- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:32.1-32.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
小马略自刎后,苏拉在普赖内斯特屠杀一万二千人,其宾友拒绝特赦从容赴死;喀提林则借公敌宣告掩盖杀兄罪行,并残杀马尔库斯·马略以报答苏拉。
ἐν τούτῳ δὲ Μάριος μὲν ἁλισκόμενος ἑαυτὸν διέφθειρε, Σύλλας δὲ εἰς Πραινεστὸν ἐλθὼν πρῶτα μὲν ἰδίᾳ κατʼ ἄνδρα κρίνων ἐκόλαζεν, εἶτα ὡς οὐ σχολῆς οὔσης1 πάντας ἀθρόως εἰς ταὐτὸ συναγαγών, μυρίους καὶ δισχιλίους ὄντας, ἐκέλευσεν ἀποσφάττειν, μόνῳ τῷ ξένῳ διδοὺς ἄδειαν. ὁ δὲ εὐγενῶς πάνυ φήσας πρὸς αὐτὸν ὡς οὐδέποτε σωτηρίας χάριν εἴσεται2 τῷ φονεῖ τῆς πατρίδος, ἀναμιχθεὶς ἑκὼν συγκατεκόπη τοῖς πολίταις.
在此期间,小马略在即将被捕之际自刎身亡;苏拉来到普赖内斯特,起初还逐一分别审理惩治,随后以无暇顾及为由,将所有一万二千人聚集到同一处,下令尽数屠杀,仅对自己的宾友一人给予赦免。然而那人极其高尚地对苏拉说,自己绝不会向屠戮祖国的仇敌感激活命之恩,便自愿混入众人之中,与同胞市民一同被乱刀砍死。
ἔδοξε δὲ καινότατον γενέσθαι τὸ περὶ Λεύκιον Κατιλίναν. οὗτος γὰρ οὔπω τῶν πραγμάτων κεκριμένων ἀνῃρηκὼς ἀδελφὸν ἐδεήθη τοῦ Σύλλα τότε προγράψαι τὸν ἄνθρωπον ὡς ζῶντα3 καὶ προεγράφη. τούτου δὲ τῷ Σύλλᾳ χάριν ἐκτίνων Μάρκον τινὰ Μάριον τῶν ἐκ τῆς ἐναντίας στάσεως ἀποκτείνας τὴν μὲν κεφαλὴν ἐν ἀγορᾷ καθεζομένῳ τῷ Σύλλᾳ προσήνεγκε, τῷ δὲ περιρραντηρίῳ τοῦ Ἀπόλλωνος ἐγγὺς ὄντι προσελθὼν ἀπενίψατο τὰς χεῖρας.
而关于卢基乌斯·喀提林之事,则被视为最为骇人听闻的暴行。盖因他在战事尚未分出胜负之时便已弑杀了兄弟,当时他便恳求苏拉将被杀之人当作在世者列入公敌名单;该人遂被列入。为了向苏拉报答此番恩情,他杀死了敌对派别中一个名叫马尔库斯·马略的人,将首级献给正坐于广场之上的苏拉,随后走向附近阿波罗的圣水池洗净了双手。
- 32.1ὡς οὐ σχολῆς οὔσης
由 ὡς 引导的属格绝对结构,表示主句主语(苏拉)的主观理由或托词(“以无暇顾及为由”)。
- 32.1χάριν εἴσεται
短语 χάριν οἶδα(与格,“向某人感恩”)的将来时形式 εἴσομαι,与 οὐδέποτε 连用,表达决不言谢的坚定拒绝态度。
- 32.2ὡς ζῶντα
分词 ζῶντα 与 ὡς 连用,表示假定或托称(“当作还活着一样”),说明其兄弟当时实已遇害,却被假托为在世而补登于公敌名单。
