- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:5.1-5.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉初选裁判官失利后借金钱当选,离任后奉派赴卡帕多细亚扶立国王,接见帕提亚使节并获迦勒底人预言其日后必成大器。
ὁ δὲ Σύλλας οἰόμενος αὑτῷ τὴν ἀπὸ τῶν πολεμικῶν δόξαν ἐπὶ τὰς πολιτικὰς πράξεις διαρκεῖν, καὶ δοὺς ἑαυτὸν ἀπὸ τῆς στρατείας εὐθὺς ἐπὶ τὴν τοῦ δήμου πρᾶξιν, ἐπὶ στρατηγίαν πολιτικὴν ἀπεγράψατο καὶ διεψεύσθη· τὴν δʼ αἰτίαν τοῖς ὄχλοις ἀνατίθησι. φησὶ γὰρ αὐτοὺς τὴν πρὸς Βόκχον εἰδότας φιλίαν, καὶ προσδεχομένους, εἰ πρὸ τῆς στρατηγίας ἀγορανομοίη, κυνηγέσια λαμπρὰ καὶ Λιβυκῶν θηρίων ἀγῶνας, ἑτέρους ἀποδεῖξαι στρατηγοὺς ὡς αὐτὸν ἀγορανομεῖν ἀναγκάσοντας.
然而,苏拉自以为凭借在军事上赢得的声誉足以在政治事务中立足,于是离开军队后便立即投身于公众事务,登记竞选民事裁判官,结果却遭到了失败;而他把原因归咎于民众。因为他说,民众深知他与博克胡斯的交谊,并且指望若他在担任裁判官之前先行出任市政官,便会举办盛大的围猎和利比亚猛兽角斗,因此选拔了其他人担任裁判官,以此逼迫他担任市政官。
ἔοικε δὲ τὴν ἀληθῆ τῆς ἀποτεύξεως αἰτίαν οὐχ ὁμολογῶν ὁ Σύλλας ἐλέγχεσθαι τοῖς πράγμασιν.1 ἐνιαυτῷ γὰρ κατόπιν ἔτυχε τῆς στρατηγίας, τοῦ δήμου τὸ μέν τι θεραπείᾳ, τὸ δὲ καὶ χρήμασι προσαγαγόμενος. διὸ δὴ καὶ στρατηγοῦντος αὐτοῦ, καὶ πρὸς Καίσαρα μετʼ ὀργῆς εἰπόντος ὡς χρήσεται τῇ ἰδίᾳ πρὸς αὐτὸν ἐξουσίᾳ, γελάσας ὁ Καῖσαρ, ὀρθῶς, ἔφη, τὴν ἀρχὴν ἰδίαν νομίζεις· ἔχεις γὰρ αὐτὴν πριάμενος.
但是,苏拉不承认这次失利的真实原因,这似乎已被事实所揭穿。因为在一年之后他便获得了裁判官之职,靠的是一部分阿谀奉迎、一部分金钱收买而笼络了民众。因此,正当他担任裁判官并愤怒地对恺撒说自己将动用属于自己的权力来对付他时,恺撒笑着说: “你理当 认为这项职权是属于你自己的,”他说,“因为这是你买来的。”
μετὰ δὲ τὴν στρατηγίαν εἰς τὴν Καππαδοκίαν ἀποστέλλεται, τὸν μέν ἐμφανῆ λόγον ἔχων πρὸς τὴν στρατείαν Ἀριοβαρζάνην καταγαγεῖν, αἰτίαν δὲ ἀληθῆ Μιθριδάτην ἐπισχεῖν πολυπραγμονοῦντα καὶ περιβαλλόμενον ἀρχὴν καὶ δύναμιν οὐκ ἐλάττονα τῆς ὑπαρχούσης. ἰδίαν μέν οὖν δύναμιν οὐ πολλὴν ἐπήγετο, χρησάμενος δὲ τοῖς συμμάχοις προθύμοις, καὶ πολλοὺς μέν αὐτῶν Καππαδοκῶν, πλείονας δʼ αὖθις Ἀρμενίων προσβοηθοῦντας ἀποκτείνας, Γόρδιον μέν ἐξήλασεν, Ἀριοβαρζάνην δὲ ἀπέδειξε βασιλέα.
在担任裁判官之后,他被派往卡帕多细亚,这次出征公开宣称的理由是恢复阿里奥巴尔扎内斯的王位,而真实的用意则是制止米特拉达梯四处插手,防范其攫取不亚于其现有疆土与势力的权位。苏拉自己并未率领太多嫡系军力,但他调动了热切的同盟军,歼灭了许多卡帕多细亚人以及更多赶来驰援的亚美尼亚人,赶走了戈尔迪乌斯,确立了阿里奥巴尔扎内斯的王位。
διατρίβοντι δὲ αὐτῷ παρὰ τὸν Εὐφράτην ἐντυγχάνει Πάρθος Ὀρόβαζος, Ἀρσάκου βασιλέως πρεσβευτής, οὔπω πρότερον ἀλλήλοις ἐπιμεμιγμένων τῶν γενῶν· ἀλλὰ καὶ τοῦτο τῆς μεγάλης δοκεῖ Σύλλα τύχης γενέσθαι, τὸ πρώτῳ Ῥωμαίων ἐκείνῳ Πάρθους συμμαχίας καὶ φιλίας δεομένους διὰ λόγων ἐλθεῖν.2 ὅτε καὶ λέγεται τρεῖς δίφρους προθέμενος, τὸν μέν Ἀριοβαρζάνῃ, τὸν δὲ Ὀροβάζῳ, τὸν δὲ αὐτῷ, μέσος ἀμφοῖν καθεζόμενος χρηματίζειν.
