← 普鲁塔克

苏拉传

§24.1-24.4

达耳达诺斯会晤与同米特拉达梯媾和

苏拉与米特拉达梯在达耳达诺斯会晤,苏拉驳斥了国王的辩白,迫使其全盘接受和平条款,并使他与其他诸王和解。面对士兵对媾和的愤怒,苏拉辩解称此举是为了避免同时与芬布里亚和米特拉达梯两面作战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

συνῆλθον οὖν τῆς Τρῳάδος ἐν Δαρδάνῳ, Μιθριδάτης μὲν ἔχων ναῦς αὐτόθι διακοσίας ἐνήρεις καὶ τῆς πεζῆς δυνάμεως ὁπλίτας μὲν δισμυρίους, ἱππεῖς δὲ ἑξακισχιλίους καὶ συχνὰ τῶν δρεπανηφόρων, Σύλλας δὲ τέσσαρας σπείρας καὶ διακοσίους ἱππεῖς, ἀπαντήσαντος δὲ τοῦ Μιθριδάτου καὶ τὴν δεξιὰν προτείναντος, ἠρώτησεν αὐτὸν εἰ καταλύσεται τὸν πόλεμον ἐφʼ οἷς ὡμολόγησεν Ἀρχέλαος·1 σιωπῶντος δὲ τοῦ βασιλέως, ὁ Σύλλας ἀλλὰ μήν, ἔφη, τῶν δεομένων ἐστὶ τὸ προτέρους λέγειν,2 τοῖς δὲ νικῶσιν ἐξαρκεῖ τὸ σιωπᾶν.

于是他们在特洛阿德的达耳达诺斯相会,米特拉达梯在那里有二百艘有排桨的战舰,陆上部队中有二万名重装步兵、六千名骑兵以及大量的铁镰战车,而苏拉则有四个步兵大队和二百名骑兵。当米特拉达梯迎上前去并伸出右手时,苏拉询问他是否打算按照阿克拉乌斯达成的条款结束战争;国王默不作声,苏拉便说道: “然而, 有所祈求的人理当先开口,而对于胜利者来说,保持沉默便已足够。”

§24.2

ἐπεὶ δὲ ἀρξάμενος τῆς ἀπολογίας ὁ Μιθριδάτης ἐπειρᾶτο τοῦ πολέμου τὰ μὲν εἰς δαίμονας τρέπειν, τὰ δὲ αὐτοὺς αἰτιᾶσθαι τοὺς Ῥωμαίους, ὑπολαβὼν ὁ Σύλλας ἔφη πάλαι μὲν ἑτέρων ἀκούειν, νῦν δʼ αὐτὸς ἐγνωκέναι τὸν Μιθριδάτην δεινότατον ὄντα ῥητορεύειν, ὃς ἐπὶ πράξεσιν οὕτω πονηραῖς καὶ παρανόμοις λόγων ἐχόντων εὐπρέπειαν οὐκ ἠπόρηκεν.

米特拉达梯开始为自己辩解,试图把战争的部分原因归咎于神明,部分原因归咎于罗马人自己;苏拉打断他说,自己早已听别人说过,如今亲眼所见,米特拉达梯确实是个最厉害的雄辩家,因为面对如此卑劣而不法的行径,他竟然丝毫不缺冠冕堂皇的辞令。

§24.3

ἐξελέγξας δὲ τὰ πεπραγμένα πικρῶς ὑπʼ αὐτοῦ καὶ κατηγορήσας, πάλιν ἠρώτησεν εἰ ποιεῖ τὰ συγκείμενα διʼ Ἀρχελάου. φήσαντος δὲ ποιεῖν, οὕτως ἠσπάσατο καὶ περιλαβὼν ἐφίλησεν αὐτόν, Ἀριοβαρζάνην δὲ αὖθις καὶ Νικομήδην τοὺς βασιλεῖς προσαγαγὼν διήλλαξεν. ὁ μὲν οὖν Μιθριδάτης ἑβδομήκοντα ναῦς παραδοὺς καὶ τοξότας πεντακοσίους εἰς Πόντον ἀπέπλευσεν.

苏拉严厉地驳斥并控诉了他的所作所为之后,再次问他是否履行通过阿克拉乌斯达成的协议。当他说会履行时,苏拉这才向他致敬并拥抱亲吻了他,随后又引来阿里奥巴赞尼斯和尼科梅德斯两位国王,使他与他们和解。于是米特拉达梯交出了七十艘战船和五百名弓箭手,扬帆驶回本都。

§24.4

ὁ δὲ Σύλλας, αἰσθόμενος ἀχθομένους τοὺς στρατιώτας τῇ διαλύσει τὸν γὰρ ἔχθιστον τῶν βασιλέων καὶ δεκαπέντε μυριάδας ἡμέρᾳ μιᾷ τῶν ἐν Ἀσίᾳ Ῥωμαίων κατασφαγῆναι παρασκευάσαντα δεινὸν ἡγοῦντο μετὰ πλούτου καὶ λαφύρων ὁρᾶν ἐκπλέοντα τῆς Ἀσίας, ἣν ἔτη τέσσαρα λεηλατῶν καὶ φορολογῶν διετέλεσεν, ἀπελογεῖτο πρὸς αὐτοὺς ὡς οὐκ ἂν ἅμα Φιμβρίᾳ καὶ Μιθριδάτῃ πολεμεῖν, εἰ συνέστησαν ἀμφότεροι κατʼ αὐτοῦ, δυνηθείς.3

然而苏拉觉察到士兵们对这项媾和极为不满——因为他们认为,眼睁睁看着众王之中最令人痛恨、曾在一天之内策划屠杀了十五万在亚细亚的罗马人的这个人,在持续四年劫掠亚细亚并向其征收贡赋之后,带着财富和战利品从亚细亚扬帆离去,这是不可容忍的——于是他向他们辩解道:假使芬布里亚与米特拉达梯联合起来与他为敌,他是绝不可能同时与这两方作战的。

语法注3 条
  1. 24.1ἐφʼ οἷς ὡμολόγησεν Ἀρχέλαος

    关系代词 οἷς 受到被省略的先行词(ἐπὶ τούτοις)的格吸引,形成紧凑的惯用表达 ἐφʼ οἷς,意为“在阿克拉乌斯所同意的条件之上”。

  2. 24.1τῶν δεομένων ἐστὶ τὸ προτέρους λέγειν

    τῶν δεομένων 为表示属性、职责的所属属格,依附于系动词 ἐστί,意为“属于/是祈求者的本分”。主语为冠词加不定词构成的 τὸ ... λέγειν,谓语部分前置以示强调。

  3. 24.4ὡς οὐκ ἂν ἅμα Φιμβρίᾳ καὶ Μιθριδάτῃ πολεμεῖν, εἰ συνέστησαν ἀμφότεροι κατʼ αὐτοῦ, δυνηθείς

    此句在 ἀπελογεῖτο 之后使用 ὡς 引导的分词(δυνηθείς)构成间接引语。ἄν 搭配分词 δυνηθείς 相当于与过去事实相反的虚拟结果从句(即直陈式过去时加 ἄν,“本不可能有能力”),与条件从句 εἰ συνέστησαν(“若两者联合起来反对他”)相互呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg033.humanitext-grc2:24.1-24.4