- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:6.1-6.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于博克胡斯奉纳雕像,苏拉与马略的争执再度激化,但爆发的同盟者战争阻止了内讧;苏拉在战事中屡建奇功、威名大振,并欣然将全部成就归因于命运与神明眷顾。
ἡ μέντοι πρὸς Μάριον αὐτῷ στάσις ἀνερριπίζετο καινὴν ὑπόθεσιν λαβοῦσα τὴν Βόκχου φιλοτιμίαν, ὃς τόν τε δῆμον ἅμα θεραπεύων ἐν Ῥώμῃ καὶ τῷ Σύλλᾳ χαριζόμενος ἀνέθηκε εἰκόνας ἐν Καπιτωλίῳ τροπαιοφόρους καὶ παρʼ αὐταῖς χρυσοῦν Ἰογόρθαν ὑφʼ ἑαυτοῦ Σύλλᾳ παραδιδόμενον.
然而,他与马略之间的倾轧由于博克胡斯的争胜好名找到了新的由头,从而死灰复燃。博克胡斯为了在罗马笼络民心,同时也为了讨好苏拉,在卡皮托利乌姆献纳了携带有战利品纪念碑的塑像,而在这些塑像旁还立有一尊由他亲手将朱古达引渡给苏拉的黄金雕像。
ἐφʼ ᾧ τοῦ Μαρίου βαρυθυμουμένου καὶ καθαιρεῖν ἐπιχειροῦντος, ἑτέρων δὲ ἀμύνειν τῷ Σύλλᾳ,1 καὶ τῆς πόλεως ὅσον οὔπω2 διακεκαυμένης ὑπʼ ἀμφοῖν, ὁ συμμαχικὸς πόλεμος πάλαι τυφόμενος ἐπὶ τὴν πόλιν ἀναλάμψας τότε τὴν στάσιν ἐπέσχεν. ἐν τούτῳ, μεγίστῳ καὶ ποικιλωτάτῳ γενομένῳ καὶ πλεῖστα κακὰ καὶ βαρυτάτους παρασχόντι κινδύνους Ῥωμαίοις, Μάριος μὲν οὐδὲν ἀποδεῖξαι μέγα δυνηθεὶς ἤλεγχε τὴν πολεμικὴν ἀρετὴν ἀκμῆς καὶ ῥώμης δεομένην,3 Σύλλας δὲ πολλὰ δράσας ἄξια λόγου δόξαν ἔσχεν ἡγεμόνος μεγάλου μὲν παρὰ τοῖς πολίταις, μεγίστου δὲ παρὰ τοῖς φίλοις, εὐτυχεστάτου δὲ καὶ παρὰ τοῖς ἐχθροῖς.
对此,马略愤慨异常并企图将其拆毁,而另一些人则挺身卫护苏拉,城邦几乎就要被双方引燃;此时,长期潜伏着针对城邦的同盟者战争猛烈爆发,阻止了这场内讧。在这场规模最为宏大、局势变幻莫测且给罗马人带来极多灾祸和最严峻危机的战争中,马略未能展现出任何伟大的成就,反而证明了军事上的卓越需要年富力强和充沛的体力;而苏拉则建树了许多值得称道的功绩,在市民中赢得了伟大统帅的声望,在朋友中被视为最伟大的统帅,即便在敌人眼中也是最为幸运的统帅。
ἀλλʼ οὐκ ἔπαθε ταὐτὸ Τιμοθέῳ τῷ τοῦ Κόνωνος, ὅς, εἰς τὴν τύχην αὐτοῦ τὰ κατορθώματα τῶν ἐχθρῶν τιθεμένων καὶ γραφόντων ἐν πίναξι κοιμώμενον ἐκεῖνον, τὴν δὲ Τύχην δικτύῳ τὰς πόλεις περιβάλλουσαν, ἀγροικιζόμενος καὶ χαλεπαίνων πρὸς τοὺς ταῦτα ποιοῦντας ὡς ἀποστερούμενος ὑπʼ αὐτῶν τῆς ἐπὶ ταῖς πράξεσι δόξης, ἔφη ποτὲ πρὸς τόν δῆμον, ἐπανήκων ἐκ στρατείας εὖ κεχωρηκέναι δοκούσης, ἀλλὰ ταύτης γε τῆς στρατείας οὐδέν, ἄνδρες Ἀθηναῖοι, τῇ τύχῃ μέτεστι.
但他并没有遭遇科农之子蒂莫特奥斯那样的命运。当时政敌们将蒂莫特奥斯的胜利归功于命运,并在木板上画出他沉睡不醒而命运女神用渔网将各个城邦笼罩其中的图景;蒂莫特奥斯因此粗暴地动怒,对作画之人大发雷霆,认为自己被他们剥夺了建功立业应得的光荣。有一次,他从一场被认为进展顺利的远征归来时,曾对民众宣称: “可是雅典人啊,至少在这场远征中,命运毫无份额。”
πρὸς Τιμόθεον μὲν οὖν φασιν οὕτω φανέντα φιλότιμον ἀντιμειρακιεύεσθαι τὸ δαιμόνιον,4 ὥστε μηδὲν ἔτι πρᾶξαι λαμπρόν, ἀλλὰ ὅλως ἀποτυγχάνοντα ταῖς πράξεσι καὶ προσκρούοντα τῷ δήμῳ τέλος ἐκπεσεῖν τῆς πόλεως· Σύλλας δὲ οὐ μόνον ἡδέως προσιέμενος τόν τοιοῦτον εὐδαιμονισμὸν καὶ ζῆλον, ἀλλὰ καὶ συναύξων καὶ συνεπιθειάζων τὰ πραττόμενα, τῆς τύχης ἐξῆπτεν, εἴτε κόμπῳ χρώμενος εἴθʼ οὕτως ἔχων τῇ δόξῃ πρὸς τὸ θεῖον.