当他逗留在幼发拉底河畔时,阿尔萨息王派遣的使节、帕提亚人奥罗巴佐斯前来会见他,此前两族从未有过往来;然而这似乎也归功于苏拉的巨大幸运,即帕提亚人在谋求结盟与友谊时,首先通过言辞与之交涉的罗马人正是他。据传在当时,他摆出了三把座椅,一把给阿里奥巴尔扎内斯,一把给奥罗巴佐斯,一把留给自己,自己坐在两者中间处理事务。
ἐφʼ ᾧ τὸν μέν Ὀρόβαζον ὕστερον ὁ τῶν Πάρθων βασιλεὺς ἀπέκτεινε, τὸν δὲ Σύλλαν οἱ μέν ἐπῄνεσαν ἐντρυφήσαντα τοῖς βαρβάροις, οἱ δὲ ὡς φορτικὸν ᾐτιάσαντο καὶ ἀκαίρως φιλότιμον. ἱστορεῖται δέ τις ἀνὴρ τῶν μετὰ Ὀροβάζου καταβεβηκότων, Χαλδαῖος, εἰς τὸ τοῦ Σύλλα πρόσωπον ἀπιδὼν καὶ ταῖς κινήσεσι τῆς τε διανοίας καὶ τοῦ σώματος οὐ παρέργως ἐπιστήσας, ἀλλὰ πρὸς τὰς τῆς τέχνης ὑποθέσεις τὴν φύσιν ἐπισκεψάμενος, εἰπεῖν ὡς ἀναγκαῖον εἴη τοῦτον τὸν ἄνδρα μέγιστον γενέσθαι, θαυμάζειν δὲ καὶ νῦν πῶς ἀνέχεται μὴ πρῶτος ὢν ἁπάντων,3 ἀναχωρήσαντι δὲ αὐτῷ δίκην ἔλαχε δώρων Κηνσωρῖνος, ὡς πολλὰ χρήματα συνειλοχότι παρὰ τὸν νόμον ἐκ φίλης καὶ συμμάχου βασιλείας, οὐ μὴν ἀπήντησεν ἐπὶ τὴν κρίσιν, ἀλλʼ ἀπέστη τῆς κατηγορίας.
由于这件事,后来帕提亚王处死了奥罗巴佐斯;至于苏拉,有人赞赏他凌驾蛮族之上的威仪,有人则指责他粗俗无礼且不识时务地沽名钓誉。据记载,随同奥罗巴佐斯前来的随员中有一位迦勒底人,他凝视着苏拉的面容,毫不草率地审视着其心智与躯体的举止动静,并在依据本门占卜术的法则考察了他的天赋秉性之后宣称:此人注定要成为最伟大的人物,自己至今仍感到惊奇的是,他怎能容忍自己不居万人之上。苏拉回国后,琴索里努斯以受贿罪对他提起诉讼,指控他违反法律从一个友好结盟的王国搜刮了大笔金钱;然而〔琴索里努斯〕并未出席审判,而是撤销了指控。
- 5.2ἔοικε δὲ τὴν ἀληθῆ τῆς ἀποτεύξεως αἰτίαν οὐχ ὁμολογῶν ὁ Σύλλας ἐλέγχεσθαι τοῖς πράγμασιν.
动词 ἔοικε 采用人称结构,以 ὁ Σύλλας 为主语,后接否定分词短语 οὐχ ὁμολογῶν 以及被动不定词 ἐλέγχεσθαι,意为“苏拉在不承认失败的真实原因这一方面,似乎已被事实所揭穿”。分词表示关联或让步/条件性背景。
- 5.4τὸ πρώτῳ Ῥωμαίων ἐκείνῳ Πάρθους συμμαχίας καὶ φιλίας δεομένους διὰ λόγων ἐλθεῖν
带有定冠词的不定词短语(τὸ ... ἐλθεῖν)与前面的指示代词 τοῦτο 构成同格。不定词 ἐλθεῖν 的逻辑主语是宾格 Πάρθους,而与格短语 πρώτῳ Ῥωμαίων ἐκείνῳ 则表示谈判的对象(与 διὰ λόγων ἐλθεῖν 连用,作关联与格)。
- 5.6θαυμάζειν δὲ καὶ νῦν πῶς ἀνέχεται μὴ πρῶτος ὢν ἁπάντων
不定词 θαυμάζειν 在间接引语中承接 ἱστορεῖται ... εἰπεῖν。动词 ἀνέχεται(容忍、忍受)带有限定/补充性分词 ὢν(加否定词 μή),构成“怎能容忍自己不居万人之上”的句式。
