← 普鲁塔克

苏拉传

§29.1-29.8

科利纳门之战与苏拉左翼的溃败

萨谟奈将领特勒西努斯夜行军直逼罗马科利纳门城下。苏拉赶来救援,不顾部将关于士卒疲惫的劝阻断然开战,结果左翼溃败,苏拉险遭不测,败退回营。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

τὸν μέντοι τελευταῖον ἀγῶνα καθάπερ ἔφεδρος ἀθλητῇ καταπόνῳ προσενεχθεὶς1 ὁ Σαυνίτης Τελεσῖνος ἐγγὺς ἦλθε τοῦ σφῆλαι καὶ καταβαλεῖν2 ἐπὶ θύραις τῆς Ῥώμης. ἔσπευδε μὲν γὰρ ἅμα Λαμπωνίῳ τῷ Λευκανῷ χεῖρα πολλὴν ἀθροίσας ἐπὶ Πραινεστὸν ὡς ἐξαρπασόμενος τῆς πολιορκίας τὸν Μάριον· ἐπεὶ δὲ ᾔσθετο Σύλλαν μὲν κατὰ στόμα, Πομπήϊον δὲ κατʼ οὐρὰν βοηδρομοῦντας ἐπʼ αὐτόν, εἰργόμενος τοῦ πρόσω καὶ ὀπίσω πολεμιστὴς ἀνὴρ καὶ μεγάλων ἀγώνων ἔμπειρος ἄρας νυκτὸς ἐπʼ αὐτὴν ἐχώρει παντὶ τῷ στρατοπέδῳ τὴν Ῥώμην. καὶ μικροῦ μὲν ἐδέησεν ἐμπεσεῖν εἰς ἀφύλακτον ἀποσχὼν δὲ τῆς Κολλίνης πύλης δέκα σταδίους ἐπηυλίσατο τῇ πόλει, μεγαλοφρονῶν καὶ ταῖς ἐλπίσιν ἐπηρμένος ὡς τοσούτους ἡγεμόνας καὶ τηλικούτους κατεστρατηγηκώς.

然而在最后的决战中,萨谟奈人特勒西努斯有如一名后备勇士骤然扑向已疲惫不堪的竞技者,几乎在罗马的城门前将苏拉绊倒并击溃。原来,他此前与卢卡尼亚人兰波尼乌斯纠集了大批人马,正急驰普莱内斯特,意图将马略从围困中解救出来;但当他得知苏拉迎面奔袭而来、庞培又从后方截击时,这位身经百战、长于大战役的勇士在前无去路、后有追兵的情况下,乘夜拔营起兵,率全军直扑罗马本身。他险些杀入一座毫无防备的城池,在距科利纳门仅十斯塔德处,他在城前扎下营盘,因自忖用谋略战胜了如此之多且如此显赫的将领而心高气傲、满怀希望。

§29.3

ἅμα δʼ ἡμέρᾳ τῶν λαμπροτάτων νέων ἐξιππασαμένων ἐπʼ αὐτὸν ἄλλους τε πολλοὺς καὶ Κλαύδιον Ἄππιον, εὐγενῆ καὶ ἀγαθὸν ἄνδρα, κατέβαλε, θορύβου δʼ, οἷον εἰκός, ὄντος ἐν τῇ πόλει καὶ βοῆς γυναικείας καὶ διαδρομῶν ὡς ἁλισκομένων κατὰ κράτος, πρῶτος ὤφθη Βάλβος ἀπὸ Σύλλα προσελαύνων ἀνὰ κράτος ἱππεῦσιν ἑπτακοσίοις. διαλιπὼν δὲ ὅσον ἀναψῦξαι τὸν ἱδρῶτα τῶν ἵππων, εἶτʼ αὖθις ἐγχαλινώσας διὰ ταχέων ἐξήπτετο τῶν πολεμίων.

