- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:27.1-27.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉在获得士兵效忠与神明吉兆后渡海返回意大利,初战重创小马略与诺尔巴努斯,其部将卢库鲁斯亦在祥瑞鼓舞下大破敌军。
Σύλλας δὲ διὰ Θετταλίας καὶ Μακεδονίας καταβὰς ἐπὶ θάλατταν παρεσκευάζετο χιλίαις ναυσὶ καὶ διακοσίαις ἀπὸ Δυρραχίου διαβάλλειν εἰς Βρεντέσιον. ἡ δὲ Ἀπολλωνία πλησίον ἐστί, καὶ πρὸς αὐτῇ τὸ Νύμφαιον, ἱερὸς τόπος ἐκ χλοερᾶς νάπης καὶ λειμώνων ἀναδιδοὺς πυρὸς πηγὰς σποράδας ἐνδελεχῶς ῥέοντος.
苏拉穿过色萨利和马其顿下抵海滨,准备率领一千二百艘战船从狄拉基乌姆渡海前往布伦特西乌姆。阿波罗尼亚就在附近,紧挨着它的是宁法伊翁——一处神圣之所,从翠绿的林谷与草地中不断喷涌出一处处流淌的火泉。
ἐνταῦθά φασι κοιμώμενον ἁλῶναι σάτυρον, οἷον οἱ πλάσται καὶ γραφεῖς εἰκάζουσιν, ἀχθέντα δὲ ὡς Σύλλαν ἐρωτᾶσθαι διʼ ἑρμηνέων πολλῶν ὅστις εἴη· φθεγξαμένου δὲ μόλις οὐδὲν συνετῶς, ἀλλὰ τραχεῖάν τινα καὶ μάλιστα μεμιγμένην ἵππου τε χρεμετισμῷ καὶ τράγου μηκασμῷ φωνὴν ἀφέντος, ἐκπλαγέντα τὸν Σύλλαν ἀποδιοπομπήσασθαι.
据说,曾有一个雕塑家与画师所描绘的那种萨堤洛斯在此处沉睡时被擒获,带到苏拉面前,通过多位翻译询问其身份;但那怪物几乎说不出任何可以理解的话,反而发出一种极其粗粝、杂糅了骏马嘶鸣与山羊叫声的声音,苏拉大为惊骇,便将这不祥之物祓除驱逐。
μέλλοντος δὲ τοὺς στρατιώτας διαπεραιοῦν, καὶ δεδιότος μὴ τῆς Ἰταλίας ἐπιλαβόμενοι κατὰ πόλεις ἕκαστοι διαρρυῶσι, πρῶτον μὲν ὤμοσαν ἀφʼ αὑτῶν παραμενεῖν καὶ μηδὲν ἑκουσίως κακουργήσειν τὴν Ἰταλίαν, ἔπειτα χρημάτων δεόμενον πολλῶν ὁρῶντες, ἀπήρχοντο καὶ συνεισέφερον ὡς ἕκαστος εἶχεν εὐπορίας.1 οὐ μὴν ἐδέξατο τὴν ἀπαρχὴν ὁ Σύλλας, ἀλλʼ ἐπαινέσας καὶ παρορμήσας διέβαινεν, ὥς φησιν αὐτός, ἐπὶ πεντεκαίδεκα στρατηγοὺς πολεμίους πεντήκοντα καὶ τετρακοσίας σπείρας ἔχοντας, ἐκδηλότατα τοῦ θεοῦ τὰς εὐτυχίας προσημαίνοντος αὐτῷ.
当苏拉准备运送士兵过海时,因担心他们一踏上意大利的土地就会各自散往各座城镇,士兵们便首先主动起誓,愿留在他身边,绝不故意祸害意大利;接着,见到苏拉需要大笔资金,他们便各自按照自家的资财实力,纷纷主动筹集并献上资金。然而苏拉并没有接受这笔献金,反倒称赞并鼓舞了他们,正如他自己所言,他向着拥有四百五十个连队、由十五位敌方将领率领的大军进发并渡海,而神明以极其鲜明的征兆向他预示了吉运。
θύσαντος μὲν γὰρ εὐθέως ᾗ διέβη περὶ Τάραντα, δάφνης στεφάνου τύπον ἔχων ὁ λοβὸς ὤφθη, καὶ λημνίσκων δύο κατηρτημένων,2 μικρὸν δὲ πρὸ τῆς διαβάσεως ἐν Καμπανίᾳ περὶ τὸ Τίφατον ὄρος ἡμέρας ὤφθησαν δύο τράγοι μεγάλοι συμφερόμενοι καὶ πάντα δρῶντες καὶ πάσχοντες ἃ συμβαίνει μαχομένοις ἀνθρώποις. ἦν δὲ ἄρα φάσμα, καὶ κατὰ μικρὸν αἰρόμενον ἀπὸ γῆς διεσπείρετο πολλαχοῦ τοῦ ἀέρος εἰδώλοις ἀμαυροῖς ὅμοιον, εἶτα οὕτως ἠφανίσθη.
因为他在渡海后立刻于塔兰托一带献祭时,发现肝叶上呈现出桂冠的形状,并垂系着两条飘带;而在渡海前不久,在坎帕尼亚的提法图斯山附近,人们在白昼看见两只大公羊在互相冲撞,做着并承受着人在交手搏斗时所发生的一切。但这原来是一场幻象,只见它渐渐从地面升起,犹如暗淡的虚影消散在大气的各处,随后便这般消失了。
καὶ μετʼ οὐ πολὺν χρόνον ἐν τῷ τόπῳ τούτῳ Μαρίου τοῦ νέου καὶ Νορβανοῦ τοῦ ὑπάτου μεγάλας δυνάμεις ἐπαγαγόντων, ὁ Σύλλας οὔτε τάξιν ἀποδοὺς οὔτε λοχίσας τὸ οἰκεῖον στράτευμα, ῥώμῃ δὲ προθυμίας κοινῆς καὶ φορᾷ τόλμης ἀποχρησάμενος ἐτρέψατο τοὺς πολεμίους καὶ κατέκλεισεν εἰς Καπύην πόλιν τὸν Νορβανόν, ἑπτακισχιλίους ἀποκτείνας.
