- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:35.1-35.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉以向赫拉克勒斯献祭为由举办豪宴,因迷信的宗教禁忌而与垂死的妻子梅特拉离婚将其驱逐,并公然践踏自己制定的反奢侈法令。此后他在角斗场偶遇出身显贵的瓦勒莉娅,出于轻浮的色欲与其缔结婚姻。
Ἀποθύων δὲ τῆς οὐσίας ἁπάσης ὁ Σύλλας τῷ Ἡρακλεῖ δεκάτην ἑστιάσεις ἐποιεῖτο τῷ δήμῳ πολυτελεῖς· καὶ τοσοῦτον περιττὴ ἦν ἡ παρασκευὴ τῆς χρείας ὥστε παμπληθῆ καθʼ ἑκάστην ἡμέραν εἰς τὸν ποταμὸν ὄψα ῥιπτεῖσθαι, πίνεσθαι δὲ οἶνον ἐτῶν τεσσαράκοντα καὶ παλαιότερον.
苏拉在将全部财产的十分之一献祭给赫拉克勒斯之际,为民众举行了奢华的宴饮;其备办的物资之丰富远远超出实际需要,以至于每天都有大量的菜肴被丢弃在河中,所饮用的尽是陈酿四十年乃至更久的佳酿。
διὰ μέσου δὲ τῆς θοίνης πολυημέρου γενομένης ἀπέθνησκεν ἡ Μετέλλα νόσῳ· καὶ τῶν ἱερέων τὸν Σύλλαν οὐκ ἐώντων αὐτῇ προσελθεῖν οὐδὲ τήν οἰκίαν τῷ κήδει μιανθῆναι, γραψάμενος διάλυσιν τοῦ γάμου πρὸς αὐτὴν ὁ Σύλλας ἔτι ζῶσαν ἐκέλευσεν εἰς ἑτέραν οἰκίαν μετακομισθῆναι.1 καὶ τοῦτο μὲν ἀκριβῶς τὸ νόμιμον ὑπὸ δεισιδαιμονίας ἐτήρησε· τὸν δὲ τῆς ταφῆς ὁρίζοντα τήν δαπάνην νόμον αὐτὸς εἰσενηνοχὼς παρέβη, μηδενὸς ἀναλώματος φεισάμενος.
在这场持续数日的宴席之中,梅特拉因重病濒死;由于祭司们不允许苏拉靠近她,也不许其住宅受到丧葬污秽的玷污,苏拉便写下休书与她离婚,并下令在她尚且存活时就将她迁往另一处住宅。尽管他因迷信而严守了这道宗教规矩,却违背了由他自己提出、用以限制葬礼开支的法律,毫无节制地挥霍资财。
παρέβαινε δὲ καὶ τὰ περὶ τῆς εὐτελείας τῶν δείπνων ὑπʼ αὐτοῦ τεταγμένα, πότοις καὶ συνδείπνοις τρυφὰς καὶ βωμολοχίας ἔχουσι παρηγορῶν τὸ πένθος. ὀλίγων δὲ μηνῶν διαγενομένων ἦν μὲν θέα μονομάχων, οὔπω δὲ τῶν τόπων διακεκριμένων, ἀλλʼ ἔτι τοῦ θεάτρου συμμιγοῦς ἀνδράσι καὶ γυναιξὶν ὄντος, ἔτυχε πλησίον τοῦ Σύλλα καθεζομένη γυνὴ τήν ὄψιν εὐπρεπὴς καὶ γένους λαμπροῦ· Μεσσάλα γὰρ ἦν θυγάτηρ, Ὁρτησίου δὲ τοῦ ῥήτορος ἀδελφή, Οὐαλλερία δὲ τοὔνομα· συνεβεβήκει δὲ αὕτη νεωστὶ πρὸς ἄνδρα διάστασις. αὕτη παρὰ τὸν Σύλλαν ἐξόπισθεν παραπορευομένη τήν τε χεῖρα πρὸς αὐτὸν ἀπηρείσατο καὶ κροκύδα τοῦ ἱματίου σπάσασα παρῆλθεν ἐπὶ τήν ἑαυτῆς χώραν, ἐμβλέψαντος δὲ τοῦ Σύλλα καὶ θαυμάσαντος, οὐδέν, ἔφη, δεινόν, αὐτόκρατορ, ἀλλὰ βούλομαι τῆς σῆς κἀγὼ μικρὸν εὐτυχίας μεταλαβεῖν.
