← 普鲁塔克

苏拉传

§28.1-28.8

诱降西庇阿大军与击溃小马略

苏拉以诱敌之计招降了执政官西庇阿的整支军队,随后在西格尼亚附近以突袭彻底击溃小马略部,并将其围困在普莱内斯特。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

ὁ δὲ Σύλλας ἔτι πολλοῖς στρατοπέδοις καὶ μεγάλαις δυνάμεσι περικεχυμένους αὐτῷ τοὺς πολεμίους ὁρῶν πανταχόθεν ἥπτετο δυνάμει καὶ διʼ ἀπάτης, προκαλούμενος εἰς διαλύσεις τὸν ἕτερον τῶν ὑπάτων Σκηπίωνα.

苏拉见敌方仍以众多的营寨和庞大的兵力包围着自己,便在各方同时诉诸武力与诡计,向另一位执政官西庇阿提出和谈之议。

§28.2

δεξαμένου δʼ ἐκείνου σύλλογοι μὲν ἐγίνοντο καὶ κοινολογίαι πλείονες, ἀεὶ δέ τινα παραγωγὴν καὶ πρόφασιν ἐμβάλλων ὁ Σύλλας διέφθειρε τοὺς περὶ Σκηπίωνα τοῖς ἑαυτοῦ στρατιώταις, ἠσκημένοις πρὸς ἀπάτην καὶ γοητείαν ἅπασαν ὥσπερ αὐτὸς ὁ ἡγεμών. εἰσιόντες γὰρ εἰς τὸν χάρακα τῶν πολεμίων καὶ ἀναμιγνυμένοι τοὺς μὲν εὐθὺς ἀργυρίῳ, τοὺς δὲ ὑποσχέσεσι, τοὺς δὲ κολακεύοντες καὶ ἀναπείθοντες προσήγοντο.

在西庇阿接受之后,双方举行了多次会晤与交谈;但苏拉总是抛出种种拖延手段与借口,通过自己的士兵去腐蚀西庇阿的手下,这些士兵正如其统帅本人一样,精通各种欺骗与蛊惑之术。因为他们进入敌人的壁垒与对方混杂在一起,有的当场施以金钱,有的许以重诺,有的则通过奉承与劝诱,将敌兵拉拢了过去。

§28.3

τέλος δὲ τοῦ Σύλλα μετὰ σπειρῶν εἴκοσι προσελθόντος ἐγγὺς οἱ μὲν ἠσπάσαντο τοὺς τοῦ Σκηπίωνος, οἱ δὲ ἀντασπασάμενοι προσεχώρησαν ὁ δὲ Σκηπίων ἔρημος ἐν τῇ σκηνῇ ληφθεὶς ἠφείθη, Σύλλας δὲ ταῖς εἴκοσι σπείραις ὥσπερ ἠθάσιν ὄρνισι τεσσαράκοντα τὰς τῶν πολεμίων παλεύσας ἀπήγαγεν εἰς τὸ στρατόπεδον ἅπαντας, ὅτε καὶ Κάρβωνά φασιν εἰπεῖν ὡς ἀλώπεκι καὶ λέοντι πολεμῶν ἐν τῇ Σύλλα ψυχῇ κατοικοῦσιν ὑπὸ τῆς ἀλώπεκος ἀνιῷτο μᾶλλον.

最后,当苏拉率领二十个连队逼近时,他的兵士向西庇阿的部队致意,而后者回礼后便直接归顺了过来。西庇阿在营帐中孤身被擒后获释,而苏拉则用自己的二十个连队宛如诱鸟一般,将敌方整整四十个连队诱捕并全部带回了自己的营寨;据说卡尔博当时曾言,在与盘踞在苏拉灵魂中的狐狸和狮子搏斗时,自己被那只狐狸折磨得更甚。

