← 普鲁塔克

苏拉传

§7.1-7.6

与马略的统帅权之争及内战异象

苏拉与年迈的马略因争夺对米特拉达梯的战事指挥权而爆发冲突;在罗马城内酿成灾难性内乱之际,连串异象接连出现,第勒尼安智者将其解释为世界迈入新时代的预兆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

τότε δὲ τὴν ὑπατείαν πρὸς τὰ μέλλοντα μικρὸν ἡγούμενος, ἐπτόητο τῇ γνώμῃ πρὸς τὸν Μιθριδατικὸν πόλεμον. ἀντανίστατο δὲ αὐτῷ Μάριος ὑπὸ δοξομανίας καὶ φιλοτιμίας, ἀγηράτων παθῶν, ἀνὴρ τῷ τε σώματι βαρὺς καὶ ταῖς ἔναγχος ἀπειρηκὼς στρατείαις διὰ γῆρας ἐκδήμων καὶ διαποντίων πολέμων ἐφιέμενος.

然而在当时,苏拉认为与未来的图谋相比,执政官职位微不足道,他的心神狂热地倾注于对米特拉达梯的战争。但马略出于对虚名与权位的渴求——这是永不衰老的激情——起而与他抗衡;他身躯沉重,因年老而在近来的征战中体力不支,却仍渴求着远征异邦与跨海之战。

§7.2

καὶ τοῦ Σύλλα πρὸς τὰς ἐπιλιπεῖς πράξεις ὁρμήσαντος εἰς τὸ στρατόπεδον, αὐτὸς οἰκουρῶν ἐτεκταίνετο τὴν ὀλεθριωτάτην ἐκείνην καὶ ὅσα σύμπαντες οἱ πόλεμοι τὴν Ῥώμην οὐκ ἔβλαψαν ἀπεργασαμένην στάσιν,1 ὡς καὶ τὸ δαιμόνιον αὐτοῖς προεσήμηνε. πῦρ μὲν γὰρ αὐτόματον ἐκ τῶν τὰ σημεῖα δοράτων ὑποφερόντων ἀνέλαμψε καὶ κατεσβέσθη μόλις, κόρακες δὲ τρεῖς τοὺς νεοσσοὺς εἰς τὴν ὁδὸν προαγαγόντες κατέφαγον, τὰ δὲ λείψανα πάλιν εἰς τὴν νεοσσιὰν ἀνήνεγκαν.

当苏拉前往军营处理遗留事务时,马略本人留居城中,策划起那场最为毁灭性的内乱,其带给罗马的祸害甚至超过了以往所有外战的总和,正如神灵事先向他们所昭示的那样。因为支撑军旗的矛杆上竟自发燃起烈火,且难以扑灭;三只乌鸦将幼鸟领到道路上吃掉,又将残骸叼回巢中。

§7.3

καὶ μυῶν δὲ ἐν ἱερῷ χρυσὸν ἀνακείμενον διαφαγόντων μίαν οἱ ζάκοροι πάγῃ θήλειαν λαμβάνουσιν, ἡ δὲ ἐν αὐτῇ τῇ πάγῃ τεκοῦσα πέντε κατανάλωσε τὰ τρία. τὸ δὲ πάντων μέγιστον, ἐξ ἀνεφέλου καὶ διαίθρου τοῦ περιέχοντος2 ἤχησε φωνὴ σάλπιγγος ὀξὺν ἀποτείνουσα καὶ θρηνώδη φθόγγον, ὥστε πάντας ἔκφρονας γενέσθαι καὶ καταπτῆξαι διὰ τὸ μέγεθος. Τυρρηνῶν δὲ οἱ λόγιοι μεταβολὴν ἑτέρου γένους ἀπεφαίνοντο καὶ μετακόσμησιν ἀποσημαίνειν τὸ τέρας.

在神庙中供奉的黄金被老鼠咬啮之后,庙宇看守用捕鼠夹抓获了一只母鼠,它就在夹子中产下了五只幼鼠,并将其中三只吞食。而在一切异象中最为重大的,是从万里无云的晴朗天空中响起了号角声,拖曳出尖锐而凄厉的长音,以致众人惊骇失色,因其宏大而畏缩伏地。第勒尼安人中的博学之士宣称,这一怪异预示着另一个时代的转换与整个世局的更新。

§7.4

εἶναι μὲν γὰρ ὀκτὼ τὰ σύμπαντα γένη, διαφέροντα τοῖς βίοις καὶ τοῖς ἤθεσιν ἀλλήλων, ἑκάστῳ δὲ ἀφωρίσθαι χρόνων ἀριθμὸν ὑπὸ τοῦ θεοῦ συμπεραινόμενον ἐνιαυτοῦ μεγάλου περιόδῳ. καὶ ὅταν αὕτη σχῇ τέλος, ἑτέρας ἐνισταμένης κινεῖσθαί τι σημεῖον ἐκ γῆς ἢ οὐρανοῦ θαυμάσιον, ὡς δῆλον εἶναι τοῖς πεφροντικόσι τὰ τοιαῦτα καὶ μεμαθηκόσιν εὐθὺς ὅτι καὶ τρόποις ἄλλοις καὶ βίοις ἄνθρωποι χρώμενοι γεγόνασι, καὶ θεοῖς ἧττον ἢ μᾶλλον τῶν προτέρων μέλοντες.

