- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:8.1-8.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马略勾结保民官苏尔皮基乌斯施展暴力,击溃执政官的阻挠并将米特拉达梯战争的统帅权夺至自己手中。
Μάριος δὴ προσλαμβάνει δημαρχοῦντα Σουλπίκιον, ἄνθρωπον οὐδενὸς δεύτερον ἐν ταῖς ἄκραις κακίαις, ὥστε μὴ ζητεῖν τίνος ἐστὶν ἑτέρου μοχθηρότερος, ἀλλὰ πρὸς τί μοχθηρότατος ἑαυτοῦ,1 καὶ γὰρ ὠμότης καὶ τόλμα καὶ πλεονεξία περὶ αὐτὸν ἦν ἀπερίσκεπτος αἰσχροῦ καὶ παντὸς κακοῦ,2 ὅς γε τὴν Ῥωμαίων πολιτείαν ἐξελευθερικοῖς καὶ μετοίκοις πωλῶν ἀναφανδὸν ἠρίθμει τιμὴν διὰ τραπέζης ἐν ἀγορᾷ κειμένης.
于是,马略拉拢了正在担任保民官的苏尔皮基乌斯,此人在极端的恶行上不逊于任何人,以至于人们无须追问他比哪一个旁人更为邪恶,而只需追问他在何种行径上甚至超越了自身最恶劣的程度。因为他身上兼具着残忍、狂妄与贪婪,对耻辱与一切罪恶全然不加顾忌;他公然向被释奴隶和外来寄居者出卖罗马公民权,就在广场上设案收钱算账。
ἔτρεφε δὲ τρισχιλίους μαχαιροφόρους, καὶ πλῆθος ἱππικῶν νεανίσκων πρὸς ἅπαν ἑτοίμων περὶ αὑτὸν εἶχεν, οὓς ἀντισύγκλητον ὠνόμαζε. νόμον δὲ κυρώσας μηδένα συγκλητικὸν ὑπὲρ δισχιλίας δραχμὰς ὀφείλειν, αὐτὸς ἀπέλιπε μετὰ τὴν τελευτὴν ὀφλήματος μυριάδας τριακοσίας. οὗτος εἰς τὸν δῆμον ἀφεθεὶς ὑπὸ τοῦ Μαρίου, καὶ συνταράξας πάντα τὰ πράγματα βίᾳ καὶ σιδήρῳ, νόμους ἔγραφεν ἄλλους τε μοχθηροὺς καὶ τὸν διδόντα Μαρίῳ τοῦ Μιθριδατικοῦ πολέμου τὴν ἡγεμονίαν.
他蓄养着三千名持短剑的刺客,身边常随带着一大群随时听命的骑士阶层青年,并称他们为“抗衡元老院”。他曾促成一项法令,规定任何元老院议员所欠债务不得超过两千德拉克马,而他自己死后却留下了三百万的债务。此人被马略放纵到民众之中,以暴力和刀剑搅乱了一切事务,提出了一系列恶劣的法令,其中包括将对米特拉达梯战争的统帅权授予马略的法案。
ἀπραξίας δὲ διὰ ταῦτα τῶν ὑπάτων ψηφισαμένων, ἐπαγαγὼν αὐτοῖς ἐκκλησιάζουσι περὶ τὸν νεὼν τῶν Διοσκούρων ὄχλον ἄλλους τε πολλοὺς καὶ τὸ Πομπηΐου τοῦ ὑπάτου μειράκιον ἐπὶ τῆς ἀγορᾶς ἀνεῖλεν· αὐτὸς δὲ Πομπήϊος λαθὼν ἐξέφυγε. Σύλλας δὲ εἰς τὴν οἰκίαν τοῦ Μαρίου συνδιωχθεὶς ἠναγκάσθη προελθὼν τὰς ἀπραξίας λῦσαι·
执政官们因这些缘故宣布停止一切公务活动;然而当他们在狄奥斯库洛伊神庙附近集会时,苏尔皮基乌斯率领暴民向他们扑来,不仅杀害了许多其他人,还在广场上杀死了执政官庞培的年轻儿子;庞培本人悄然脱逃。苏拉被追逼逃入马略的宅邸,被迫走出来撤销了停止公务的命令。
καὶ διὰ τοῦτο τὸν Πομπήϊον ἐπάρχοντα παύσας3 ὁ Σουλπίκιος οὐκ ἀφείλετο τοῦ Σύλλα τὴν ὑπατείαν, ἀλλὰ τὴν ἐπὶ Μιθριδάτην στρατείαν μόνον εἰς Μάριον μετήνεγκε· καὶ πέμπει χιλιάρχους εὐθὺς εἰς Νῶλαν παραληψομένους τὸ στράτευμα καὶ πρὸς τὸν Μάριον ἄξοντας.
正因如此,苏尔皮基乌斯虽然罢免了庞培的官职,却没有剥夺苏拉的执政官职位,而只是将征伐米特拉达梯的统帅权转交给了马略;他随即派遣军团护民官前往诺拉,去接管军队并将其引至马略麾下。
- 8.1ἀλλὰ πρὸς τί μοχθηρότατος ἑαυτοῦ
最高级形容词 μοχθηρότατος 与反身代词属格 ἑαυτοῦ 连用的希腊语特殊惯用结构。与前面同他人比较的比较级结构(τίνος ἐστὶν ἑτέρου μοχθηρότερος)相对照,意为“在何种方面相比于他自己而言达到了最为邪恶的极点(超越了自身的邪恶限度)”。
- 8.1ἀπερίσκεπτος αἰσχροῦ καὶ παντὸς κακοῦ
形容词 ἀπερίσκεπτος(不顾及的、轻率的)支配表示关涉或欠缺的属格 αἰσχροῦ καὶ παντὸς κακοῦ,表示“对可耻之事及一切恶行全然不加顾忌”。
- 8.4τὸν Πομπήϊον ἐπάρχοντα παύσας
动词 παύω 在表示“罢免某人之职”时通常接属格(παύειν τινὰ τῆς ἀρχῆς),此处则与现在分词 ἐπάρχοντα(任官、执政)连用作补足分词,意为“使庞培停止任官(即罢免庞培的官职)”。