§28.4

ἐκ τούτου περὶ Σίγνιον Μάριος ὀγδοήκοντα καὶ πέντε σπείρας ἔχων προὐκαλεῖτο Σύλλαν. ὁ δὲ καὶ πάνυ πρόθυμος ἦν διαγωνίσασθαι κατʼ ἐκείνην τὴν ἡμέραν ἐτύγχανε γὰρ ὄψιν ἑωρακὼς τοιάνδε κατὰ τοὺς ὕπνους. ἐδόκει τὸν γέροντα Μάριον τεθνηκότα πάλαι τῷ παιδὶ Μαρίῳ παραινεῖν1 φυλάξασθαι τὴν ἐπιοῦσαν ἡμέραν ὡς μεγάλην αὐτῷ δυστυχίαν φέρουσαν. διὰ τοῦτο μὲν δὴ πρόθυμος ὁ Σύλλας ἦν μάχεσθαι, καὶ μετεπέμπετο τὸν Δολοβέλλαν ἄπωθεν στρατοπεδεύοντα.

此后,在西格尼亚附近,小马略率领八十五个连队向苏拉挑战。苏拉极其渴望就在那一天决一胜负,因为他恰好在睡梦中见到了这样的景象:早已死去的老马略似乎正在劝诫其子小马略,要防范接下来的这一天,因为这天会给他带来巨大的灾祸。正是为此,苏拉急切盼望交战,并派人去召集在远处扎营的多拉贝拉。

§28.5

τῶν δὲ πολεμίων ἐφισταμένων ταῖς ὁδοῖς καὶ ἀποφραττόντων οἱ τοῦ Σύλλα προσμαχόμενοι καὶ ὁδοποιοῦντες ἔκαμνον καὶ πολὺς ὄμβρος ἅμα τοῖς ἔργοις ἐπιγενόμενος μᾶλλον ἐκάκωσεν αὐτούς, ὅθεν οἱ ταξίαρχοι προσιόντες τῷ Σύλλᾳ ἐδέοντο τὴν μάχην ἀναβαλέσθαι, δεικνύντες ἅμα τοὺς στρατιώτας ἐρριμμένους ὑπὸ κόπου καὶ προσαναπαυομένους χαμᾶζε τοῖς θυρεοῖς κεκλιμένοις.

然而,由于敌军把守并切断了道路,苏拉的部队一边战斗一边筑路,疲惫不堪;加之在劳作之时又下起了倾盆暴雨,使他们更为苦不堪言,于是百夫长们走向苏拉,请求推迟交战,并指着士兵们因疲劳而瘫倒在地、斜倚着盾牌稍事休息的景象给他看。

§28.6

ἐπεὶ δὲ συνεχώρησεν ἄκων καὶ πρόσταγμα καταζεύξεως ἔδωκεν, ἀρχομένων αὐτῶν τὸν χάρακα βάλλειν καὶ τάφρον ὀρύσσειν πρὸ τῆς στρατοπεδείας, ἐπήλαυνε σοβαρῶς ὁ Μάριος προϊππεύων ὡς ἀτάκτους καὶ τεθορυβημένους διασκεδάσων. ἐνταῦθα τῷ Σύλλᾳ τὴν κατὰ τοὺς ὕπνους φωνὴν ὁ δαίμων συνετέλει. ὀργὴ γὰρ αὐτοῦ τοῖς στρατιώταις παρέστη,2 καὶ παυσάμενοι τῶν ἔργων τοὺς μὲν ὑσσοὺς κατέπηξαν ἐπὶ τῇ τάφρῳ, σπασάμενοι δὲ τὰ ξίφη καὶ συναλαλάξαντες ἐν χερσὶν ἦσαν τῶν πολεμίων.

当苏拉勉强同意并下达宿营扎寨的命令时,正值他们开始在宿营地前立桩筑栅、挖掘壕沟之际,小马略神气活现地策马率先杀来,企图将这支秩序混乱且惶恐不安的军队一举冲散。此时,神力为苏拉应验了梦中的声音。因为士兵们当即怒火中烧,放下手中的工事,将标枪插在壕沟旁,拔出利剑,齐声呐喊,瞬间与敌人短兵相接。

