← 普鲁塔克

苏拉传

§23.1-23.6

优待阿克拉乌斯的嫌疑与米特拉达梯应允会谈

苏拉厚待阿克拉乌斯并向北进军,这种优待招致了他在客罗尼亚暗中勾结敌方的嫌疑。米特拉达梯对部分和约条款提出异议令苏拉暴怒,但在阿克拉乌斯的斡旋以及芬布里亚进军的威胁下,国王最终不得不寻求当面会谈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

τούτων ὁμολογηθέντων ἀναστρέψας ἐβάδιζε διὰ Θετταλίας καὶ Μακεδονίας ἐπὶ τὸν Ἑλλήσποντον, ἔχων μεθʼ αὐτοῦ τὸν Ἀρχέλαον ἐν τιμῇ. καὶ νοσήσαντος ἐπισφαλῶς περὶ Λάρισσαν ἐπιστήσας τὴν πορείαν, ὡς ἑνὸς τῶν ὑπʼ αὐτὸν ἡγεμόνων καὶ στρατηγῶν ἐπεμελήθη.

在这些条款达成一致之后,苏拉折返回来,经由色萨利和马其顿向赫勒斯滂行军,对身旁的阿克拉乌斯礼遇有加。当阿克拉乌斯在拉里萨附近病危时,苏拉停下了行军队伍,对他悉心照料,如同对待自己手下的将领和统帅一样。

§23.2

ταῦτά τε δὴ διέβαλλε τὸ περὶ Χαιρώνειαν ἔργον ὡς οὐχὶ καθαρῶς ἀγωνισθέν,1 καὶ ὅτι τοὺς ἄλλους Μιθριδάτῃ φίλους, οὓς εἶχεν αἰχμαλώτους, ἀποδοὺς ὁ Σύλλας Ἀριστίωνα μόνον τὸν τύραννον ἀνεῖλε διὰ φαρμάκων Ἀρχελάῳ διάφορον ὄντα· μάλιστα δʼ ἡ δοθεῖσα γῆ τῷ Καππαδόκῃ μυρίων πλέθρων ἐν Εὐβοίᾳ, καὶ τὸ Ῥωμαίων φίλον αὐτὸν καὶ σύμμαχον ὑπὸ Σύλλα ἀναγραφῆναι.2 περὶ μὲν οὖν τούτων αὐτὸς ὁ Σύλλας ἐν τοῖς ὑπομνήμασιν ἀπολογεῖται.

正是这些举动,使客罗尼亚之役遭人非议,被怀疑并非光明正大地交战;此外,苏拉将作为俘虏的米特拉达梯的其他亲信悉数放回,唯独用毒药除去了与阿克拉乌斯不和的僭主阿里斯提翁,这也招致了非议;然而引起最大嫌疑的,当数苏拉在尤伯亚赠给这位卡帕多细亚人一万普莱特隆的土地,并将他登记为罗马人的朋友与盟友。关于这些事情,苏拉自己在其《回忆录》中作出了辩白。

§23.3

τότε δὲ πρεσβευτῶν παρὰ τοῦ Μιθριδάτου παραγενομένων καὶ τὰ μὲν ἄλλα φασκόντων δέχεσθαι, Παφλαγονίαν δὲ ἀξιούντων μὴ ἀφαιρεθῆναι, τὰς δὲ ναῦς οὐδὲ ὅλως ὁμολογηθῆναι, χαλεπήνας ὁ Σύλλας, τί φατε; εἶπε, Μιθριδάτης Παφλαγονίας ἀντιποιεῖται καὶ περὶ τῶν νεῶν ἔξαρνός ἐστιν, ὃν ἐγὼ προσκυνήσειν ἐνόμιζον, εἰ τὴν δεξιὰν αὐτῷ καταλείποιμι χεῖρα, διʼ ἧς τοσούτους Ῥωμαίων ἀνεῖλεν;

此时,米特拉达梯的使节赶到,声称接受其他条件,但要求不得剥夺帕弗拉戈尼亚,并称关于战舰根本未曾达成协议。苏拉勃然大怒,说道: “你们在说什么?” 他说,“我原本以为,只要我给他留下那只残害了无数罗马人的右手,米特拉达梯就该叩头谢恩了,他如今竟然还妄图保有帕弗拉戈尼亚,并抵赖战舰的事吗?