不久之后,就在这个地方,小马略与执政官诺尔巴努斯率领大军逼近,苏拉既没有整顿阵列,也没有为自己的军队编排队列,仅凭将士共同的高昂热情与奔放的勇气便击溃了敌军,斩杀七千人,并将诺尔巴努斯围困在卡普亚城内。
τοῦτο αἴτιον αὐτῷ γενέσθαι φησὶ τοῦ μὴ διαλυθῆναι τοὺς στρατιώτας κατὰ πόλεις, ἀλλὰ συμμεῖναι καὶ καταφρονῆσαι τῶν ἐναντίων πολλαπλασίων ὄντων, ἐν δὲ Σιλβίῳ φησὶν οἰκέτην Ποντίου θεοφόρητον ἐντυχεῖν αὐτῷ λέγοντα παρὰ τῆς Ἐνυοῦς κράτος πολέμου καὶ νίκην ἀπαγγέλλειν εἰ δὲ μὴ σπεύσειεν, ἐμπεπρήσεσθαι τὸ Καπιτώλιον ὃ καὶ συμβῆναι τῆς ἡμέρας ἐκείνης ἧς ὁ ἄνθρωπος προηγόρευσεν3 ἦν δὲ αὕτη πρὸ μιᾶς νωνῶν Κυντιλίων, ἃς νῦν Ἰουλίας καλοῦμεν.
苏拉宣称,正是这一胜利使得士兵们没有散入各城,而是团结在一起,蔑视数倍于己的敌手。他还说,在西尔维乌姆,庞提乌斯的一名被神明附身的奴隶与他相遇,声称奉厄倪奥之命传达战争的胜权与胜利,但若不赶快行动,卡匹托尔山的神庙将被焚毁;而这一惨剧果然应验在那个奴隶所预言的那一天,即如今我们称为七月的屈恩提利斯月诺奈日的前一日。
ἔτι δὲ Μάρκος Λεύκολλος, εἷς τῶν ὑπὸ Σύλλᾳ στρατηγούντων, περὶ Φιδεντίαν ἑκκαίδεκα σπείραις πρὸς πεντήκοντα τῶν πολεμίων ἀντιταχθεὶς τῇ μὲν προθυμίᾳ τῶν στρατιωτῶν ἐπίστευεν, ἀνόπλους δὲ τοὺς πολλοὺς ἔχων ὤκνει. βουλευομένου δὲ αὐτοῦ καὶ διαμέλλοντος, ἀπὸ τοῦ πλησίον πεδίου λειμῶνα ἔχοντος αὔρα φέρουσα μαλακὴ πολλὰ τῶν ἀνθέων ἐπέβαλε τῇ στρατιᾷ καὶ κατέσπειρεν, αὐτομάτως ἐπιμένοντα καὶ περιπίπτοντα τοῖς θυρεοῖς καὶ τοῖς κράνεσιν αὑτῶν, ὥστε φαίνεσθαι τοῖς πολεμίοις ἐστεφανωμένους.
此外,苏拉麾下担任将领的马尔库斯·卢库鲁斯,在菲登提亚一带率领十六个连队迎战敌方五十个连队时,虽深信士兵的士气,却因手下多未装备铠甲武器而迟疑不决。正在他权衡犹豫之际,从附近长满草甸的平原上吹来一阵柔和的微风,将大量的花瓣吹送并洒落在军队上,花瓣自发地依附并落在他们的盾牌和头盔上,以致在敌人看来,他们仿佛都头戴花冠。
γενόμενοι δὲ ὑπὸ τούτου προθυμότεροι συνέβαλον καὶ νικήσαντες ὀκτακισχιλίους ἐπὶ μυρίοις ἀπέκτειναν καὶ τὸ στρατόπεδον εἷλον. οὗτος ὁ Λεύκολλος ἀδελφὸς ἦν Λευκόλλου τοῦ Μιθριδάτην ὕστερον καὶ Τιγράνην καταπολεμήσαντος.
士兵们因此士气大振,随即发起冲锋,战胜并歼敌一万八千人,夺取了敌军营寨。这位卢库鲁斯正是后来彻底击溃米特里达梯和提格兰的卢库鲁斯的兄弟。
- 27.3ὡς ἕκαστος εἶχεν εὐπορίας
动词 ἔχω 与副词(此处为关系副词 ὡς)及属格连用,构成表示“处于某种状态或程度”的惯用结构,属格 εὐπορίας 为表示程度或范围的属格,全句意为“各自按照其资财的程度/实力”。
- 27.4καὶ λημνίσκων δύο κατηρτημένων
由名词与完成时被动分词构成的属格独立结构,附随于主句被动动词 ὤφθη,表示伴随状态,意为“(并可见有)两条飘带垂挂其上”。
- 27.6ὃ καὶ συμβῆναι τῆς ἡμέρας ἐκείνης ἧς ὁ ἄνθρωπος προηγόρευσεν
承接前文动词 φησί 的间接引语宾格不定式结构,关系代词 ὃ 担任不定式 συμβῆναι 的逻辑主语。在表示时间的属格 τῆς ἡμέρας ἐκείνης 之后,关系代词 ἧς 受先行词格位的影响而发生了格吸引(attraction)。