§28.7

οἱ δὲ οὐ πολὺν ὑπέστησαν χρόνον, ἀλλὰ γίνεται πολὺς φόνος αὐτῶν τραπέντων. Μάριος δὲ φεύγων εἰς Πραινεστὸν ἤδη τὰς πύλας εὗρε κεκλειμένας· καλωδίου δὲ ἄνωθεν ἀφεθέντος ἐνζώσας ἑαυτὸν ἀνελήφθη πρὸς τὸ τεῖχος, ἔνιοι δέ φασιν, ὧν καὶ Φαινεστέλλας ἐστίν, οὐδὲ αἰσθέσθαι τῆς μάχης τὸν Μάριον, ἀλλʼ ἐξ ἀγρυπνιῶν καὶ κόπων ὑπὸ σκιᾷ τινι χαμαὶ κατακλινέντα τοῦ συνθήματος δοθέντος ἐνδοῦναι πρὸς ὕπνον, εἶτα μόλις ἐξεγείρεσθαι τῆς φυγῆς γενομένης.

敌军并未抵挡多久,甫一溃退便遭到了极大的杀戮。小马略逃往普莱内斯特,发现城门早已关闭;但上方垂下一根绳索,他将自己绑住后被吊上了城墙。不过有些人(其中包括费内斯特拉)声称,小马略甚至根本没有察觉到这场战斗,而是因连日失眠与劳累,在发出战斗口令后便躺在阴凉处的地面上昏睡过去,直到溃败发生时才勉强被唤醒。

§28.8

ἐν ταύτῃ τῇ μάχῃ Σύλλας φησὶν εἰκοσιτρεῖς μόνους ἀποβαλεῖν, ἀποκτεῖναι δὲ τῶν πολεμίων δισμυρίους καὶ λαβεῖν ζῶντας ὀκτακισχιλίους. καὶ τἆλλα δὲ ὁμοίως εὐτυχεῖτο διὰ τῶν στρατηγῶν, Πομπηΐου, Κράσσου, Μετέλλου, Σερουϊλίου. οὐδὲν γὰρ ἢ μικρὰ προσκρούσαντες οὗτοι μεγάλας συνέτριψαν δυνάμεις τῶν πολεμίων, ὥστε τὸν μάλιστα τὴν ἐναντίαν στάσιν συνέχοντα Κάρβωνα νύκτωρ ἀποδράντα τὴν ἑαυτοῦ στρατιὰν3 εἰς Λιβύην ἐκπλεῦσαι.

在这场战斗中,苏拉自称仅损失了二十三人,却斩杀敌军两万人,生擒八千人。而在其他战线上,他也同样通过麾下的将领庞培、克拉苏、梅特路斯和塞维利乌斯获得了胜利。这些人几乎没有遭受任何挫折,彻底粉碎了敌军的大量兵力,以致最力撑反对派势力的卡尔博只得在夜色中弃军潜逃,扬帆出海逃往阿非利加。

语法注3 条
  1. 28.4ἐδόκει τὸν γέροντα Μάριον τεθνηκότα πάλαι τῷ παιδὶ Μαρίῳ παραινεῖν

    此处按非人称用法理解,由 ἐδόκει 统领其后的宾格与不定词从句(τὸν γέροντα Μάριον... παραινεῖν),意为“(苏拉觉得)老马略似乎正在劝告……”。虽然亦可作人称结构解读(“老马略似乎在劝告……”),但作为前一句 ὄψιν ἑωρακὼς τοιάνδε(“见到了这样的景象”)的具体内容展开,取非人称结构更为自然流畅。

  2. 28.6ὀργὴ γὰρ αὐτοῦ τοῖς στρατιώταις παρέστη

    此处将 αὐτοῦ 视作副词(“就地/当场”,相当于 on the spot),而非第三人称代词属格(即针对马略的宾格性属格“对他的愤怒”)。在敌军猝然杀来、兵士们当即停下手中工事就地奋起反击的语境下,作副词解最为切合。

  3. 28.8ἀποδράντα τὴν ἑαυτοῦ στρατιὰν

    复合动词 ἀποδιδράσκω 带直接宾格补足语(τὴν ἑαυτοῦ στρατιὰν),作及物动词使用,意为“脱逃于自己的军队/弃军而逃”(desert/abandon)。这种直接支配表示脱离对象(人群或阵营)的宾格属于该动词的标准用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:28.1-28.8