← 普鲁塔克

苏拉传

§2.1-2.4

苏拉的相貌纵乐生活与继承遗产

本段记述了苏拉青蓝色的厉目与红白斑驳的特殊面貌、自青年至执政始终不绝的与戏子伶人的纵乐游宴,以及通过情妇与继母的遗产获得最初资产的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

τοῦ δὲ σώματος αὐτοῦ τὸ μὲν ἄλλο εἶδος ἐπὶ τῶν ἀνδριάντων φαίνεται, τὴν δὲ τῶν ὀμμάτων γλαυκότητα δεινῶς πικρὰν καὶ ἄκρατον οὖσαν ἡ χρόα τοῦ προσώπου φοβερωτέραν ἐποίει προσιδεῖν. ἐξήνθει γὰρ τὸ ἐρύθημα τραχὺ καὶ σποράδην καταμεμιγμένον τῇ λευκότητι· πρὸς ὃ καὶ τοὔνομα λέγουσιν αὐτῷ γενέσθαι τῆς χρόας ἐπίθετον, καὶ τῶν Ἀθήνησι γεφυριστῶν ἐπέσκωψέ τις εἰς τοῦτο ποιήσας· "συκάμινόν ἐσθʼ ὁ Σύλλας ἀλφίτῳ πεπασμένον."

关于他的体态容貌,其余部分见于其雕像,但他双眼那种极其锐利逼人的青灰色,由于面部的肤色而显得更加令人望而生畏。因为红斑粗糙而零星地散布并混合在苍白之中泛发出来;据说他的名字也是因其肤色而得来的绰号,雅典的一位桥头嘲弄者甚至作诗以此讥讽他: “苏拉是撒了麦粉的桑葚。”

§2.2

τοῖς δὲ τοιούτοις τῶν τεκμηρίων οὐκ ἄτοπόν ἐστι χρῆσθαι περὶ ἀνδρός, ὃν οὕτω φιλοσκώμμονα φύσει γεγονέναι λέγουσιν, ὥστε νέον μὲν ὄντα καὶ ἄδοξον ἔτι μετὰ μίμων καὶ γελωτοποιῶν διαιτᾶσθαι καὶ συνακολασταίνειν, ἐπεὶ δὲ κύριος ἁπάντων κατέστη, συναγαγόντα τῶν ἀπὸ σκηνῆς καὶ θεάτρου τοὺς ἰταμωτάτους ὁσημέραι πίνειν καὶ διαπληκτίζεσθαι τοῖς σκώμμασι, τοῦ τε γήρως ἀωρότερα πράττειν δοκοῦντα καὶ πρὸς τῷ καταισχύνειν τὸ ἀξίωμα τῆς ἀρχῆς πολλὰ τῶν δεομένων ἐπιμελείας προϊέμενον.

对于这样一个据说生性极喜戏谑的人,引用这类的证据并无不合体统之处:他在年轻且尚无名气之时,便与滑稽杂耍演员和小丑们混居同处,一起放荡不羁;及至成为主宰一切的统治者后,他又召集舞台和剧场中最轻浮放肆之辈,每日痛饮并相互以嘲谑交锋,行事被认为与他的高龄极不相称,不仅有辱统治者的尊严,更荒废了诸多亟待料理的公务。