因为他们说人类总共有八个世代,彼此在生活与习俗上各不相同,神为每一世代规定了年数,并以一个大年的周期而告终。每当这个周期结束、另一周期降临之际,大地或上天便会触动某种奇妙的征兆,使得那些曾深思并通晓此类事理的人立刻明白,具有不同风尚与生活方式的人们已经诞生,他们比起前人或更为神所眷顾,或更受冷落。

§7.5

τά τε γὰρ ἄλλα φασὶν ἐν τῇ τῶν γενῶν ἀμείψει λαμβάνειν μεγάλας καινοτομίας, καὶ τὴν μαντικὴν ποτὲ μὲν αὔξεσθαι τῇ τιμῇ καὶ κατατυγχάνειν ταῖς προαγορεύσεσι, καθαρὰ καὶ φανερὰ σημεῖα τοῦ δαιμονίου προπέμποντος, αὖθις δʼ ἐν ἑτέρῳ γένει ταπεινὰ πράττειν, αὐτοσχέδιον οὖσαν τὰ πολλὰ καὶ διʼ ἀμυδρῶν καὶ σκοτεινῶν ὀργάνων τοῦ μέλλοντος ἁπτομένην. ταῦτα μὲν οὖν οἱ λογιώτατοι Τυρρηνῶν καὶ πλέον τι τῶν ἄλλων εἰδέναι δοκοῦντες ἐμυθολόγουν.

他们声称,在世代更替之际,其余万物都会发生巨大的变革,占卜术有时因受到尊崇而繁盛,所作预言屡屡应验,盖因神灵降下了纯正而显明的征兆;但在另一时代,占卜术又趋于衰微,多半流于草率,只能通过微弱而晦暗的工具去揣摩未来。凡此种种,便是第勒尼安人中最渊博且被认为比旁人通晓更多者所叙说的传说。

§7.6

τῆς δὲ συγκλήτου τοῖς μάντεσι περὶ τούτων σχολαζούσης καὶ καθημένης ἐν τῷ ναῷ τῆς Ἐνυοῦς, στρουθὸς εἰσέπτη πάντων ὁρώντων τέττιγα φέρων τῷ στόματι, καὶ τὸ μὲν ἐκβαλὼν μέρος αὐτοῦ κατέλιπε, τὸ δὲ ἔχων ἀπῆλθεν. ὑφεωρῶντο δὴ στάσιν οἱ τερατοσκόποι καὶ διαφορὰν τῶν κτηματικῶν πρὸς τὸν ἀστικὸν ὄχλον καὶ ἀγοραῖον φωνάεντα γὰρ τοῦτον εἶναι καθάπερ τέττιγα, τοὺς δὲ χωρίτας ἀρουραίους.3

当元老院就这些征兆向卜官们咨询、并在厄倪俄神庙中开会时,当着众人的面,一只麻雀嘴里衔着一只蝉飞了进来,它把蝉的一部分啄断留下,衔着另一部分飞走了。占卜者们由此预见到有产阶层与城市市井平民之间将爆发党争与分裂;因为后者就像蝉一样聒噪喧闹,而乡间民众则是田野里的劳作之人。

语法注3 条
  1. 7.2καὶ ὅσα σύμπαντες οἱ πόλεμοι τὴν Ῥώμην οὐκ ἔβλαψαν ἀπεργασαμένην στάσιν

    关系代词 ὅσα 在句中充当动词 ἔβλαψαν 的内宾语(或程度副词性宾格),与修饰 στάσιν 的分词短语 ἀπεργασαμένην 相结合,意为“造成了所有对外战争加起来未曾给罗马带来的巨大(破坏的)内乱”。虽然在理论上亦可将 ὅσα 视为直接宾语(“破坏了所有外战未曾损害的事物”),但依据 βλάπτω 支配双宾格(伤害某人某事)的惯用法,将其理解为表示灾难程度与规模的副词性宾格更符合强调内乱毁灭性的语境。

  2. 7.3ἐξ ἀνεφέλου καὶ διαίθρου τοῦ περιέχοντος

    中性带冠词分词 τὸ περιέχον(“环绕之物”)在此名词化,指“大气”或“苍穹”。形容词 ἀνεφέλου 与 διαίθρου 在性、数、格上与其一致(中性单数属格),受介词 ἐκ 支配。形容词置于冠词与分词之前的语序强化了天空“无云而晴朗”的状态,突出了异象在极其平静的大气中骤然爆发的反差。

  3. 7.6φωνάεντα γὰρ τοῦτον εἶναι καθάπερ τέττιγα, τοὺς δὲ χωρίτας ἀρουραίους

    该句由主动词 ὑφεωρῶντο 引出,处于间接引语的“宾格加不定词”结构中。前半句的 τοῦτον 指代前文的城市市井民众(τὸν ἀστικὸν ὄχλον καὶ ἀγοραῖον),谓语形容词 φωνάεντα(喧嚣的、能发声的)解释了为何将其比作蝉/蚱蜢;后半句 τοὺς δὲ χωρίτας ἀρουραίους 为平行对称结构,省略了不定词 εἶναι,ἀρουραίους(田野的、栖息耕地的)为谓语形容词,形成市井喧闹平民与安静田间农民的鲜明象征对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:7.1-7.6