← 普鲁塔克

苏拉传

§36.1-36.4

苏拉的荒淫生活与身患虱病

苏拉再婚后依然与伶人优娼纵情酒色,导致病情恶化并患上肉身溃烂生虱的怪疾,多方清洗亦无济于事;文中随之列举了古往今来罹患同一恶疾而死的历史人物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.1

οὐ μὴν ἀλλὰ καὶ ταύτην ἔχων ἐπὶ τῆς οἰκίας συνῆν μίμοις γυναιξὶ καὶ κιθαριστρίαις καὶ θυμελικοῖς ἀνθρώποις, ἐπὶ στιβάδων ἀφʼ ἡμέρας1 συμπίνων. οὗτοι γὰρ οἱ τότε παρʼ αὐτῷ δυνάμενοι μέγιστον ἦσαν, Ῥώσκιος ὁ κωμῳδὸς καὶ Σῶριξ ὁ ἀρχιμῖμος καὶ Μητρόβιος ὁ λυσιῳδός, οὗ καίπερ ἐξώρου γενομένου διετέλει μέχρι παντὸς ἐρᾶν οὐκ ἀρνούμενος.

然而,即使把她迎娶家中,他依然与女滑稽戏演员、弹竖琴的女子以及剧场伶人混在一起,从大白天起就斜倚在褥榻上纵酒狂饮。因为那时在他身边权势最大的人正是这些人:喜剧演员罗斯基乌斯、滑稽戏班头索雷克斯,以及反串女伶梅特罗比乌斯——尽管后者早已年华老去,〔苏拉〕却自始至终毫不隐瞒对他的宠爱。

§36.2

ὅθεν καὶ τὴν νόσον ἀπʼ αἰτίας ἐλαφρᾶς ἀρξαμένην ἐξέθρεψε, καὶ πολὺν χρόνον ἠγνόει περὶ τὰ σπλάγχνα γεγονὼς ἔμπυος, ὑφʼ ἧς καὶ τὴν σάρκα διαφθαρεῖσαν εἰς φθεῖρας μετέβαλε πᾶσαν,2 ὥστε πολλῶν διʼ ἡμέρας ἅμα καὶ νυκτὸς ἀφαιρούντων μηδὲν εἶναι μέρος τοῦ ἐπιγινομένου τὸ ἀποκρινόμενον,3 ἀλλὰ πᾶσαν ἐσθῆτα καὶ λουτρὸν καὶ ἀπόνιμμα καὶ σιτίον ἀναπίμπλασθαι τοῦ ῥεύματος ἐκείνου καὶ τῆς φθορᾶς· τοσοῦτον ἐξήνθει.

正是由这种生活,他助长了最初起因微不足道的病情,且久未察觉自己的内脏已经化脓。由于这种病症,他的肌肉尽数溃烂而化为虱子,以至于昼夜虽有许多人不停地清除,除去的部分相较于源源不断滋生出来的不过是沧海一粟,所有衣物、浴池、洗涤之水以及食物,都被那股流溢与腐败之物所污染;其滋生之势竟至于如此剧烈。

§36.3

διὸ πολλάκις τῆς ἡμέρας εἰς ὕδωρ ἐνέβαινεν ἐκκλύζων τὸ σῶμα καὶ ἀπορρυπτόμενος. ἦν δὲ οὐδὲν ὄφελος· ἐκράτει γὰρ ἡ μεταβολὴ τῷ τάχει, καὶ περιεγίνετο παντὸς καθαρμοῦ τὸ πλῆθος. λέγεται δὲ τῶν μὲν πάνυ παλαιῶν Ἄκαστον φθειριάσαντα τὸν Πελίου τελευτῆσαι, τῶν δὲ ὑστέρων Ἀλκμᾶνα τὸν μελοποιὸν καὶ Φερεκύδην τὸν θεολόγον καὶ Καλλισθένη τὸν Ὀλύνθιον ἐν εἱρκτῇ φρουρούμενον, ἔτι δὲ Μούκιον τὸν νομικόν.

因此,他一日多次浸入水中,冲洗身体并搓拭污秽。但这毫无益处;盖因其变异的速度占了上风,其数量之巨压倒了一切清洗手段。据说在极古之人中,珀利阿斯之子阿卡斯托斯便是因患虱病而死;而后世之人中,则有抒情诗人阿尔克曼、神谱学家费雷居德斯、身陷狱中的奥林图斯的卡利斯提尼,此外还有法学家穆基乌斯。

§36.4

εἰ δὲ δεῖ καὶ τῶν ἀπʼ οὐδενὸς μὲν χρηστοῦ γνωρίμων δὲ ἄλλως ἐπιμνησθῆναι, λέγεται τὸν ἄρξαντα τοῦ δουλικοῦ πολέμου περὶ Σικελίαν δραπέτην, Εὔνουν ὄνομα, μετὰ τὴν ἅλωσιν εἰς Ῥώμην ἀγόμενον ὑπὸ φθειριάσεως ἀποθανεῖν.

若是有必要提及那些并非因任何善事、却在其他方面知名之人,据说在西西里挑起奴隶战争的逃奴、名叫欧努斯者,在被俘后押送罗马途中,亦死于虱病。

语法注3 条
  1. 36.1ἀφʼ ἡμέρας

    介词 ἀπό 搭配时间名词在此构成习语,意为“从白天起”或“大白天就开始”。古代通常在日暮后举行宴饮,此语表现其白天即开席聚饮的放荡生活方式。

  2. 36.2ὑφʼ ἧς καὶ τὴν σάρκα διαφθαρεῖσαν εἰς φθεῖρας μετέβαλε πᾶσαν

    在关系从句中,代词 ἧς 回指前文的脓肿或疾病(νόσος)。动词 μετέβαλε 与 τὴν σάρκα ... πᾶσαν 构成句式,承接前文以苏拉为主语、τὴν σάρκα ... πᾶσαν 为直接宾语(及物用法,字面意为“受此病影响,他使全身溃烂的肌肉化为虱子”),其后的 εἰς φθεῖρας 表示变异的结果,生动描绘了肉体转变为寄生虫的过程。

  3. 36.2μηδὲν εἶναι μέρος τοῦ ἐπιγινομένου τὸ ἀποκρινόμενον

    这是连续从句 ὥστε 内部的宾语与不定式结构。主语是带冠词分词 τὸ ἀποκρινόμενον(“被清除/排出的部分”),表语是 μηδὲν ... μέρος(“微不足道的一部分”),而 τοῦ ἐπιγινομένου 是部分属格(“相较于新滋生的部分”)。整句表达排出的量在不断新生的量面前微乎其微。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:36.1-36.4