← 普鲁塔克

苏拉传

§4.1-4.4

马略的嫉恨与苏拉转投卡图卢斯

马略虽继续起用苏拉,却嫉妒其累累战功并加以压制,促使苏拉转投其同僚执政官卡图卢斯门下,两人的嫌隙由此埋下日后惨烈内战的祸根。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

ἠνία μὲν οὖν ταῦτα τὸν Μάριον· ἔτι δὲ ἡγούμενος ἐλάττονα τοῦ φθονεῖσθαι1 τὸν Σύλλαν, ἐχρῆτο πρὸς τὰς στρατείας, τὸ μὲν δεύτερον ὑπατεύων πρεσβευτῇ, τὸ δὲ τρίτον χιλιάρχῳ, καὶ πολλὰ διʼ ἐκείνου τῶν χρησίμων κατωρθοῦτο. πρεσβεύων τε γὰρ ἡγεμόνα Τεκτοσάγων Κόπιλλον εἷλε, καὶ χιλιαρχῶν μέγα καὶ πολυάνθρωπον ἔθνος Μαρσοὺς ἔπεισε φίλους γενέσθαι καὶ συμμάχους Ῥωμαίων, ἐκ δὲ τούτων τὸν Μάριον αἰσθόμενος ἀχθόμενον αὐτῷ καὶ μηκέτι προϊέμενον ἡδέως πράξεων ἀφορμάς, ἀλλὰ ἐνιστάμενον τῇ αὐξήσει, Κάτλῳ, τῷ συνάρχοντι τοῦ Μαρίου, προσένειμεν ἑαυτόν, ἀνδρὶ χρηστῷ μέν, ἀμβλυτέρῳ δὲ πρὸς τοὺς ἀγῶνας, ὑφʼ οὗ τὰ πρῶτα καὶ μέγιστα πιστευόμενος εἰς δύναμιν ἅμα δόξῃ προῄει.

因此,这些事情使马略深感烦恼;但他仍然认为苏拉微不足道,尚不足以引起嫉妒,因而在征战中继续起用他,在第二次担任执政官时任他为副将,第三次时任他为军团军政官,并通过他成功办成了许多有益的大事。因为苏拉作为副将捕获了泰克托萨格斯人的首领科皮卢斯,作为军政官则说服了人口众多而强大的马尔西部族成为罗马人的朋友与同盟。然而,苏拉从这些事情中察觉到马略对自己心怀怨怼,不再乐意为自己提供立功的机会,反而蓄意阻挠自己的升迁,便转而依附于马略的同僚执政官卡图卢斯。卡图卢斯为人正直,但在战事上较为迟缓钝拙;苏拉蒙他委托头等且最为重要的大事,随着名声的鹊起而步步走向权势。

§4.3

καὶ πολέμῳ μὲν αἱρεῖ πολὺ μέρος τῶν ἐν ταῖς Ἄλπεσι βαρβάρων, ἐπιλιπούσης δὲ τῆς ἀγορᾶς ἀναδεξάμενος τὴν ἐπιμέλειαν τοσαύτην ἐποίησε περιουσίαν, ὥστε τῶν Κάτλου στρατιωτῶν ἐν ἀφθόνοις διαγόντων καὶ τοῖς Μαρίου προσπαρασχεῖν.2 ἐφʼ ᾧ φησιν αὐτὸς ἰσχυρῶς ἀνιᾶσαι τὸν Μάριον.3

在军事上,苏拉征服了阿尔卑斯地区的大批蛮族;当粮食匮乏时,他接管了供应事务,筹措到了极其丰足的物资,以至于不仅卡图卢斯的士兵们生活在充裕之中,〔他〕甚至还能额外接济马略的部下。苏拉自己声称,正因如此,马略受到了极大的苦恼。

§4.4

ἡ μὲν οὖν ἔχθρα βραχεῖαν οὕτω καὶ μειρακιώδη λαβοῦσα τὴν πρώτην ὑπόθεσιν καὶ ἀρχήν, εἶτα χωροῦσα διʼ αἵματος ἐμφυλίου καὶ στάσεων ἀνηκέστων ἐπὶ τυραννίδα καὶ σύγχυσιν ἁπάντων πραγμάτων, ἀπέδειξε τὸν Εὐριπίδην σοφὸν ἄνδρα καὶ πολιτικῶν ἐπιστήμονα νοσημάτων, διακελευσάμενον φυλάττεσθαι τὴν φιλοτιμίαν ὡς ὀλεθριωτάτην καὶ κακίστην δαίμονα τοῖς χρωμένοις.

因此,这场敌怨以如此微不足道且孩童般的借口为发端,随后经过同胞的流血与无可救药的内讧,最终走向僭主统治与国家一切秩序的瓦解,这恰恰证明了欧里庇得斯确是一位明智之人,深谙政治痼疾,他曾告诫人们要防范野心,因它对于沉溺于其中的人而言是最具毁灭性、最邪恶的神祇。

语法注3 条
  1. 4.1ἐλάττονα τοῦ φθονεῖσθαι

    比较级 ἐλάττονα 后接带冠词的属格不定式 τοῦ φθονεῖσθαι,表示程度或结果,意为“太微不足道以至于不足以被嫉妒”。马略彼时仍视苏拉地位悬殊,未达到值得自己嫉恨的程度。

  2. 4.3ὥστε τῶν Κάτλου στρατιωτῶν ἐν ἀφθόνοις διαγόντων καὶ τοῖς Μαρίου προσπαρασχεῖν

    在由 ὥστε 引导的结果从句内部,插入了独立属格结构 τῶν Κάτλου στρατιωτῶν ἐν ἀφθόνοις διαγόντων(“当卡图卢斯的士兵生活在丰足之中时”)。接续的不定式 προσπαρασχεῖν 其逻辑主语根据上下文为苏拉,意即“(苏拉)甚至额外接济了马略的军队”。

  3. 4.3ἐφʼ ᾧ φησιν αὐτὸς ἰσχυρῶς ἀνιᾶσαι τὸν Μάριον

    介词短语 ἐφʼ ᾧ 带中性关系代词与格,表示原因或契机(“因此/为了这件事”)。动词 φησίν 的主语受到 αὐτός(苏拉本人)的强调;在其支配的不定式结构 ἰσχυρῶς ἀνιᾶσαι τὸν Μάριον 中,及物不定式 ἀνιᾶσαι(使……苦恼)的逻辑主语亦为苏拉,宾语是 τὸν Μάριον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:4.1-4.4