脱手落地一般被逐出城去,在为数不少的众人面前将石头摔在地上。但他一接掌大权,随即企图颠覆现有体制,筹备了针对苏拉的公诉,并指派护民官之一维尔吉尼乌斯充当控告人。苏拉对这名控告人和法庭皆置之不理,径直启航去征讨米特拉达梯。
- 10.1ᾧ γε μικρὸν ἔμπροσθεν ὑποχείριον εἰς τὴν οἰκίαν δοὺς ἑαυτὸν ἀσφαλῶς ἀφείθη
关系代名词 ᾧ(与格)以 Μαρίῳ 为先行词,与强化助词 γε 一同引导表原因的关系从句。该与格既作为分词短语 ὑποχείριον δοὺς ἑαυτόν(把自己交在其掌握之中)的间接宾语,也关联着被动主动词 ἀφείθη(获安全释放)。整句意为“(之所以不知感恩,)是因为苏拉不久前才在其家中把自身置于其掌控下,却被安然放回”。
- 10.2Μαρίῳ τότε μὴ διέντι Σύλλαν, ἀλλʼ ἀποθανεῖν ὑπὸ Σουλπικίου προεμένῳ, πάντων κρατεῖν ὑπῆρχεν
非人称动词 ὑπῆρχεν(对……而言是可能的)支配与格 Μαρίῳ 与不定词 κρατεῖν(掌握一切)。修饰 Μαρίῳ 的是两个具有假定/反事实意味的与格分词 μὴ διέντι(若不放走)与 προεμένῳ(任由其被杀死),构成条件句的含义:“假使当时马略没有放过苏拉,而是任由苏尔皮基乌斯将其处决,原本是能够掌控全局的”。
- 10.4ὃν ἐκεῖνος ἅμα τῷ δικαστηρίῳ χαίρειν ἐάσας
成语 χαίρειν ἐάω(字面义为“任其道好”,引申为“置之不理、不加理睬、丢在一旁”)。在此处,其直接宾语是代表护民官维尔吉尼乌斯的关系代词 ὃν,并连带介词短语 ἅμα τῷ δικαστηρίῳ(连同法庭一起),生动表现了苏拉对原告人及其法庭审判程序全不放在眼里、直接出征的态度。
