← 普鲁塔克

苏拉传

§6.7-6.12

苏拉性格的矛盾与就任执政官

苏拉自诩为预言中受神意眷顾的城邦救星,但在性格和刑罚方面却表现出极端的自相矛盾与利益算计。他在同盟者战争末期姑息士兵杀害使节以笼络军心,随后于五十岁就任执政官并迎娶了显贵之女梅特拉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.7

εἰπεῖν δὴ καὶ τοὺς μάντεις1 ὡς ἀνὴρ ἀγαθὸς ὄψει διάφορος καὶ περιττὸς ἄρξας ἀπαλλάξει τῇ πόλει ταραχὰς τὰς παρούσας,2 τοῦτον δὲ αὑτὸν εἶναι φησιν ὁ Σύλλας· τῆς μὲν γὰρ ὄψεως ἴδιον εἶναι τὸ περὶ τὴν κόμην χρυσωπόν, ἀρετὴν δὲ οὐκ αἰσχύνεσθαι μαρτυρῶν ἑαυτῷ μετὰ πράξεις καλὰς οὕτω καὶ μεγάλας. ταῦτα μὲν οὖν περὶ τῆς θειότητος. τὸν δὲ ἄλλον τρόπον ἀνώμαλός τις ἔοικε γεγονέναι καὶ διάφορος πρὸς ἑαυτόν, ἀφελέσθαι πολλά, χαρίσασθαι πλείονα, τιμῆσαι παραλόγως, παραλόγως ἐφυβρίσαι, θεραπεύειν ὧν δέοιτο, θρύπτεσθαι πρὸς τοὺς δεομένους,3 ὥστε ἀγνοεῖσθαι πότερον ὑπερόπτης φύσει μᾶλλον ἢ κόλαξ γέγονε.

据说占卜官们也曾声称,一位相貌奇特超群的贤达之士一旦执政,必将使城邦摆脱眼下的动乱;而苏拉声称此人正是他自己。因为他容貌的特征正是在于头发周围泛有金光,而在立下了如此壮美而伟大的功勋之后,他也毫不羞于为自己的美德作证。有关神意之事便是如此。然而在其他性情方面,他似乎很不稳定,且自相矛盾:剥夺他人甚多,却又赏赐更多;毫无缘由地施加尊荣,又毫无缘由地予以侮辱;对自己所需之人竭力巴结,而面对有求于他的人却又傲慢专横,以致人们无法看清他生性究竟更偏于傲慢还是谄媚。

§6.8

τὴν μὲν γὰρ ἐν ταῖς τιμωρίαις ἀνωμαλίαν,4 ἐξ ὧν ἔτυχεν αἰτιῶν ἀποτυμπανίζοντος αὐτοῦ καὶ πάλιν τὰ μέγιστα τῶν ἀδικημάτων πρᾴως φέροντος, καὶ διαλλαττομένου μὲν ἐπὶ τοῖς ἀνηκέστοις μετὰ εὐκολίας, τὰ δὲ μικρὰ καὶ φαῦλα προσκρούσματα σφαγαῖς καὶ δημεύσεσιν οὐσιῶν μετιόντος, οὕτως ἄν τις διαιτήσειεν ὡς φύσει μὲν ὀργὴν χαλεπὸν ὄντα καὶ τιμωρητικόν, ὑφιέμενον δὲ τῆς πικρίας λογισμῷ πρὸς τὸ συμφέρον.

关于他在施行惩罚时的前后不一——有时仅凭偶然的借口便将人杖杀,有时面对最严重的罪过却又能泰然处之;对于无法挽回的重罪轻易讲和,而对细枝末节的摩擦却以屠戮和没收财产相报复——人们对此可以这样判断:他生性固然暴躁而富有报复心,但出于利害的计算,他会因应实用而收敛其严酷。

§6.9

ἐν αὐτῷ γε τούτῳ τῷ συμμαχικῷ πολέμῳ τῶν στρατιωτῶν αὐτοῦ στρατηγικὸν ἄνδρα πρεσβευτήν, Ἀλβῖνον ὄνομα, ξύλοις καὶ λίθοις διαχρησαμένων, παρῆλθε καὶ οὐκ ἐπεξῆλθεν ἀδίκημα τοσοῦτον, ἀλλὰ καὶ σεμνυνόμενος διεδίδου λόγον ὡς προθυμοτέροις διὰ τοῦτο χρήσοιτο πρὸς τόν πόλεμον αὐτοῖς ἰωμένοις τὸ ἁμάρτημα διʼ ἀνδραγαθίας. τῶν δʼ ἐγκαλούντων οὐδὲν ἐφρόντιζεν, ἀλλὰ ἤδη καταλῦσαι Μάριον διανοούμενος καὶ τοῦ πρὸς τοὺς συμμάχους πολέμου τέλος ἔχειν δοκοῦντος ἀποδειχθῆναι στρατηγὸς ἐπὶ Μιθριδάτην, ἐθεράπευε τὴν ὑφʼ ἑαυτῷ στρατιάν.

