- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:34.1-34.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉举行了盛大的凯旋式,采用“费利克斯”与“埃帕弗罗狄托斯”等称号,随后辞去独裁官职位退为平民,并在雷必达当选执政官后向支持其当选的庞培发出警示。
ὁ μέντοι θρίαμβος αὐτοῦ τῇ πολυτελείᾳ καὶ καινότητι τῶν βασιλικῶν λαφύρων σοβαρὸς γενόμενος μείζονα κόσμον ἔσχε καί καλὸν θέαμα τοὺς φυγάδας,1 οἱ γὰρ ἐνδοξότατοι καὶ δυνατώτατοι τῶν πολιτῶν ἐστεφανωμένοι παρείποντο, σωτῆρα καί πατέρα τὸν Σύλλαν ἀποκαλοῦντες, ἅτε δὴ διʼ ἐκεῖνον εἰς τὴν πατρίδα κατιόντες καί κομιζόμενοι παῖδας καί γυναῖκας.
然而,尽管他的凯旋式因王家战利品的奢华与新奇而显得威风凛凛,但流亡归来者才是其中更宏伟的装点与壮观的景象;盖因公民中最显赫、最有权势之士皆头戴花冠随行左右,称苏拉为救星与父亲,盖皆因依仗他,众人才得以重返故土,与妻儿团聚。
ἤδη δὲ συνῃρημένων ἁπάντων, ἀπολογισμὸν ἐν ἐκκλησίᾳ τῶν πράξεων ποιούμενος οὐκ ἐλάσσονι σπουδῇ τὰς εὐτυχίας ἢ τὰς ἀνδραγαθίας κατηριθμεῖτο, καὶ πέρας ἐκέλευσεν ἑαυτὸν ἐπὶ τούτοις Εὐτυχῆ προσαγορεύεσθαι· τοῦτο γὰρ ὁ Φῆλιξ μάλιστα βούλεται δηλοῦν αὐτὸς δὲ τοῖς Ἕλλησι γράφων καί χρηματίζων ἑαυτὸν Ἐπαφρόδιτον ἀνηγόρευε, καί παρʼ ἡμῖν ἐν τοῖς τροπαίοις οὕτως ἀναγέγραπται "Λεύκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος".
及至诸事尘埃落定,他在公民大会上对自己的功绩作汇报时,以不亚于述说英勇战功的热忱历数了自己的诸般幸运,并最终下令因此称自己为“欧堤克斯(幸运者)”;盖因“费利克斯”所指即为此意。而在写信给希腊人以及处理公文时,他自称“埃帕弗罗狄托斯(阿佛洛狄忒所眷顾者)”,在我们这里的战利品纪念碑上也如此铭刻着: “卢基乌斯·科尔内利乌斯·苏拉·埃帕弗罗狄托斯”。
ἔτι δὲ τῆς Μετέλλης παιδία τεκούσης δίδυμα τὸ μὲν ἄρρεν Φαῦστον, τὸ δὲ θῆλυ Φαῦσταν ὠνόμασε· τὸ γὰρ εὐτυχὲς καί ἱλαρὸν Ῥωμαῖοι φαῦστον καλοῦσιν. οὕτω δὲ ἄρα οὐ ταῖς πράξεσιν ὡς τοῖς εὐτυχήμασιν ἐπίστευεν, ὥστε, παμπόλλων μὲν ἀνῃρημένων ὑπʼ αὐτοῦ, καινοτομίας δὲ γενομένης καί μεταβολῆς ἐν τῇ πόλει τοσαύτης, ἀποθέσθαι τὴν ἀρχὴν καί τὸν δῆμον ἀρχαιρεσιῶν ὑπατικῶν ποιῆσαι κύριον, αὐτὸς δὲ μὴ προσελθεῖν, ἀλλʼ ἐν ἀγορᾷ τὸ σῶμα παρέχων τοῖς βουλομένοις ὑπεύθυνον ὥσπερ ἰδιώτης ἀναστρέφεσθαι.
