- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:31.1-31.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述苏拉发布公敌公报(公敌宣告),在全意大利推行无差别的屠戮与财产没收,致使因私仇与图谋资财而引发的杀戮横行。
τοῦ δὲ Σύλλα πρὸς τὸ σφάττειν τραπομένου καὶ φόνων οὔτε ἀριθμὸν οὔτε ὅρον ἐχόντων ἐμπιπλάντος τὴν πόλιν, ἀναιρουμένων πολλῶν καὶ κατʼ ἰδίας ἔχθρας, οἷς οὐδὲν ἦν πρᾶγμα πρὸς Σύλλαν, ἐφιέντος αὐτοῦ καὶ χαριζομένου τοῖς περὶ αὐτόν, ἐτόλμησε τῶν νέων εἷς, Γάϊος Μέτελλος, ἐν τῇ συγκλήτῳ τοῦ Σύλλα πυθέσθαι τί πέρας ἔσται τῶν κακῶν, καὶ ποῖ προελθόντος αὐτοῦ δεῖ πεπαῦσθαι τὰ γινόμενα προσδοκᾶν.1
当苏拉转向屠戮,使城中充斥着既无数额亦无止境的杀戮,许多与苏拉毫无瓜葛之人也因私怨而被处死,而苏拉则放任并迁就其身边之人;此时年轻一辈中的盖乌斯·梅特路斯竟敢在元老院中询问苏拉,这浩劫何时方有止境,以及当他的行径推进到何等地步时,人们方可指望眼前的惨剧得以终止。
παραιτούμεθα γάρ, εἶπεν, οὐχ οὓς σὺ ἔγνωκας ἀναιρεῖν τῆς τιμωρίας, ἀλλὰ τῆς ἀμφιβολίας οὓς ἔγνωκας σώζειν.2 ἀποκριναμένου δὲ τοῦ Σύλλα μηδέπω γινώσκειν οὓς ἀφίησιν, ὑπολαβὼν ὁ Μέτελλος, οὐκοῦν, ἔφη, δήλωσον οὓς μέλλεις κολάζειν. καὶ ὁ Σύλλας ἔφη τοῦτο ποιήσειν.
“因为我们所恳请的,”他说,“并非是免除你决意消灭之人的刑罚,而是消除你决意保留之人的惊疑。” 苏拉回答说尚不知要放过哪些人,梅特路斯接着说: “那么, 请你指明打算惩罚哪些人。” 苏拉答道他会照办。
ἔνιοι δὲ οὐ τὸν Μέτελλον, ἀλλὰ Φουφίδιόν τινα τῶν πρὸς χάριν ὁμιλούντων τῷ Σύλλᾳ τὸ τελευταῖον εἰπεῖν λέγουσιν. ὁ δʼ οὖν Σύλλας εὐθὺς ὀγδοήκοντα προέγραψεν, οὐδενὶ τῶν ἐν τέλει κοινωσάμενος. ἀγανακτούντων δὲ πάντων, μίαν ἡμέραν διαλιπὼν ἄλλους προέγραψεν εἴκοσι καὶ διακοσίους, εἶτα τρίτῃ πάλιν οὐκ ἐλάττους.
然而有人说,说出这最后一句的并非梅特路斯,而是富菲迪乌斯,即阿谀奉承苏拉的一名随从。不论如何,苏拉立即开列了八十人的公敌宣告名单,未曾与任何在职长官商议。众人群情激愤,他隔了一天又宣告了二百二十人,随后第三天宣告的人数同样不少。
ἐπὶ δὲ τούτοις δημηγορῶν εἶπεν ὅσους μεμνημένος τυγχάνοι προγράφειν, τοὺς δὲ νῦν διαλανθάνοντας αὖθις προγράψειν. προέγραψε δὲ τῷ μὲν ὑποδεξαμένῳ καὶ διασώσαντι τὸν προγεγραμμένον, ζημίαν τῆς φιλανθρωπίας ὁρίζων θάνατον, οὐκ ἀδελφόν, οὐχ υἱόν, οὐ γονεῖς ὑπεξελόμενος, τῷ δὲ ἀποκτείναντι γέρας δύο τάλαντα τῆς ἀνδροφονίας, κἂν δοῦλος δεσπότην κἂν πατέρα υἱὸς ἀνέλῃ. ὃ δὲ πάντων ἀδικώτατον ἔδοξε, τῶν γὰρ προγεγραμμένων ἠτίμωσε καὶ υἱοὺς καὶ υἱωνούς, καὶ τὰ χρήματα πάντων ἐδήμευσε.
