- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:26.1-26.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉在雅典夺取了阿佩利孔的藏书,促成了亚里士多德著作在罗马的整理与出版;随后他在艾代普索斯温泉疗养足疾时,宽恕了来自其此前所摧毁城镇哈莱的渔夫。
ἀναχθεὶς δὲ πάσαις ταῖς ναυσὶν ἐξ Ἐφέσου τριταῖος1 ἐν Πειραιεῖ καθωρμίσθη καὶ μυηθεὶς ἐξεῖλεν ἑαυτῷ τὴν Ἀπελλικῶνος τοῦ Τηΐου βιβλιοθήκην, ἐν ᾗ τὰ πλεῖστα τῶν Ἀριστοτέλους καὶ Θεοφράστου βιβλίων ἦν, οὔπω τότε σαφῶς γνωριζόμενα τοῖς πολλοῖς, λέγεται δὲ κομισθείσης αὐτῆς εἰς Ῥώμην Τυραννίωνα τὸν γραμματικὸν ἐνσκευάσασθαι τὰ πολλά,2 καὶ παρʼ αὐτοῦ τὸν Ῥόδιον Ἀνδρόνικον εὐπορήσαντα τῶν ἀντιγράφων εἰς μέσον θεῖναι καὶ ἀναγράψαι τοὺς νῦν φερομένους πίνακας.
苏拉率领全军舰船从以弗所启航,第三天在比雷埃夫斯入港;他在受秘仪启蒙后,便将忒奥斯人阿佩利孔的藏书室据为己有。其中收有亚里士多德与泰奥弗拉斯托斯的大部分著作,而这些著作在当时尚不为世人所熟知。据说在这些藏书被运抵罗马之后,文法学者梯兰尼翁整理了其中大部分文献,而罗得岛的安德罗尼柯从他那里获得了抄本,将其公之于众,并编撰了现今流传的书目。
οἱ δὲ πρεσβύτεροι Περιπατητικοὶ φαίνονται μὲν καθʼ ἑαυτοὺς γενόμενοι3 χαρίεντες καὶ φιλολόγοι, τῶν δὲ Ἀριστοτέλους καὶ Θεοφράστου γραμμάτων οὔτε πολλοῖς οὔτε ἀκριβῶς ἐντετυχηκότες διὰ τὸ τὸν Νηλέως τοῦ Σκηψίου κλῆρον, ᾧ τὰ βιβλία κατέλιπε Θεόφραστος, εἰς ἀφιλοτίμους καὶ ἰδιώτας ἀνθρώπους περιγενέσθαι.
早期的漫步学派学者,就其自身而言,显然都是有修养且热爱学问之士,但他们接触到的亚里士多德和泰奥弗拉斯托斯的著作既不丰富也不准确,因为泰奥弗拉斯托斯将书籍遗赠给斯凯普西斯的涅琉斯,而涅琉斯的遗产却落入了一些没有学术抱负的平庸之辈手中。
Σύλλᾳ δὲ διατρίβοντι περὶ τὰς Ἀθήνας ἄλγημα ναρκῶδες μετὰ βάρους εἰς τοὺς πόδας ἐνέπεσεν, ὅ φησιν ὁ Στράβων ποδάγρας ψελλισμὸν εἶναι.4 διαπλεύσας οὖν εἰς Αἴδηψον ἐχρῆτο τοῖς θερμοῖς ὕδασι, ῥᾳθυμῶν ἅμα καὶ συνδιημερεύων τοῖς περὶ τὸν Διόνυσον τεχνίταις. περιπατοῦντος δὲ πρὸς τὴν θάλατταν ἁλιεῖς τινες ἰχθῦς αὐτῷ παγκάλους προσήνεγκαν. ἡσθεὶς δὲ τοῖς δώροις, καὶ πυθόμενος ὡς ἐξ Ἁλῶν εἶεν, ἔτι γὰρ ζῇ τις Ἁλαίων; ἔφη·
当苏拉逗留在雅典一带时,双脚遭受了一种沉重发麻的剧痛,斯特拉波称之为“痛风的初现微兆”。于是他乘船渡海前往艾代普索斯浸泡温泉,一边休养,一边整日与狄俄尼索斯的演艺家们共度时光。他在海边散步时,几个渔夫给他送来了一些极为肥美的鲜鱼。他对这批赠礼颇感欣喜,在得知他们来自哈莱后,便说道: “怎么,哈莱人中居然还有活着的吗?”
ἐτύγχανε γάρ, ὅτε τὴν πρὸς Ὀρχομενῷ μάχην νενικηκὼς ἐδίωκε τοὺς πολεμίους, ἅμα τρεῖς πόλεις τῆς Βοιωτίας, Ἀνθηδόνα, Λάρυμναν, Ἁλὰς ἀνῃρηκώς. τῶν δʼ ἀνθρώπων ὑπὸ δέους ἀφώνων γενομένων, διαμειδιάσας ἐκέλευσεν ἀπιέναι χαίροντας, ὡς οὐ μετὰ φαύλων οὐδὲ ἀξίων ὀλιγωρίας ἥκοντας παραιτητῶν.5 Ἁλαῖοι μὲν ἐκ τούτου λέγουσι θαρρήσαντες αὖθις εἰς τὴν πόλιν συνελθεῖν.
因为当时的情况是,他在奥尔科墨诺斯之战取胜并追击敌军时,曾同时毁灭了维奥蒂亚的三座城镇:安忒敦、拉律姆纳和哈莱。见到这些渔夫吓得目瞪口呆、说不出话来,他便微微一笑,吩咐他们安心离去,说是看在他们带来的说情者并非低劣或不足挂齿之物(指那些鲜鱼)。哈莱人宣称,他们受此鼓舞,才重新聚居回城中。
- 26.1τριταῖος
表示时间的形容词与主语在性、数、格上一致,作副词性用法,意为“在第三天”。
- 26.1ἐνσκευάσασθαι τὰ πολλά
由 λέγεται 统领的宾格不定式结构,主语为宾格的 Τυραννίωνα。动词 ἐνσκευάζομαι 在此指校订、整理文献文本。
- 26.2φαίνονται μὲν καθʼ ἑαυτοὺς γενόμενοι
动词 φαίνομαι 搭配分词(γενόμενοι)的结构,表示“显而易见是……”、“确实是……”(与接不定式表示“似乎……”相对)。
- 26.3ὅ φησιν ὁ Στράβων ποδάγρας ψελλισμὸν εἶναι
关系代词 ὅ 指代先行词 ἄλγημα ναρκῶδες,并在由 φησίν 引导的带不定式结构中作 εἶναι 的逻辑主语(形式为宾格),述语名词为 ποδάγρας ψελλισμόν(痛风的初显/口吃般的先兆)。
- 26.4ὡς οὐ μετὰ φαύλων οὐδὲ ἀξίων ὀλιγωρίας ἥκοντας παραιτητῶν
连词 ὡς 连用宾格分词 ἥκοντας,修饰 ἐκέλευσεν 未明写的动作对象(指渔夫们),表示主观依据或理由:“因为在(苏拉)看来,他们带来了……求情者”。这里的“求情者”(παραιτητῶν)比喻性地指渔夫们进献的鲜鱼。