据说,面对如此表现出对名誉过分执着的蒂莫特奥斯,神明竟像孩子气一般怀恨报复,致使他再未能立下任何显赫的功勋,而在行事中一败涂地,触怒民众,最终被逐出城邦。相反,苏拉不仅欣然接受这种对他洪福齐天的祝贺与艳羡,甚至还推波助澜,为自己的所作所为附会神意,将一切归之于命运——无论他是借此夸耀,还是对神明抱有这般的真实信念。
καὶ γὰρ ἐν τοῖς ὑπομνήμασι γέγραφεν ὅτι τῶν καλῶς αὐτῷ βεβουλεῦσθαι δοκούντων5 αἱ μὴ κατὰ γνώμην, ἀλλὰ πρὸς καιρὸν ἀποτολμώμεναι πράξεις ἔπιπτον εἰς ἄμεινον. ἔτι δὲ καὶ διʼ ὧν φησι πρὸς τύχην εὖ πεφυκέναι μᾶλλον ἢ πρὸς πόλεμον, τῇ τύχῃ τῆς ἀρετῆς πλέον ἔοικε νέμειν καὶ ὅλως ἑαυτὸν τοῦ δαίμονος ποιεῖν, ὅς γε καὶ τῆς πρὸς Μέτελλον ὁμονοίας, ἰσότιμον ἄνδρα καὶ κηδεστήν, εὐτυχίαν τινὰ θείαν αἰτιᾶται· πολλὰ γὰρ αὐτῷ πράγματα παρέξειν ἐπίδοξον ὄντα πρᾳότατον ἐν τῇ κοινωνίᾳ γενέσθαι τῆς ἀρχῆς.
事实上,他在自己的回忆录中写道:比起那些被他认为筹划周全的事情,那些不依常策、因应时机冒险一搏的举措反而获得了更佳的成效。再者,他声称自己生来更得命运眷顾而非更擅长战争,由此看来,他似乎将更多功劳归于命运而非自身的才能,并完全将自己托庇于神灵之下;他甚至将自己与地位相当且身为姻亲的梅特卢斯之间的和睦,也归因于某种神圣的幸运,因为本料定会给他带来诸多麻烦的梅特卢斯,在共同执掌统领权时表现得极为温和。
ἔτι δὲ Λευκόλλῳ μὲν ἐν τοῖς ὑπομνήμασιν, ὧν ἐκείνῳ τὴν γραφὴν ἀνατέθεικε, παραινεῖ μηδὲν οὕτως ἡγεῖσθαι βέβαιον ὡς ὅ τι ἂν αὐτῷ προστάξῃ νύκτωρ τὸ δαιμόνιον, ἐκπεμπομένου δὲ αὐτοῦ μετὰ δυνάμεως εἰς τὸν συμμαχικὸν πόλεμον ἱστορεῖ χάσμα τῆς γῆς μέγα γενέσθαι περὶ Λαβέρνην· ἐκ δὲ τούτου πῦρ ἀναβλῦσαι πολὺ καὶ φλόγα λαμπρὰν στηρίσαι πρὸς τόν οὐρανόν.
此外,在他将书稿题献给卢库鲁斯的回忆录中,他告诫对方切莫认为有任何事物能比神灵在夜间向他发出的指令更为确定可靠;他还记载道,当他率军出发参加同盟者战争时,拉韦尔纳附近的地面出现了一道巨大的裂隙,从中涌出大量烈火,向天空喷射出耀眼的火焰。
- 6.2ἑτέρων δὲ ἀμύνειν τῷ Σύλλᾳ
承接前文 τοῦ Μαρίου βαρυθυμουμένου καὶ καθαιρεῖν ἐπιχειροῦντος 的独立属格结构。不定式 ἀμύνειν 依赖于从前句 ἐπιχειροῦντος 中承袭并省略的分词 ἐπιχειρούντων(企图、试图),构成承前省略(zeugma)。
- 6.2ὅσον οὔπω
习语性副词短语,意为“几乎就要”、“眼看就要”。此处修饰独立分词 διακεκαυμένης,用以刻画城邦因双方党争而危在旦夕的紧迫态势。
- 6.2ἤλεγχε τὴν πολεμικὴν ἀρετὴν ἀκμῆς καὶ ῥώμης δεομένην
动词 ἐλέγχω 支配宾格补足成分及补足分词(τὴν πολεμικὴν ἀρετὴν ... δεομένην),意为“揭示/证明军事上的卓越需要年富力强与充沛体魄”。马略乏善可陈的表现成为了该事实的反向证明。
- 6.4ἀντιμειρακιεύεσθαι τὸ δαιμόνιον
罕见的复合动词(ἀντί 加上 μειρακιεύομαι,意为“如青年般幼稚地争胜/报复”)。在宾格加不定式结构中,τὸ δαιμόνιον 为其逻辑主语,形象地表明神明对蒂莫特奥斯的傲慢自大进行了孩子气一般的意趣相争和报复。
- 6.5τῶν καλῶς αὐτῷ βεβουλεῦσθαι δοκούντων
比较属格,在语义上与后文的比较表达 ἔπιπτον εἰς ἄμεινον(转向更好)相呼应,表示比较的基准,即“比起那些被他认为筹划周全的事情”。