黎明时分,城中最出众的青年贵族策马杀向他,特勒西努斯斩杀了出身高贵且勇猛刚毅的阿庇乌斯·克劳狄乌斯以及许多其他人。城中自然陷入了一片混乱,妇女啼哭,人马奔突,犹如城池即将被强攻攻陷一般;这时,巴尔布斯率领七百名骑兵从苏拉那里全速疾驰而至,率先映入眼帘。他仅稍作停歇,使战马收汗,随后便再度套紧缰绳,迅速扑向敌人。

§29.4

ἐν τούτῳ δὲ καὶ Σύλλας ἐφαίνετο· καὶ τοὺς πρώτους εὐθὺς ἀριστᾶν κελεύων εἰς τάξιν καθίστη. πολλὰ δὲ Δολοβέλλα καὶ Τουρκουάτου δεομένων ἐπισχεῖν καὶ μὴ κατακόπους ἔχοντα τοὺς ἄνδρας ἀποκινδυνεῦσαι περὶ τῶν ἐσχάτων οὐ γὰρ Κάρβωνα καὶ Μάριον, ἀλλὰ Σαυνίτας καὶ Λευκανούς, τὰ ἔχθιστα τῇ Ῥώμῃ καὶ τὰ πολεμικώτατα φῦλα, συμφέρεσθαι,3 παρωσάμενος αὐτοὺς ἐκέλευσε σημαίνειν τὰς σάλπιγγας ἀρχὴν ἐφόδου, σχεδὸν εἰς ὥραν δεκάτην ἤδη τῆς ἡμέρας καταστρεφούσης.

在此期间,苏拉也赶到了现场;他命令前队立即进餐,同时部署阵列。多拉贝拉与托尔夸托斯极力恳求他暂缓进军,不要在士兵们精疲力竭之时孤注一掷;因为他们提醒道,如今与之交锋的并非卡尔博与马略,而是萨谟奈人与卢卡尼亚人——对罗马最怀敌意、最勇悍善战的部族。然而苏拉将二人推开,下令吹响号角发起冲锋,此时天色已倾斜向将近第十个时辰。

§29.5

γενομένου δὲ ἀγῶνος, οἷος οὐχ ἕτερος, τὸ μὲν δεξιόν, ἐν ᾧ Κράσσος ἐτέτακτο, λαμπρῶς ἐνίκα, τῷ δὲ εὐωνύμῳ πονοῦντι καὶ κακῶς ἔχοντι Σύλλας παρεβοήθει, λευκὸν ἵππον ἔχων θυμοειδῆ καὶ ποδωκέστατον ἀφʼ οὗ γνωρίσαντες αὐτὸν δύο τῶν πολεμίων διετείνοντο τὰς λόγχας ὡς ἀφήσοντες. αὐτὸς μὲν οὖν οὐ προενόησε, τοῦ δʼ ἱπποκόμου μαστίξαντος τὸν ἵππον ἔφθη παρενεχθεὶς τοσοῦτον ὅσον περὶ τὴν οὐρὰν τοῦ ἵππου τὰς αἰχμὰς συμπεσούσας εἰς τὴν γῆν παγῆναι.4

战斗爆发后,惨烈程度无出其右;克拉苏所率领的右翼大获全胜,而苏拉则亲自驰援陷入苦战、岌岌可危的左翼。他骑着一匹性情桀骜且奔驰如飞的白马,两名敌兵据此认出了他,正举矛瞄准,准备投掷。苏拉本人事先毫无察觉,但他的马夫猛抽战马一鞭,战马飞驰向前,使两支矛尖相撞落地并刺入泥土之处恰好在马尾附近,险险避开。

§29.6

λέγεται δὲ ἔχων τι χρυσοῦν Ἀπόλλωνος ἀγαλμάτιον ἐκ Δελφῶν ἀεὶ μὲν αὐτὸ κατὰ τὰς μάχας περιφέρειν ἐν τῷ κόλπῳ, ἀλλὰ καὶ τότε τοῦτο καταφιλεῖν οὕτω δὴ λέγων· ὦ Πύθιε Ἄπολλον, τὸν εὐτυχῆ Σύλλαν Κορνήλιον ἐν τοσούτοις ἀγῶσιν ἄρας λαμπρὸν καὶ μέγαν ἐνταῦθα ῥίψεις ἐπὶ θύραις τῆς πατρίδος ἀγαγών, αἴσχιστα τοῖς ἑαυτοῦ συναπολούμενον πολίταις;

据说苏拉随身带着一尊来自德尔斐的阿波罗小金像,在战场上总是将其揣在胸前,而此刻他更亲吻着神像如此呼喊: “皮托的阿波罗啊,你曾在无数争战中将幸运的科尔内利乌斯·苏拉抬升得光彩夺目且威名远扬,难道如今将他带到祖国的门前,就是为了将他抛弃在此,让他与本邦公民一道极其可耻地灭亡吗?”