此外,当梅特拉诞下一对龙凤双胞胎时,他将男婴取名为福斯托斯,女婴取名为福斯塔;盖因罗马人将吉利与喜乐之事称为“福斯图斯”。确实,他是如此深信自己的幸运甚于自己的功绩,以至于在屠杀了无数人、城邦经历如此巨大的革新与剧变之后,他竟辞去了职位,将执政官选举的大权交还于人民;他本人不仅未曾出席〔选举〕,反而如同一介平民般漫步于广场,任由愿意问责之人随时质询其身。
καί τις παρὰ γνώμην αὐτοῦ θρασὺς ἀνὴρ καὶ πολέμιος ἐπίδοξος ἦν ὕπατος αἱρεθήσεσθαι,2 Μάρκος Λέπιδος, οὐ διʼ ἑαυτόν, ἀλλὰ Πομπηΐῳ σπουδάζοντι καί δεομένῳ τοῦ δήμου χαριζομένου.
然而出乎他的意料,一个鲁莽之人兼政敌马尔库斯·雷必达眼看将要当选为执政官;这并非凭靠雷必达自身,而是因为人民在迎合奔走乞求的庞培。
διὸ καί χαίροντα τῇ νίκῃ τὸν Πομπήϊον ὁ Σύλλας ἰδὼν ἀπιόντα καλέσας πρὸς ἑαυτόν, ὡς καλόν, ἔφη, σοῦ τὸ πολίτευμα, ὦ νεανία, τὸ Κάτλου πρότερον ἀναγορεῦσαι Λέπιδον,3 τοῦ πάντων ἀρίστου τὸν ἐμπληκτότατον. ὥρα μέντοι σοι μὴ καθεύδειν ὡς ἰσχυρότερον πεποιηκότι κατὰ σαυτοῦ τὸν ἀνταγωνιστήν. τοῦτο μὲν οὖν ὁ Σύλλας ὥσπερ ἀπεθέσπισε· ταχὺ γὰρ ἐξυβρίσας ὁ Λέπιδος εἰς πόλεμον κατέστη τοῖς περὶ τὸν Πομπήϊον.
因此,当苏拉望见庞培为这场胜利欣喜离去时,便将他唤至跟前说道: “年轻人啊,你的政治作为可真漂亮!竟让雷必达排在卡图鲁斯之前当选,把最反复无常之人置于最优秀之人之上!然而,既然你已将自己的对手扶植得更具威胁,现在可不是你高枕无眠的时候了。” 苏拉说出此言便犹如预言;因为不久之后,雷必达便骄横跋扈,悍然向庞培及其党羽发难开战。
- 34.1μείζονα κόσμον ἔσχε καί καλὸν θέαμα τοὺς φυγάδας
名词 τοὺς φυγάδας 作动词 ἔσχε 的直接宾语,μείζονα κόσμον 与 καλὸν θέαμα 则作为宾语补足语(述语性同位语),意为“以流亡归来者作为更宏伟的装点与壮观的景象”。
- 34.4ἐπίδοξος ἦν ὕπατος αἱρεθήσεσθαι
由形容词 ἐπίδοξος(“有望……的”)结合 ἦν 与将来时被动态不定词 αἱρεθήσεσθαι 构成的人称句式。不定词的补足成分 ὕπατος 依主语马尔库斯·雷必达采用主格,意为“马尔库斯·雷必达有望当选为执政官”。
- 34.5τὸ Κάτλου πρότερον ἀναγορεῦσαι Λέπιδον
带冠词的不定词短语 τὸ ... ἀναγορεῦσαι 作前述名词短语 τὸ πολίτευμα 的同位语。在短语内部,Λέπιδον 是不定词 ἀναγορεῦσαι 的宾语,比较副词 πρότερον 支配比较属格 Κάτλου,表示“在卡图鲁斯之前宣布雷必达当选”。
