- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:3.1-3.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉以财务官身份随马略出征朱古达,赢得努米底亚国王鲍克胡斯的信任并冒奇险促成了朱古达的被俘与移交;由此获得的声誉归于苏拉,从而埋下了马略对他的忌恨之苗。
ἀποδειχθεὶς δὲ ταμίας ὑπατεύοντι Μαρίῳ τὴν πρώτην ὑπατείαν,1 συνεξέπλευσεν εἰς Λιβύην πολεμήσων Ἰογόρθαν. γενόμενος δὲ ἐπὶ στρατοπέδου τά τε ἄλλα παρεῖχεν ἑαυτὸν εὐδόκιμον, καὶ καιρῷ παραπεσόντι χρησάμενος εὖ φίλον ἐποιήσατο τὸν τῶν Νομάδων βασιλέα Βόκχον. πρεσβευτὰς γὰρ αὐτοῦ λῃστήριον Νομαδικὸν ἐκφυγόντας ὑποδεξάμενος καὶ φιλοφρονηθείς, δῶρα καὶ πομπὴν ἀσφαλῆ παρασχὼν ἀπέστειλεν.
苏拉在马略担任其第一任执政官时被任命为财务官,便随同一道泛舟前往利比亚与朱古达作战。一到军营,他不仅在其他方面表现出色,而且善于抓住意外降临的良机,使努米底亚国王鲍克胡斯成为自己的朋友。因为他接纳了鲍克胡斯那些逃脱努米底亚盗贼劫掠的使臣,对他们关怀备至,赠予礼物并提供安全的护卫将其送回。
ὁ δὲ Βόκχος ἐτύγχανε μὲν ἔτι γε πάλαι γαμβρὸν ὄντα μισῶν καὶ φοβούμενος τὸν Ἰογόρθαν, τότε δὲ ἡττημένῳ καὶ πεφευγότι πρὸς αὐτὸν ἐπιβουλεύων ἐκάλει τὸν Σύλλαν, διʼ ἐκείνου μάλιστα βουλόμενος τὴν σύλληψιν καὶ παράδοσιν τοῦ Ἰογόρθα γενέσθαι ἢ διʼ αὑτοῦ,2 κοινωσάμενος δὲ τῷ Μαρίῳ καὶ λαβὼν στρατιώτας ὀλίγους ὁ Σύλλας τὸν μέγιστον ὑπέδυ κίνδυνον, ὅτι βαρβάρῳ καὶ πρὸς τοὺς οἰκειοτάτους ἀπίστῳ πιστεύσας, ὑπὲρ τοῦ παραλαβεῖν ἕτερον ἑαυτὸν ἐνεχείρισεν.
鲍克胡斯其实早就对作为女婿的朱古达怀有憎恨与畏惧之心,彼时趁朱古达战败潜逃至自己处,便密谋加害,派人召请苏拉,极愿使朱古达的抓获与移交由苏拉之手而非自己亲自完成。苏拉与马略商议之后,率领少数士兵甘冒至大的奇险:他信赖了一个野蛮且对至亲之人都反复无常的异族人,为了擒获他人而将自己置于其掌握之中。
οὐ μὴν ἀλλὰ ὁ Βόκχος ἀμφοτέρων κύριος γενόμενος, καὶ καταστήσας ἑαυτὸν εἰς ἀνάγκην τοῦ παρασπονδῆσαι τὸν ἕτερον, καὶ πολλὰ διενεχθεὶς τῇ γνώμῃ, τέλος ἐκύρωσε τὴν πρώτην προδοσίαν καὶ παρέδωκε τῷ Σύλλᾳ τὸν Ἰογόρθαν. ὁ μὲν οὖν θριαμβεύων ἐπὶ τούτῳ Μάριος ἦν, ἡ δὲ δόξα τοῦ κατορθώματος, ἣν ὁ Μαρίου φθόνος3 Σύλλᾳ προσετίθει, παρελύπει τὸν Μάριον ἡσυχῇ.
然而,鲍克胡斯既然掌握了双方的生杀大权,并使自己陷入不得不背叛其中一人的窘境,在内心经历了一番激烈的反复权衡之后,最终还是决意实行起初的背叛企图,将朱古达交给了苏拉。因此,为此举行凯旋仪式的虽是马略,但这项功勋的荣耀——由于对马略的嫉恨而被归功于苏拉——却在暗中让马略深感不悦。
καὶ γὰρ αὐτὸς ὁ Σύλλας φύσει τε μεγάλαυχος ὢν καὶ τότε πρῶτον ἐκ βίου ταπεινοῦ καὶ ἀγνῶτος ἔν τινι λόγῳ γεγονὼς παρὰ τοῖς πολίταις, καὶ τοῦ τιμᾶσθαι γευόμενος, εἰς τοῦτο φιλοτιμίας προῆλθεν ὥστε γλυψάμενος ἐν δακτυλίῳ φορεῖν εἰκόνα τῆς πράξεως, καὶ ταύτῃ γε χρώμενος ἀεὶ διετέλεσεν. ἦν δὲ ἡ γραφὴ Βόκχος μὲν παραδιδούς, Σύλλας δὲ παραλαμβάνων τὸν Ἰογόρθαν.
因为苏拉本人天性就极好夸耀,彼时又刚从微贱无闻的生涯中崭露头角,在公民中获得了一定的声誉,初尝受到尊崇的滋味,其虚荣心竟发展到了这般地步:他让人把那一功绩的场景雕刻在戒指上随身佩戴,此后也终身使用该印戒。其图样正是鲍克胡斯正在移交、而苏拉正在接收朱古达。
- 3.1ὑπατεύοντι Μαρίῳ τὴν πρώτην ὑπατείαν
τὴν πρώτην ὑπατείαν 是由分词 ὑπατεύοντι 支配的同族宾格(内在宾格),意为“当马略担任其第一任执政官时”。
- 3.2διʼ ἐκείνου μάλιστα βουλόμενος τὴν σύλληψιν καὶ παράδοσιν τοῦ Ἰογόρθα γενέσθαι ἢ διʼ αὑτοῦ
比较连词 ἤ(“较之……”)与最高级副词 μάλιστα 相应,在此表达了偏好的比较意味:“极愿朱古达的抓获与移交由彼[苏拉]之手、而非由自己亲力亲为”。
- 3.3ὁ Μαρίου φθόνος
Μαρίου 为宾格性属格,意为“针对马略的嫉恨”(即他人对马略的嫉妒或敌意),而非主格性属格(“马略本人的嫉妒”)。上下文指旁人出于对马略的嫉恨而把功劳归于苏拉,从而暗暗刺痛了马略。