至少在这次同盟者战争中,当他的士兵用棍棒和乱石打死一位曾任裁判官的使节阿尔比努斯时,他放任不管,并未追究如此严重的罪行,反而傲然散布言论,称士兵们正因如此将在战争中表现得更为勇猛,因为他们会用英勇作战来弥补自己的罪衍。他对那些控诉者全然不予理睬;相反,他心中早已盘算着打倒马略,并且眼见对同盟者的战争似乎行将结束,为了被任命为进攻米特拉达梯的统帅,他竭力笼络自己统辖的军队。

§6.10

καὶ παρελθὼν εἰς τὴν πόλιν ὕπατος μὲν ἀποδείκνυται μετὰ Κοΐντου Πομπηΐου, πεντήκοντα ἔτη γεγονώς, γαμεῖ δὲ γάμον ἐνδοξότατον Καικιλίαν τὴν Μετέλλου θυγατέρα τοῦ ἀρχιερέως. ἐφʼ ᾧ πολλὰ μὲν εἰς αὑτὸν ᾖδον οἱ δημοτικοί, πολλοὶ δὲ τῶν πρώτων ἐνεμέσων, οὐκ ἄξιον ἡγούμενοι τῆς γυναικὸς ὃν ἄξιον ὑπατείας ἔκριναν,5 ὥς φησιν ὁ Τίτος, οὐ μόνην δὲ ταύτην ἔγημεν, ἀλλὰ πρώτην μὲν ἔτι μειράκιον ὢν Ἰλίαν ἔσχε τὴν καὶ θυγάτριον αὐτῷ τεκοῦσαν, εἶτα μετʼ ἐκείνην Αἰλίαν τρίτην δὲ Κλοιλίαν, ἣν ἀπεπέμψατο μὲν ὡς στεῖραν ἐντίμως καὶ μετʼ εὐφημίας καὶ δῶρα προσθείς, ὀλίγαις δὲ ὕστερον ἡμέραις ἀγαγόμενος τὴν Μετέλλαν ἔδοξε διὰ τοῦτο τὴν Κλοιλίαν οὐ καλῶς αἰτιάσασθαι.

随后他进入城中,以五十岁之龄与昆图斯·庞培一同被任命为执政官,并迎娶了大祭司梅特卢斯的女儿凯基莉娅,结下了一桩极为显赫的婚姻。对此,平民创作了许多嘲讽他的歌谣,而显贵阶层的许多人则深感愤慨,正如提图斯所言,他们认为被自己判定配得上执政官职位的男子,竟然配不上这个女人。他娶过的女子并非只有这一人:早年尚是年轻小伙时,他娶了伊莉娅为首任妻子,她为他生下了一个小女儿;随后娶了埃莉娅,第三位则是克洛埃莉娅。他以克洛埃莉娅不育为由体面地将她休弃,赐予美言并附以赠礼;但他仅在数日之后便迎娶了梅特拉,因而被认为以此为借口构陷了克洛埃莉娅。

§6.12

τὴν μέντοι Μετέλλαν ἐν πᾶσι θεραπεύων διετέλεσεν, ὥστε καὶ τόν Ῥωμαίων δῆμον, ὅτε τοὺς περὶ Μάριον φυγάδας ἐπεθύμει καταγαγεῖν, ἀρνουμένου τοῦ Σύλλα, δεόμενον ἐπιβοήσασθαι τὴν Μετέλλαν. ἐδόκει δὲ καὶ τοῖς Ἀθηναίοις ἑλὼν τὸ ἄστυ προσενεχθῆναι τραχύτερον, ὅτι τὴν Μετέλλαν ἀπὸ τοῦ τείχους γεφυρίζοντες ἐλοιδόρησαν. ἀλλὰ ταῦτα μὲν ὕστερον.

然而,他在一切事上都始终对梅特拉百般奉承,以致当罗马民众渴望召回马略一派的流亡者而苏拉予以拒绝时,民众竟向梅特拉发出哀求。人们还认为,在攻克雅典城后,他对居民处置得格外严酷,也是因为他们曾从城墙上以恶毒的嘲讽辱骂了梅特拉。不过,这些都是后话了。

语法注5 条
  1. 6.7εἰπεῖν δὴ καὶ τοὺς μάντεις

    承接前一段落中的主动词 ἱστορεῖ 的间接引语不定式(对格加不定式结构)。句首的连词短语 δὴ καί 起到追加新内容的作用(“据说占卜官们也曾声称……”)。

  2. 6.7ἀπαλλάξει τῇ πόλει ταραχὰς τὰς παρούσας

    动词 ἀπαλλάσσω 带有一个直接宾语对格(ταραχὰς τὰς παρούσας)和一个利益与格(τῇ πόλει,“为城邦排除眼下的动荡”)。该动词通常带分离属格,此处则用与格强调城邦作为受益者。

  3. 6.7θεραπεύειν ὧν δέοιτο, θρύπτεσθαι πρὸς τοὺς δεομένους

    不定式 θεραπεύειν 的宾语先行词 τούτους 被省略,关系代词 ὧν 被从属从句中动词 δέοιτο(希求法)所要求的属格同化/牵引(即 τούτους ὧν δέοιτο)。这与紧随其后的 θρύπτεσθαι πρὸς τοὺς δεομένους(“对有求于他的人摆架子”)构成了鲜明的对仗。

  4. 6.8τὴν μὲν γὰρ ἐν ταῖς τιμωρίαις ἀνωμαλίαν

    置于句首的对格短语,既是后文主句动词 διαιτήσειεν 的直接宾语(“人们或许可以这样判定他在惩罚上的不一”),又在句法上充当统摄后文庞大分词短语群的主题对格(提顿/先入式结构)。

  5. 6.10οὐκ ἄξιον ἡγούμενοι τῆς γυναικὸς ὃν ἄξιον ὑπατείας ἔκριναν

    分词 ἡγούμενοι 的宾语先行词(τοῦτον)在关系从句前被省略(即 ἡγούμενοι [τοῦτον] οὐκ ἄξιον... ὃν...)。该句通过 ἄξιον 分别支配不同的属格补足语(τῆς γυναικός 与 ὑπατείας),形成了强烈的对照修辞(“认为被自己判定配得上执政官的人,竟配不上这个女人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:6.7-6.12