§2.3

οὐ γὰρ ἦν τῷ Σύλλᾳ περὶ δεῖπνον ὄντι χρήσασθαι σπουδαῖον οὐδέν,1 ἀλλʼ ἐνεργὸς ὢν καὶ σκυθρωπότερος παρὰ τὸν ἄλλον χρόνον, ἀθρόαν ἐλάμβανε μεταβολὴν ὁπότε πρῶτον ἑαυτὸν εἰς συνουσίαν καταβάλοι καὶ πότον, ὥστε μιμῳδοῖς καὶ ὀρχησταῖς τιθασὸς εἶναι καὶ πρὸς πᾶσαν ἔντευξιν ὑποχείριος καὶ κατάντης. ταύτης δὲ τῆς ἀνέσεως ἔοικε γεγονέναι νόσημα καὶ ἡ πρὸς τοὺς ἔρωτας εὐχέρεια2 καὶ ῥύσις αὐτοῦ τῆς φιληδονίας, ἧς οὐδὲ γηράσας ἐπαύσατο, Μητροβίου δὲ τῶν ἀπὸ σκηνῆς τινος ἐρῶν διετέλεσεν ἔτι νέος ὤν. καὶ συνήντησεν αὐτῷ τὸ τοιοῦτον ἀρξάμενος γὰρ ἐρᾶν κοινῆς μέν, εὐπόρου δὲ γυναικός, ὄνομα Νικοπόλεως, καὶ διὰ συνήθειαν καὶ χάριν, ἣν ἀφʼ ὥρας εἶχεν, εἰς ἐρωμένου σχῆμα περιελθών, ἀπελείφθη κληρονόμος3 ὑπὸ τῆς ἀνθρώπου τελευτώσης. ἐκληρονόμησε δὲ καὶ τὴν μητρυιάν, ἀγαπηθεὶς ὥσπερ υἱὸς ὑπʼ αὐτῆς· καὶ μετρίως μὲν ἀπὸ τούτων εὐπόρησεν.

因为在苏拉宴饮之时,绝无可能就任何严肃之事与他打交道;他平日虽精明干练且略显阴郁,可一旦投身于交际与饮宴,便会骤然改变,以致对滑稽歌舞艺人和舞蹈演员驯顺之至,对任何请求都唯命是从、俯首顺从。而从这种纵弛中衍生出的宿疾,似乎就是他沉溺情欲的放任与对享乐的倾倒,即便到了垂暮之年,他也未曾罢休。他自年轻时起便一直钟爱舞台伶人之一麦特罗比乌斯。接着发生了一件这样的事:他起初爱上一位身为娼妓却十分富有的女子,名叫尼科波利斯;由于两人过从甚密,加之他凭借年轻美貌所拥有的魅力,他转而处于被爱慕者的地位,并在这位妇人去世时被指定为继承人。他又被继母视如己出般疼爱,因而继承了继母的家产;依靠这些财源,他获得了中等的家资。

语法注3 条
  1. 2.3οὐ γὰρ ἦν τῷ Σύλλᾳ περὶ δεῖπνον ὄντι χρήσασθαι σπουδαῖον οὐδέν

    此句为无人称句式 οὐκ ἦν(=οὐκ ἐξῆν)+ 不定式(χρήσασθαι),意为“不可能……”。动词 χράομαι 在支配与格补语(τῷ Σύλλᾳ,“与苏拉打交道”)的同时,又以中性形容词/代词 σπουδαῖον οὐδέν 作内部宾格(副词性宾格)。

  2. 2.3ταύτης δὲ τῆς ἀνέσεως ἔοικε γεγονέναι νόσημα καὶ ἡ πρὸς τοὺς ἔρωτας εὐχέρεια

    句子的核心骨架为主语 ἡ... εὐχέρεια(以及后文的 καὶ ῥύσις),表语名词为 νόσημα,ἔοικε γεγονέναι 构成谓语(“似乎成为了……”)。属格 ταύτης τῆς ἀνέσεως 为表示来源或所属的属格,修饰 νόσημα,意为“源于这种放纵的痼疾”。

  3. 2.4ἀρξάμενος γὰρ ἐρᾶν κοινῆς μέν, εὐπόρου δὲ γυναικός... ἀπελείφθη κληρονόμος

    整句的主要谓语动词是被动语态 ἀπελείφθη(“被留为……”,主格名词 κληρονόμος 作主语补足语)。修饰主语(苏拉)的两个分词 ἀρξάμενος 与 περιελθών 前后呼应,依次交代了他与尼科波利斯结识以及关系深化的过程与原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:2.1-2.4