- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:33.1-33.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉自行就任独裁官并总揽大权,专横地处置籍没家产与包办婚姻,并在奥费拉违抗其意愿竞选执政官时公然派人将其在广场斩杀。
ἔξω δὲ τῶν φονικῶν καὶ τὰ λοιπὰ τοὺς ἀνθρώπους ἐλύπει. δικτάτορα μὲν γὰρ ἑαυτὸν ἀνηγόρευσε, διʼ ἐτῶν ἑκατὸν εἴκοσι τοῦτο τὸ γένος τῆς ἀρχῆς ἀναλαβών. ἐψηφίσθη δὲ αὐτῷ πάντων ἄδεια τῶν γεγονότων, πρὸς δὲ τὸ μέλλον ἐξουσία θανάτου, δημεύσεως, κληρουχιῶν, κτίσεως, πορθήσεως, ἀφελέσθαι βασιλείαν, καὶ ᾧ βούλοιτο χαρίσασθαι.1
除了这些屠杀之外,其余诸事也让人们深感痛苦。盖因他宣布自己为独裁官,在时隔一百二十年之后重新恢复了这种官职。众人表决赋予他对以往所有作为的赦免权,对于未来,则授予其执掌生杀、籍没财产、分封殖民地、建城、毁城、夺取王权以及随心所欲赐予王位的权力。
τὰς δὲ διαπράσεις τῶν δεδημευμένων οἴκων οὕτως ὑπερηφάνως ἐποιεῖτο καὶ δεσποτικῶς ἐπὶ βήματος καθεζόμενος, ὥστε τῶν ἀφαιρέσεων ἐπαχθεστέρας αὐτοῦ τὰς δωρεὰς εἶναι, καὶ γυναιξὶν εὐμόρφοις καὶ λυρῳδοῖς καὶ μίμοις καὶ καθάρμασιν ἐξελευθερικοῖς ἐθνῶν χώρας καὶ πόλεων χαριζομένου2 προσόδους, ἐνίοις δὲ γάμους ἀκουσίως ζευγνυμένων γυναικῶν.
他坐在高坛之上,以极其傲慢而专横的态度主持对没收家产的拍卖,以至于他的赏赐比籍没财产本身还要令人憎恶;盖因他将各部族的国土和各城邦的赋税随意赏赐给美貌女子、击琴琴师、滑稽剧伶人以及释放奴隶中的败类,甚至还将违背女方意愿强行结合的女子配与某些人成婚。
Πομπήϊον γέ τοι βουλόμενος οἰκειώσασθαι τὸν Μάγνον, ἣν μὲν εἶχε γαμετὴν ἀφεῖναι προσέταξεν, Αἰμιλίαν δέ, Σκαύρου θυγατέρα καὶ Μετέλλης τῆς ἑαυτοῦ γυναικός, ἀποσπάσας Μανίου Γλαβρίωνος ἐγκύμονα, συνῴκισεν αὐτῷ· ἀπέθανε δὲ ἡ κόρη παρὰ τῷ Πομπηΐῳ τίκτουσα.
至少,在意图拉拢大庞培时,他便命令庞培休弃原配之妻,又将斯考鲁斯与自己现任妻子梅特拉所生的女儿埃米莉亚从马尼乌斯·格拉布里奥身边夺走——尽管她当时已怀有身孕——将其改嫁给庞培;然而这位少妇在庞培家中分娩时不幸去世。
Λουκρητίου δὲ Ὀφέλλα τοῦ Μάριον ἐκπολιορκήσαντος αἰτουμένου καὶ μετιόντος ὑπατείαν πρῶτον μὲν ἐκώλυεν ὡς δὲ ἐκεῖνος ὑπὸ πολλῶν σπουδαζόμενος εἰς τὴν ἀγορὰν ἐνέβαλε, πέμψας τινὰ τῶν περὶ αὐτὸν ἑκατονταρχῶν ἀπέσφαξε τὸν ἄνδρα, καθεξόμενος αὐτὸς ἐπὶ βήματος ἐν τῷ Διοσκουρείῳ καὶ τὸν φόνον ἐφορῶν ἄνωθεν, τῶν δὲ ἀνθρώπων τὸν ἑκατοντάρχην συλλαβόντων καὶ προσαγαγόντων τῷ βήματι, σιωπῆσαι κελεύσας τοὺς θορυβοῦντας αὐτὸς ἔφη κελεῦσαι τοῦτο,3 καὶ τὸν ἑκατοντάρχην ἀφεῖναι προσέταξεν.
围困并制服马略的卢克雷提乌斯·奥费拉当时谋求并竞选执政官之职,起初苏拉予以阻止;然而当奥费拉在众多拥趸的狂热簇拥下闯入广场时,苏拉便派遣身边的一名百夫长将此人斩杀,自己则安坐于狄奥斯库洛伊神庙的高坛之上,从上方俯视着这场杀戮。民众抓住了那名百夫长并将他押解至高坛前,苏拉喝令喧哗的人群肃静,宣称正是自己下达了这一命令,并下令将百夫长释放。
- 33.1ἀφελέσθαι βασιλείαν, καὶ ᾧ βούλοιτο χαρίσασθαι
依附于前文名词 ἐξουσία(权力)的不定式从属成分。前面罗列的是属格名词(θανάτου, δημεύσεως 等),至此处句构转为不定式短语(ἀφελέσθαι / χαρίσασθαι)以表达具体的动词性动作。
- 33.2χαριζομένου
属格分词,与 ὥστε 引导的结果从句中的代词属格 αὐτοῦ(他的)保持一致。它充当修饰或伴随成分,具体展开说明苏拉肆意赏赐的专横行为,而非独立的属格独立结构。
- 33.4αὐτὸς ἔφη κελεῦσαι τοῦτο
主格不定式结构(nominativus cum infinitivo)。由于主句动词 ἔφη 的主语与不定式 κελεῦσαι 的逻辑主语一致(皆为苏拉本人),因此没有使用宾格,而是采用主格强调代词 αὐτός(“他亲自宣称是他自己下令的”)。