§29.7

τοιαῦτά φασι τὸν Σύλλαν θεοκλυτοῦντα τοὺς μὲν ἀντιβολεῖν, τοῖς δὲ ἀπειλεῖν, τῶν δὲ ἐπιλαμβάνεσθαι· τέλος δὲ τοῦ εὐωνύμου συντριβέντος ἀναμιχθέντα τοῖς φεύγουσιν εἰς τὸ στρατόπεδον καταφυγεῖν, πολλοὺς ἀποβαλόντα τῶν ἑταίρων καὶ γνωρίμων, οὐκ ὀλίγοι δὲ καὶ τῶν ἐκ τῆς πόλεως ἐπὶ θέαν προελθόντες ἀπώλοντο καὶ κατεπατήθησαν, ὥστε τὴν μὲν πόλιν οἴεσθαι διαπεπρᾶχθαι, παρʼ ὀλίγον δὲ καὶ τὴν Μαρίου πολιορκίαν λυθῆναι, πολλῶν ἐκ τῆς τροπῆς ὠσαμένων ἐκεῖ καὶ τὸν ἐπὶ τῇ πολιορκίᾳ τεταγμένον Ὀφέλλαν Λουκρήτιον ἀναζευγνύναι κατὰ τάχος κελευόντων, ὡς ἀπολωλότος τοῦ Σύλλα καὶ τῆς Ῥώμης ἐχομένης ὑπὸ τῶν πολεμίων.

据说苏拉如此呼告神明,对有的人央求,对有的人威吓,又揪住有的人;但最终左翼被彻底击溃,他被卷入逃兵的人流中逃回营寨,损失了许多袍泽与相识。城中出来观战的人也有不少被杀害并践踏致死,以致人们以为罗马城已彻底陷落,而对马略的包围也几乎被放弃——因为许多溃兵奔逃至该地,催促负责围城的卢克雷提乌斯·奥费拉火速拔营撤离,声称苏拉已死,罗马已被敌军占领。

语法注4 条
  1. 29.1καθάπερ ἔφεδρος ἀθλητῇ καταπόνῳ προσενεχθεὶς

    引自竞技比赛的比喻:轮空或保留到下一轮的新鲜选手(ἔφεδρος)迎战前一轮中已精疲力竭的对手(ἀθλητῇ καταπόνῳ)。分词 προσενεχθείς 与句子的主语 ὁ Σαυνίτης Τελεσῖνος 保持一致。

  2. 29.1ἐγγὺς ἦλθε τοῦ σφῆλαι καὶ καταβαλεῖν

    表示“几乎、险些做出某事”的句式,ἐγγὺς ἦλθε 后接带属格冠词的不定式 τοῦ σφῆλαι καὶ καταβαλεῖν。动词的宾语在语境中指代苏拉。

  3. 29.4οὐ γὰρ Κάρβωνα καὶ Μάριον, ἀλλὰ Σαυνίτας καὶ Λευκανούς, τὰ ἔχθιστα τῇ Ῥώμῃ καὶ τὰ πολεμικώτατα φῦλα, συμφέρεσθαι

    承接前文 δεομένων(恳求、规劝)的间接引语“对格加不定式”结构,转述多拉贝拉与托尔夸托斯提出的理由:此时与之交锋(συμφέρεσθαι)的并非卡尔博和马略,而是萨谟奈人与卢卡尼亚人。

  4. 29.5ἔφθη παρενεχθεὶς τοσοῦτον ὅσον περὶ τὴν οὐρὰν τοῦ ἵππου τὰς αἰχμὰς συμπεσούσας εἰς τὴν γῆν παγῆναι

    由 φθάνω 加补充性分词(ἔφθη παρενεχθείς,“抢先冲到了前方”)配合表示结果的相关从句 τοσοῦτον ὅσον 加不定式(παγῆναι)构成,生动表现出千钧一发之势:他仅仅刚好抢前了一小段距离,以至于两柄长矛相撞刺入泥土的位置恰在马尾周围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:29.1-29.8