← 普鲁塔克

苏拉传

§30.1-30.5

安特姆奈降兵与六千人的屠杀

苏拉诱使在安特姆奈投降的敌军自相残杀,随后将包括降卒在内的六千人集中并在元老院议事期间加以屠杀,使罗马人深感新暴政的降临及其权柄下的残暴转变。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

ἤδη δὲ νυκτὸς οὔσης βαθείας ἧκον εἰς τὸ τοῦ Σύλλα στρατόπεδον παρὰ τοῦ Κράσσου δεῖπνον αὐτῷ καὶ τοῖς στρατιώταις μετιόντες· ὡς γὰρ ἐνίκησε τοὺς πολεμίους, εἰς Ἄντεμναν καταδιώξαντες ἐκεῖ κατεστρατοπέδευσαν. ταῦτʼ οὖν πυθόμενος ὁ Σύλλας, καὶ ὅτι τῶν πολεμίων οἱ πλεῖστοι διολώλασιν, ἧκεν εἰς Ἄντεμναν ἅμʼ ἡμέρᾳ, καὶ τρισχιλίων ἐπικηρυκευσαμένων πρὸς αὐτὸν ὑπέσχετο δώσειν τὴν ἀσφάλειαν, εἰ κακόν τι τοὺς ἄλλους ἐργασάμενοι πολεμίους1 ἔλθοιεν πρὸς αὐτόν.

夜已深沉,克拉苏派人来到苏拉的营寨,为自己和士兵们领取晚餐;原来克拉苏在击溃敌军后,将他们一路追剿至安特姆奈,并在那里安营扎寨。苏拉得知此事,又知晓敌军大部已遭覆灭,便在破晓时分赶赴安特姆奈。当三千名敌兵派使者向他请降时,苏拉许诺,如果他们先对其余的敌人施加伤害然后再前来投奔,就赐予他们人身安全。

§30.2

οἱ δὲ πιστεύσαντες ἐπέθεντο τοῖς λοιποῖς, καὶ πολλοὶ κατεκόπησαν ὑπʼ ἀλλήλων. οὐ μὴν ἀλλὰ καὶ τούτους καὶ τῶν ἄλλων τοὺς περιγενομένους εἰς ἑξακισχιλίους ἀθροίσας παρὰ τὸν ἱππόδρομον, ἐκάλει τὴν σύγκλητον εἰς τὸ τῆς Ἐνυοῦς ἱερόν. ἅμα δʼ αὐτός τε λέγειν ἐνήρχετο καὶ κατέκοπτον οἱ τεταγμένοι τοὺς ἑξακισχιλίους.

那些人信以为真,便向其余的人发起袭击,许多人自相残杀而死。然而,苏拉将这些人以及其他余众聚拢起来,约有六千人,集中在赛马场旁,同时召集元老院议员到厄倪俄的神庙中议事。就在他开始发表讲话的同一时刻,受命的士兵们动手屠杀这六千人。

§30.3

κραυγῆς δέ, ὡς εἰκός, ἐν χωρίῳ μικρῷ τοσούτων σφαττομένων φερομένης καὶ τῶν συγκλητικῶν ἐκπλαγέντων, ὥσπερ ἐτύγχανε λέγων ἀτρέπτῳ καὶ καθεστηκότι τῷ προσώπῳ προσέχειν ἐκέλευσεν αὐτοὺς τῷ λόγῳ, τὰ δʼ ἔξω γινόμενα μὴ πολυπραγμονεῖν νουθετεῖσθαι γὰρ αὐτοῦ κελεύσαντος ἐνίους τῶν πονηρῶν.

在狭小的场地中屠戮如此之多的人,惨叫之声四溢,这是极其自然的;元老们惊恐万状,而苏拉面不改色,容颜泰然自若,依原样继续讲话,并命令他们专心听讲,不要对外面发生的事多管闲事;因为他说,这是依他的旨意在惩治某些恶徒。

§30.4

τοῦτο καὶ τῷ βραδυτάτῳ Ῥωμαίων νοῆσαι παρέστησεν ὡς ἀλλαγὴ τὸ χρῆμα τυραννίδος, οὐκ ἀπαλλαγὴ γέγονε.2 Μάριος μὲν οὖν ἀπʼ ἀρχῆς χαλεπὸς ὢν ἐπέτεινεν, οὐ μετέβαλε τῇ ἐξουσίᾳ τὴν φύσιν Σύλλας δὲ μετρίως τὰ πρῶτα καὶ πολιτικῶς ὁμιλήσας τῇ τύχῃ καὶ δόξαν ἀριστοκρατικοῦ καὶ δημωφελοῦς ἡγεμόνος παρασχών, ἔτι δὲ καὶ φιλόγελως ἐκ νέου γενόμενος καὶ πρὸς οἶκτον ὑγρός, ὥστε ῥᾳδίως ἐπιδακρύειν, εἰκότως προσετρίψατο ταῖς μεγάλαις ἐξουσίαις διαβολὴν ὡς τὰ ἤθη μένειν οὐκ ἐώσαις3 ἐπὶ τῶν ἐξ ἀρχῆς τρόπων, ἀλλʼ ἔμπληκτα καὶ χαῦνα καὶ ἀπάνθρωπα ποιούσαις. τοῦτο μὲν οὖν εἴτε κίνησίς ἐστι καὶ μεταβολὴ φύσεως ὑπὸ τύχης, εἴτε μᾶλλον ὑποκειμένης ἀποκάλυψις ἐν ἐξουσίᾳ κακίας, ἑτέρα τις ἂν διορίσειε πραγματεία.

这一幕使最迟钝的罗马人也意识到,如今的情势不过是暴政的轮替,而非暴政的解脱。马略原本自始至终便是严苛狠厉之人,他只是因权柄强化了本性,而并未改变性情;然而苏拉起初对待命运尚知节制且深具公民风范,给人以注重贵族利益又造福公众的领袖声誉,加之他自青年时期便生性风趣好笑,且极易动恻隐之情,乃至随时会落泪,因此他理所当然地使最高权柄承受了一种恶名——即大权不会任由人的品格保留最初的做派,反会使其变得狂躁、虚浮且泯灭人性。然而,这究竟是命运所导致的人性激变与转化,抑或更是在大权之下原先隐伏的恶念之揭露,则有待另一篇论著去详加裁断了。

语法注3 条
  1. 30.1κακόν τι τοὺς ἄλλους ἐργασάμενοι πολεμίους

    动词 ἐργάζομαι 带双宾格的用法:受害对象取宾格(τοὺς ἄλλους πολεμίους),行为动作取内宾格(κακόν τι),意为“对其余的敌人施加某种伤害”。

  2. 30.4ὡς ἀλλαγὴ τὸ χρῆμα τυραννίδος, οὐκ ἀπαλλαγὴ γέγονε

    τὸ χρῆμα(“这一事态”)是 γέγονε 的主语,嵌入表语名词 ἀλλαγή 与属格 τυραννίδος 之间,而属格 τυραννίδος 同时受 ἀλλαγή 与 ἀπαλλαγή 支配。同时,句中运用了 ἀλλαγή(更迭、交换)与 ἀπαλλαγή(脱离、摆脱)之间的双关押韵与对比修辞。

  3. 30.5ὡς τὰ ἤθη μένειν οὐκ ἐώσαις

    小词 ὡς 引导的分词结构,其与格分词 ἐώσαις 与 ποιούσαις 在性、数、格上同前面的与格名词短语 ταῖς μεγάλαις ἐξουσίαις 一致,用以表达非难(διαβολήν)的主观具体内容(“指控大权不许……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:30.1-30.5