在此之后向民众发表演说时,苏拉宣称自己想起了多少人便宣告多少人,而如今被遗漏之人日后还会再度宣告。他更下令,凡窝藏并营救被宣告者的人,不论是兄弟、儿子还是父母,概不例外,定以死罪作为仁慈的惩罚;而杀害被宣告者之人,则赐予两塔兰同作为手刃人命的奖赏,即便奴隶杀死主人、儿子杀死父亲亦同此例。然而最令人感到不公的是,他剥夺了被宣告者子孙的公民权,并没收了所有人的财产。
προεγράφοντο δὲ οὐκ ἐν Ῥώμῃ μόνον, ἀλλὰ καὶ ἐν πάσῃ πόλει τῆς Ἰταλίας· καὶ φονευομένων οὔτε ναὸς ἦν καθαρὸς θεοῦ οὔτε ἑστία ξένιος οὔτε οἶκος πατρῷος, ἀλλὰ καὶ παρὰ γυναιξὶ γαμεταῖς ἄνδρες ἐσφάττοντο καὶ παρὰ μητράσι παῖδες. ἦσαν δὲ οἱ διʼ ὀργὴν ἀπολλύμενοι καὶ διʼ ἔχθραν οὐδὲν μέρος τῶν διὰ χρήματα σφαττομένων,3 ἀλλὰ καὶ λέγειν ἐπῄει τοῖς κολάζουσιν ὡς τόνδε μὲν ἀνῄρηκεν οἰκία μεγάλη, τόνδε δὲ κῆπος, ἄλλον ὕδατα θερμά.
被宣告公敌者不仅在罗马,而且在全意大利的每一座城池中皆有;在惨遭屠杀之际,神明的庙宇、接纳宾客的炉灶、祖传的家宅皆不再圣洁,甚至丈夫在结发妻子身旁被屠戮,孩童在母亲身旁被杀害。因愤怒与私仇而死之人,同因钱财而遭屠戮之人相比,简直微不足道;乃至刽子手们也随口戏称,这一个是被豪宅所杀,那一个是被花园所害,另一个则是死于温泉。
Κόϊντος δὲ Αὐρήλιος, ἀνὴρ ἀπράγμων καὶ τοσοῦτον αὐτῷ μετεῖναι τῶν κακῶν νομίζων ὅσον ἄλλοις συναλγεῖν ἀτυχοῦσιν, εἰς ἀγορὰν ἐλθὼν ἀνεγίνωσκε τοὺς προγεγραμμένους· εὑρὼν δὲ ἑαυτόν, οἴμοι τάλας, εἶπε, διώκει με τὸ ἐν Ἀλβανῷ χωρίον. καὶ βραχὺ προελθὼν ὑπό τινος ἀπεσφάγη καταδιώξαντος.
基恩图斯·奥雷利乌斯本是个不过问政事之人,自以为与这些灾难的干系仅限于为不幸者同感悲痛,他走到广场上阅读被宣告者的名单;当发现自己的名字在列时,“哀哉,我命休矣,”他说,“是阿尔巴努姆的庄园在追杀我。” 他刚前行没几步,便被一个追赶而来的人割断了喉咙。
- 31.1ποῖ προελθόντος αὐτοῦ δεῖ πεπαῦσθαι τὰ γινόμενα προσδοκᾶν
在属格独立结构 ποῖ προελθόντος αὐτοῦ 中,代词 αὐτοῦ 在语境中指代苏拉本人(“当他推进到何等地步时”)。完成时不定式 πεπαῦσθαι 作为 προσδοκᾶν 的补足语,表示“指望正在发生的事已经终息”。
- 31.2παραιτούμεθα γάρ... οὐχ οὓς σὺ ἔγνωκας ἀναιρεῖν τῆς τιμωρίας, ἀλλὰ τῆς ἀμφιβολίας οὓς ἔγνωκας σώζειν
动词 παραιτέομαι 支配人的宾格与表示免除对象的夺格性属格(“为某人恳求免除某事”)。前后两分句构成交错配列(chiasmus):前半句先出宾格关系从句(οὓς σὺ ἔγνωκας ἀναιρεῖν)后接属格(τῆς τιμωρίας),后半句则先置属格(τῆς ἀμφιβολίας)再接宾格从句(οὓς ἔγνωκας σώζειν)。
- 31.5οὐδὲν μέρος τῶν διὰ χρήματα σφαττομένων
述语结构 οὐδὲν μέρος εἶναι 连用属格,是希腊语的习用表达,意为“相较于……不过是微不足道的一部分”或“与……相比根本算不上什么”。此处指因仇怨被杀的人数与因贪图财产而被杀者相比微乎其微。