他还违背了由他亲自制定的关于宴饮节俭的法规,试图借由充斥着奢靡与下流说笑的狂饮共宴来慰藉丧妻之痛。几个月过去后,城中举行角斗表演;当时座席尚未男女分开,剧场中仍是男女杂坐,碰巧有一位容貌姣好且出身显赫的女子坐在苏拉近旁;她是梅萨拉的女儿,演说家霍尔腾西乌斯的姊妹,名叫瓦勒莉娅;她不久前刚与丈夫离异。这名女子从后方走过苏拉身边时,把手搭在他身上,并从他的外袍上扯下了一根绒线,随后走回自己的座位;当苏拉回头注视她并露出讶异之色时,她说道: “统帅啊, 并无恶意;我也只不过是想分得一点您的幸运罢了。”
τοῦτο ἤκουσεν οὐκ ἀηδῶς ὁ Σύλλας, ἀλλὰ καὶ δῆλος εὐθὺς ἦν ὑποκεκνισμένος· ἠρώτα γὰρ ὑποπέμπων αὐτῆς ὄνομα, καὶ γένος καὶ βίον ἐμάνθανεν. ἐκ δὲ τούτων ῥίψεις ὀμμάτων ἐπʼ ἀλλήλους ἐγίνοντο καὶ παρεπιστροφαὶ συνεχεῖς προσώπων καὶ μειδιαμάτων διαδόσεις, τέλος δὲ ὁμολογίαι καὶ συνθέσεις περὶ γάμων, ἐκείνῃ μὲν ἴσως ἄμεμπτοι, Σύλλας δέ, εἰ καὶ τὰ μάλιστα σώφρονα καὶ γενναίαν,2 ἀλλʼ οὐκ ἐκ σώφρονος καὶ καλῆς ἔγημεν ἀρχῆς, ὄψει καὶ λαμυρίᾳ μειρακίου δίκην παραβληθείς, ὑφʼ ὧν τὰ αἴσχιστα καὶ ἀναιδέστατα πάθη κινεῖσθαι πέφυκεν.
苏拉听了这话毫不反感,显然立刻就动了凡心;盖因他暗中派人打听她的芳名,并了解其家世和生平。由此,两人开始频频互送秋波,不断回眸顾盼,相视而笑,最终达成了关于婚事的协定与契约。对她而言,这桩婚事或许无可指摘;但对苏拉来说,即便他所迎娶的女子极为贞洁高尚,其成婚的起因却绝非出于庄重与美好,而是如同青涩少年一般被容貌与媚态所俘获——而最可耻且最无耻的欲望,向来正是由这些东西引发的。
- 35.2ἔτι ζῶσαν ἐκέλευσεν εἰς ἑτέραν οἰκίαν μετακομισθῆναι
宾格分词 ἔτι ζῶσαν(尚且存活时)作被动不定词 μετακομισθῆναι 的逻辑主语(指梅特拉)。该结构强调了苏拉纯粹为了规避宗教污秽,在妻子垂死之际便将其逐出家门的无情举动。
- 35.5εἰ καὶ τὰ μάλιστα σώφρονα καὶ γενναίαν
让步从句的省略结构,省略了动词(如 ἔγημεν)和宾语名词(如 γυναῖκα),意为“即便[他迎娶的女子]极其贞洁与高尚”。这与后文主句的 οὐκ ἐκ σώφρονος καὶ καλῆς ἔγημεν ἀρχῆς(并非出于庄重与美好的动机而结婚)构成了修辞上的鲜明对立。