§23.4

ἑτέρας μέντοι τάχα φωνὰς ἀφήσει διαβάντος εἰς Ἀσίαν ἐμοῦ νῦν δὲ ἐν Περγάμῳ καθήμενος ὃν οὐχ ἑώρακε διαστρατηγεῖ πόλεμον. οἱ μὲν οὖν πρέσβεις φοβηθέντες ἡσύχαζον, ὁ δὲ Ἀρχέλαος ἐδεῖτο τοῦ Σύλλα καὶ κατεπράϋνε τὴν ὀργήν, ἁπτόμενος τῆς δεξιᾶς αὐτοῦ καὶ δακρύων. τέλος δʼ ἔπεισεν ἀποσταλῆναι αὐτὸς πρὸς τὸν Μιθριδάτην διαπράξεσθαι γὰρ ἐφʼ οἷς βούλεται τὴν εἰρήνην, εἰ δὲ μὴ πείθοι, κτενεῖν αὐτὸς αὐτόν.3

然而等我渡海到了亚细亚,他很快就会换一种口吻了;如今他坐在佩加蒙,不过是在指挥一场他见都没见过的战争罢了。” 使节们吓得噤若寒蝉;阿克拉乌斯则向苏拉哀求,拉着他的右手流泪以平息他的怒火。最后,他劝说苏拉由他亲自去面见米特拉达梯,声称自己定能按照苏拉的心愿促成和约,若是劝说不成,便自尽。

§23.5

ἐπὶ τούτοις ἐκπέμψας ἐκεῖνον αὐτὸς εἰς τὴν Μαιδικὴν ἐνέβαλε, καὶ τὰ πολλὰ διαπορθήσας πάλιν ἀνέστρεψεν εἰς Μακεδονίαν, καὶ τὸν Ἀρχέλαον ἐδέξατο περὶ Φιλίππους ἀγγέλλοντα καλῶς ἔχειν πάντα· δεῖσθαι δὲ πάντως αὐτῷ τὸν Μιθριδάτην εἰς λόγους ἐλθεῖν.

在这些条件下苏拉派他前往,自己则挥师攻入迈迪卡,将大部地区洗劫一空后再度折回马其顿,并在腓立比附近接见了阿克拉乌斯。阿克拉乌斯报告一切顺利,并转达米特拉达梯迫切希望与苏拉亲自会谈。

§23.6

αἴτιος δʼ ἦν μάλιστα Φιμβρίας, ὃς τὸν ἀπὸ τῆς ἑτέρας στάσεως ἄρχοντα Φλάκκον ἀνελὼν καὶ τῶν Μιθριδατικῶν στρατηγῶν κρατήσας ἐπʼ αὐτὸν ἐκεῖνον ἐβάδιζε. ταῦτα γὰρ δείσας ὁ Μιθριδάτης μᾶλλον εἵλετο τῷ Σύλλᾳ φίλος γενέσθαι.

这其中最主要的原因是芬布里亚:他杀害了敌对派系的执政官弗拉库斯,击溃了米特拉达梯的将领们,正向着国王本人进军。米特拉达梯正是畏惧于此,才宁愿选择成为苏拉的朋友。

语法注3 条
  1. 23.2ταῦτά τε δὴ διέβαλλε τὸ περὶ Χαιρώνειαν ἔργον ὡς οὐχὶ καθαρῶς ἀγωνισθέν

    及物动词 διέβαλλε(使蒙受怀疑、非议)的主语是中性复数代词 ταῦτα(指前文对阿克拉乌斯的格外照料与优待),宾语是 τὸ περὶ Χαιρώνειαν ἔργον。由 ὡς 引导的分词短语 ὡς οὐχὶ καθαρῶς ἀγωνισθέν 与中性单数名词 ἔργον 形成性数一致,表示所非议的内容或嫌疑的借口(即怀疑“客罗尼亚之战并非光明正大交战的结果”)。

  2. 23.2μάλιστα δʼ ἡ δοθεῖσα γῆ τῷ Καππαδόκῃ μυρίων πλέθρων ἐν Εὐβοίᾳ, καὶ τὸ Ῥωμαίων φίλον αὐτὸν καὶ σύμμαχον ὑπὸ Σύλλα ἀναγραφῆναι

    此处是与前述 διέβαλλε 对应的复合主语结构。承接上文的 ταῦτά τε,主格名词短语 ἡ δοθεῖσα γῆ 与带冠词不定式短语 τὸ ... ἀναγραφῆναι 共同作为(承前省略的)动词 διέβαλλε 的主语,整体结构表明“尤伯亚赐给这位卡帕多细亚人的一万普莱特隆土地,以及他被苏拉登记为罗马人的盟友,最招致了非议”。

  3. 23.4διαπράξεσθαι γὰρ ἐφʼ οἷς βούλεται τὴν εἰρήνην, εἰ δὲ μὴ πείθοι, κτενεῖν αὐτὸς αὐτόν

    由 γάρ 引导的间接引语从句,承接前面的主述动词 ἔπεισεν,以未来不定式 διαπράξεσθαι 和 κτενεῖν 充当主干谓语。条件从句 εἰ δὲ μὴ πείθοι 是间接引语中的祈愿语气(原话应为 ἐὰν μὴ πείθω)。由于不定式的主语与主句主语(阿克拉乌斯)一致,故采用主格 αὐτός 而非宾格,并与宾语 αὐτόν(即反身代词 αὑτόν)连用,表示“他自己将杀死自己(自尽)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:23.1-23.6