← 普鲁塔克

苏拉传

§37.1-37.4

预知死期完成回忆录与苏拉的去世

预知死期的苏拉在完成了回忆录最后一卷后,虽有梦兆却仍过问政务,终因怒令处决欠款官吏时脓肿破裂吐血,在一夜痛苦后去世并留下遗腹子女。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

ὁ δὲ Σύλλας οὐ μόνον προέγνω τὴν ἑαυτοῦ τελευτήν, ἀλλὰ τρόπον τινὰ καὶ γέγραφε περὶ αὐτῆς, τὸ γὰρ εἰκοστὸν καί δεύτερον τῶν ὑπομνημάτων πρὸ δυεῖν ἡμερῶν ἢ ἐτελεύτα1 γράφων ἐπαύσατο· καί φησι τοὺς Χαλδαίους αὐτῷ προειπεῖν ὡς δέοι βεβιωκότα καλῶς αὐτὸν ἐν ἀκμῇ τῶν εὐτυχημάτων καταστρέψαι·

然而,苏拉不仅预见了自己的死期,甚至在某种意义上还将其写了下来;因为他在去世前两天停止了回忆录第二十二卷的撰写。他记述道,迦勒底人曾对他预言,他当在历经完满的一生之后,于其幸运的顶峰告别人世。

§37.2

λέγει δὲ καί τὸν υἱὸν αὐτοῦ, τεθνηκότα μικρὸν ἔμπροσθεν τῆς Μετέλλης, φανῆναι κατὰ τοὺς ὕπνους ἐν ἐσθῆτι φαύλῃ παρεστῶτα καί δεόμενον τοῦ πατρὸς παύσασθαι τῶν φροντίδων, ἰόντα δὲ σὺν αὐτῷ παρὰ τὴν μητέρα Μετέλλαν ἐν ἡσυχίᾳ καί ἀπραγμόνως ζῆν μετʼ αὐτῆς,2 οὐ μὴν ἐπαύσατό γε τοῦ πράττειν τὰ δημόσια.

他还述及,在梅特拉之前不久死去的儿子曾在梦中向他显现,身着破旧的衣衫侍立在旁,央求父亲放下一切忧虑,同他一道前往母亲梅特拉那里,与她安宁清闲地生活在一起。尽管如此,他依然未曾停止过问政务。

§37.3

δέκα μὲν γὰρ ἡμέραις ἔμπροσθεν τῆς τελευτῆς τοὺς ἐν Δικαιαρχείᾳ στασιάζοντας διαλλάξας νόμον ἔγραψεν αὐτοῖς καθʼ ὃν πολιτεύσονται· πρὸ μιᾶς δὲ ἡμέρας πυθόμενος τὸν ἄρχοντα Γράνιον, ὡς ὀφείλων δημόσιον χρέος οὐκ ἀποδίδωσιν,3 ἀλλʼ ἀναμένει τὴν αὐτοῦ τελευτήν, μετεπέμψατο τὸν ἄνθρωπον εἰς τὸ δωμάτιον καί περιστήσας τοὺς ὑπηρέτας ἐκέλευσε πνίγειν, τῇ δὲ κραυγῇ καί τῷ σπαραγμῷ τὸ ἀπόστημα ῥήξας πλῆθος αἵματος ἐξέβαλεν.

事实上,在去世前十天,他还调解了迪凯阿尔基亚城内的党争,并为他们制定了治理城邦的法律;而在去世前一天,获悉长官格拉尼乌斯拖欠公款不还、只等他咽气之后,苏拉便将此人传唤到寝室中,命侍从将其围住并下令勒死;然而〔苏拉〕由于大声呼喝与身体痉挛,使体内的脓肿破裂,喷涌出大量的鲜血。

§37.4

ἐκ δὲ τούτου τῆς δυνάμεως ἐπιλιπούσης διαγαγὼν τὴν νύκτα μοχθηρῶς ἀπέθανε, δύο παῖδας ἐκ τῆς Μετέλλης νηπίους καταλιπών. ἡ γὰρ Οὐαλλερία μετὰ τὴν τελευτὴν αὐτοῦ θυγάτριον ἀπεκύησεν, ὃ Πόστουμαν ἐκάλουν τοὺς γὰρ ὕστερον τῆς τῶν πατέρων τελευτῆς γενομένους οὕτω Ῥωμαῖοι προσαγορεύουσιν.

自此他气力衰竭,在痛苦中挨过了一夜后便撒手人寰,身后留下了梅特拉所生的两个幼儿。因为瓦勒利亚在他死后生下一个小女儿,人们唤作波丝图玛;罗马人便是如此称呼那些在父亲死后出生的孩子的。

语法注3 条
  1. 37.1πρὸ δυεῖν ἡμερῶν ἢ ἐτελεύτα

    介词 πρό 后接比较连词 ἤ 构成的固定时间表达,意为“在他去世前(两天)”。未完成过去时 ἐτελεύτα 指涉该事件发生的时间点。

  2. 37.2δεόμενον τοῦ πατρὸς παύσασθαι τῶν φροντίδων, ἰόντα δὲ σὺν αὐτῷ παρὰ τὴν μητέρα Μετέλλαν ἐν ἡσυχίᾳ καί ἀπραγμόνως ζῆν μετʼ αὐτῆς

    宾格分词 ἰόντα 指涉“父亲”(此前作为 δεόμενον 的宾语作属格 τοῦ πατρὸς)。此处由于作为不定式 ζῆν 的逻辑主语,转置为宾格,构成附属于 δεόμενον 的宾格加不定式结构(“央求父亲同他一道前去……生活”)。

  3. 37.3πυθόμενος τὸν ἄρχοντα Γράνιον, ὡς ὀφείλων δημόσιον χρέος οὐκ ἀποδίδωσιν

    前置先取句式(prolepsis):从属从句(ὡς 从句)的主语(τὸν ἄρχοντα Γράνιον)被提前拉出,作为分词 πυθόμενος 的直接宾语而置于宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:37.1-37.4